Plutarch · On the Obsolescence of Oracles Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων

Plutarch, On the Obsolescence of Oracles 11–15: The daemons: Hesiod's ages, Xenocrates' triangles, rites and the tales of the gods

Cleombrotus argues that between gods and men there are daemons, who may die, and he cites Hesiod's reckoning of the ages of the crow, stag, raven and phoenix and rejects the Stoic conflagration. Xenocrates compares the nature of daemons to the isosceles triangle. Cleombrotus assigns to bad daemons the savage rites, raw-flesh festivals and ancient human sacrifices, and the rapes, wanderings and servitude that the poets tell of gods, among them Apollo's exile.

Sections 11–15 · 2376 words · click a number to copy its link

ὁ δʼ Ἡσίοδος οἴεται καὶ περιόδοις τισὶ χρόνων γίγνεσθαι τοῖς δαίμοσι τὰς τελευτάς· λέγει γὰρ ἐν τῷ τῆς Ναΐδος προσώπῳ καὶ τὸν χρόνον αἰνιττόμενος ἐννέα τοι ζώει γενεὰς λακέρυζα κορώνη, / ἀνδρῶν ἡβώντων ἔλαφος δέ τε τετρακόρωνος / τρεῖς δʼ ἐλάφους ὁ κόραξ γηράσκεται αὐτὰρ ὁ φοίνιξ / ἐννέα τοὺς κόρακας· δέκα δʼ ἡμεῖς τοὺς φοίνικας / νύμφαι ἐυπλόκαμοι, κοῦραι Διὸς αἰγιόχοιο. / τοῦτον τὸν χρόνον εἰς πολὺ πλῆθος ἀριθμοῦ συνάγουσιν οἱ μὴ καλῶς δεχόμενοι τὴν γενεάν. ἔστι γὰρ ἐνιαυτός ὥστε γίγνεσθαι τὸ σύμπαν ἐννακισχίλια ἔτη καὶ ἑπτακόσια καὶ εἴκοσι τῆς τῶν δαιμόνων ζωῆς. ἔλαττον μὲν οὖν νομίζουσιν οἱ πολλοὶ τῶν μαθηματικῶν, πλέον δʼ οὐδὲ Πίνδαρος εἴρηκεν εἰπὼν τὰς νύμφας ζῆν ἰσοδένδρου τέκμωρ αἰῶνος λαχοίσας, διὸ καὶ καλεῖν αὑτὰς ἁμαδρυάδας. ἔτι δʼ αὐτοῦ λέγοντος, Δημήτριος ὑπολαβών πῶς ἔφη λέγεις, ὦ Κλεόμβροτε, γενεὰν ἀνδρὸς εἰρῆσθαι τὸν ἐνιαυτόν; οὔτε γάρ ἡβῶντος οὔτε γηρῶντος, ὡς ἀναγιγνώσκουσιν ἔνιοι, χρόνος ἀνθρωπίνου βίου τοσοῦτὸς ἐστιν. ἀλλʼ οἱ μὲν ἡβώντων ἀναγιγνώσκοντες ἔτη τριάκοντα ποιοῦσι τὴν γενεὰν καθʼ Ἡράκλειτον, ἐν ᾧ χρόνῳ γεννῶντα παρέχει τὸν ἐξ αὑτοῦ γεγεννημένον ὁ γεννήσας. οἱ δὲ γηρώντων πάλιν οὐχ ἡβώντων γράφοντες ὀκτὼ καὶ ἑκατὸν ἔτη νέμουσι τῇ γενεᾷ · τὰ γὰρ πεντήκοντα καί τέσσαρα μεσούσης ὅρον ἀνθρωπίνης ζωῆς εἶναι, συγκείμενον ἔκ τε τῆς ἀρχῆς καὶ τῶν πρώτων δυεῖν ἐπιπέδων καὶ δυεῖν τετραγώνων καὶ δυεῖν κύβων, οὓς καὶ Πλάτων ἀριθμοὺς ἔλαβεν ἐν τῇ ψυχογονίᾳ. καὶ ὁ λόγος ὅλως ᾐνίχθαι δοκεῖ τῷ Ἡσιόδῳ πρὸς τὴν ἐκπύρωσιν, ὁπηνίκα συνεκλείπειν τοῖς ὑγροῖς εἰκός ἐστι τὰς Νύμφας, αἵ τʼ ἄλσεα καλὰ νέμονται / καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. /

And moreover, Hesiod imagines that the Daemons themselves, after certain revolutions of time, do at length die. For, introducing a Nymph speaking, he marks the time wherein they expire: Nine ages of men in their flower doth live / The railing crow; four times the stags surmount / The life of crows; to ravens doth Nature give / A threefold age of stags, by true account; / One phoenix lives as long as ravens nine. / But you, fair Nymphs, as the daughters verily / Of mighty Jove and of Nature divine, / The phoenix’s years tenfold do multiply. / Now those which do not well understand what the poet means by this word γενεά (age) do cause this computation of time to amount to a great number of years. For the word means a year; so that the total sum makes but 9720 years, which is the space of the age of Daemons. And there are several mathematicians who make it shorter than this. Pindar himself does not make it longer when he says, Destiny has given Nymphs an equal life with trees; and therefore they are called Hamadryades, because they spring up and die with oaks. He was going on, when Demetrius interrupting him thus said: How is it possible, Cleombrotus, that you should maintain that a year was called by this poet the age of a man, seeing it is not the space of his flower and youth, nor of his old age? For there are divers readings of this place, some reading ἡβώτων, others γηρώντων,—one signifying flourishing, the other aged. Now those that understand hereby flourishing reckon thirty years for the age of man’s life, according to the opinion of Heraclitus; this being the space of time in which a father has begotten a son who then is apt and able to beget another. And those that read aged allow to the age of man a hundred and eight years, saying that fifty-four years are just the half part of a man’s life, which number consists of unity, the first two plane numbers, two squares, and two cubes (i. e. 1 + 2 + 3 + 4+ 9 + 8 + 27); which numbers Plato himself has appropriated to the procreation of the soul. And it seems also that Hesiod by these words intimated the consummation of the world by fire; at which time it is likely the Nymphs, with the rivers, marshes, and woods where they inhabit, shall be consumed, Such as in woods, or grotto’s shady cell, / Near sacred springs and verdant meadows dwell. /

καὶ ὁ Κλεόμβροτος ἀκούω ταῦτʼ ἔφη πολλῶν καὶ ὁρῶ τὴν Στωικὴν ἐκπύρωσιν ὥσπερ τὰ Ἡρακλείτου καὶ Ὀρφέως ἐπινεμομένην ἔπη οὕτω καὶ τὰ Ἡσιόδου καὶ συνεξάπτουσαν ἀλλʼ οὔτε τοῦ κόσμου τὴν φθορὰν ἀνέχομαι λεγομένην, τὰ τʼ ἀμήχανα […] καὶ ὧν ὑπόμνησις τῶν φωνῶν μάλιστα περὶ τὴν κορώνην καὶ τὴν ἔλαφον ἐκδύεσθαι ἐπὶ τοὺς ὑπερβάλλοντας. οὐκ ἐνιαυτὸς ἀρχὴν ἐν, αὑτῷ καὶ τελευτὴν ὁμοῦ τι πάντων ὧν φέρουσιν ὧραι γῆ δὲ φύει περιέχων, οὐδʼ ἀνθρώπων ἀπὸ τρόπου γενεὰ κέκληται. καὶ γὰρ ὑμεῖς ὁμολογεῖτε δήπου τὸν Ἡσίοδον ἀνθρωπίνην ζωὴν τὴν γενεὰν λέγειν. ἦ γὰρ οὐχ οὕτως· συνέφησεν ὁ Δημήτριος. ἀλλὰ μὴν κἀκεῖνο δῆλον ὁ Κλεόμβροτος; εἶπε τὸ πολλάκις τὸ μετροῦν καὶ τὰ μετρούμενα τοῖς αὐτοῖς ὀνόμασι προσαγορεύεσθαι, κοτύλην καὶ χοίνικα καὶ ἀμφορέα καὶ μέδιμνον. ὃν τρόπον οὖν τοῦ παντὸς ἀριθμοῦ τὴν μονάδα μέτρον οὖσαν ἐλάχιστον καὶ ἀρχὴν ἀριθμὸν καλοῦμεν· οὕτω τὸν ἐνιαυτόν, ᾧ πρώτῳ μετροῦμεν ἀνθρώπου βίον, ὁμωνύμως τῷ μετρουμένῳ γενεὰν ὠνόμασεν. καὶ γὰρ οὓς μὲν ἐκεῖνοι ποιοῦσιν ἀριθμοὺς οὐδὲν ἔχουσι τῶν νενομισμένων ἐπιφανῶν καὶ λαμπρῶν ὡς ἐν ἀριθμοῖς· ὁ δὲ τῶν ἐννακισχιλίων ἑπτακοσίων εἴκοσι τὴν γένεσιν ἔσχηκε συνθέσει μὲν ἐκ τῶν ἀπὸ μονάδος τεσσάρων ἐφεξῆς τετράκις γενομένων τεσσάρων · τεσσαράκοντα γὰρ ἑκατέρως γίγνεται. ταῦτα δὲ πεντάκις τριγωνισθέντα τὸν ἐκκείμενον ἀριθμὸν παρέσχεν. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων ὁ χρόνος κἂν ἐλάττων κἄν τεταγμένος κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, οὐδὲν ἧττον ἐφʼ ᾧ βούλεται δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν, ὅτι φύσεις εἰσί τινές ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων, δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας, οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.

I have heard, says Cleombrotus, this alleged by several, and find that the Stoical conflagration hath intruded itself not only upon the works of Heraclitus and Orpheus, but also upon Hesiod’s, imposing such meanings on their words as they never thought of. But I cannot approve of the consummation of the world which they maintain, nor of the other impossible matters; and especially what they say about the crow and the stag would force us to believe in the most excessive numbers. Moreover, the year, containing in itself the beginning and end of all things which the seasons bring and the earth produces, may, in my opinion, be not impertinently called the age of man. For you yourselves confess that Hesiod does somewhere call the life of man γενεά (age). What say you, does he not? Which Demetrius confessing, he proceeded in this manner: It is also certain that we call the vessels whereby we measure things by the names of the things measured in them; as a pint, a quart, or a bushel. As we then call a unit a number, though it be but the least part and measure and the beginning of a number; so has he called a year the age of man, because it is the measure wherewith it is measured. As for those numbers which those others describe, they be not of such singularity and importance. But the sum of 9920 is thus composed. The four numbers arising in order from one, being added together and multiplied by four, amount to forty; this forty being tripled five times makes up the total of the forecited number. But as to that it is not necessary to enter into a debate with Demetrius; for whether it be a short or a long time, certain or uncertain, wherewith Hesiod limits the soul of a Daemon and the life of a Demi-god, either of those will prove, by ancient and evident testimonies, that there are natures neuter and mean, and as it were in the confines of the Gods and men, subject to mortal passions and necessary changes; which natures, according to the tradition and example of our predecessors, it is fitting we should call Daemons, giving them all due honor.

παράδειγμα δὲ τῷ λόγῳ Ξενοκράτης μὲν ὁ Πλάτωνος; ἑταῖρος ἐποιήσατο τὸ τῶν τριγώνων, θείῳ μὲν ἀπεικάσας· τὸ ἰσόπλευρον θνητῷ δὲ τὸ σκαληνὸν τὸ δʼ ἰσοσκελὲς δαιμονίῳ· τὸ μὲν γὰρ ἴσον πάντῃ τὸ δʼ ἄνισον πάντῃ, τὸ δὲ πῆ μὲν ἴσον πῆ δʼ ἄνισον, ὥσπερ ἡ δαιμόνων φύσις ἔχουσα καὶ πάθος θνητοῦ καὶ θεοῦ δύναμιν. ἡ δὲ φύσις αἰσθητὰς εἰκόνας ἐξέθηκε καὶ ὁμοιότητας ὁρωμένας, θεῶν μὲν ἥλιον καὶ ἄστρα θνητῶν δὲ σέλα καὶ κομήτας καὶ διᾴττοντας, ὡς Εὐριπίδης εἴκασεν ἐν οἷς εἶπεν ὁ δʼ ἄρτι θάλλων σάρκα, διοπετὴς; ὅπως / ἀστὴρ ἀπέσβη, πνεῦμʼ ἀφεὶς ἐς αἰθέρα. / μικτὸν δὲ σῶμα καὶ μίμημα δαιμόνιον ὄντως τὴν σελήνην, τῷ τῇ τούτου τοῦ γένους συνᾴδειν περιφορᾷ, φθίσεις φαινομένας δεχομένην καὶ αὐξήσεις καὶ μεταβολὰς ὁρῶντες, οἱ μὲν ἄστρον γεῶδες οἱ δʼ ὀλυμπίαν γῆν οἱ δὲ χθονίας ὁμοῦ καὶ οὐρανίας κλῆρον Ἑκάτης προσεῖπον. ὥσπερ οὖν εἰ τὸν ἀέρα τις ἀνέλοι καὶ ὑποσπάσειε τὸν μεταξὺ γῆς καὶ σελήνης, ἐν μέσῳ κενῆς καὶ ἀσυνδέτου χώρας γενομένης τὴν ἑνότητα διαλύσει καὶ τὴν κοινωνίαν τοῦ παντός, οὕτως οἱ δαιμόνων γένος μὴ ἀπολείποντες, ἀνεπίμικτα τὰ τῶν θεῶν καὶ ἀνθρώπων ποιοῦσι καὶ ἀσυνάλλακτα, τὴν ἑρμηνευτικὴν, ὡς Πλάτων ἔλεγεν, καὶ διακονικὴν ἀναιροῦντες φύσιν, ἢ πάντα φύρειν ἅμα καὶ ταράττειν ἀναγκάζουσιν ἡμᾶς τοῖς ἀνθρωπίνοις πάθεσι καὶ πράγμασι τὸν, θεὸν ἐμβιβάζοντας καὶ κατασπῶντας ἐπὶ τὰς χρείας, ὥσπερ αἱ Θετταλαὶ λέγονται τὴν σελήνην. ἀλλʼ ἐκείνων μὲν ἐν γυναιξὶ τὸ πανοῦργον ἔσχε πίστιν, Ἀγλαονίκης τῆς Ἡγήτορος, ὥς φασιν, ἀστρολογικῆς γυναικός, ἐν ἐκλείψει σελήνης ἀεὶ προσποιουμένης γοητεύειν καὶ καθαιρεῖν αὐτήν. ἡμεῖς δὲ μήτε μαντείας τινὰς ἀθειάστους εἶναι λέγοντας ἢ τελετὰς καὶ ὀργιασμοὺς ἀμελουμένους ὑπὸ θεῶν ἀκούωμεν μήτʼ αὖ πάλιν τὸν θεὸν ἐν τούτοις ἀναστρέφεσθαι καὶ παρεῖναι καὶ συμπραγματεύεσθαι δοξάζωμεν, ἀλλʼ οἷς δίκαιόν ἐστι ταῦτα λειτουργοῖς θεῶν ἀνατιθέντες ὥσπερ ὑπηρέταις καὶ γραμματεῦσι, δαίμονας νομίζωμεν ἐπισκόπους θείων ἱερῶν καὶ μυστηρίων ὀργιαστάς· ἄλλους δὲ τῶν ὑπερηφάνων καὶ μεγάλων τιμωροὺς ἀδικιῶν περιπολεῖν. τοὺς δὲ πάνυ σεμνῶς ὁ Ἡσίοδος ἁγνούς προσεῖπε πλουτοδότας, καὶ τοῦτο γέρας βασιλήιον ἔχοντας, βασιλικοῦ τοῦ εὖ ποιεῖν ὄντος. εἰσὶ γάρ, ὡς ἀνθρώποις, καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρὸν ἔτι λείψανον ὥσπερ περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι καὶ τελεταὶ καὶ μυθολογίαι σῴζουσι καὶ διαφυλάττουσιν ἐνδιεσπαρμένα.

To which purpose Xenocrates, one of the familiar friends of Plato, was wont to allege the example of triangles, which agree very well with the subject; for that triangle which has equal sides and equal angles he compared unto the divine and immortal nature; and that which has all three unequal, to the human and mortal nature; and that which has two equal and one unequal, to the nature of Daemons, which is endued with the passions and perturbations of the mortal nature, and the force and power of the divine. Even Nature has set before us sensible figures and resemblance of this; of the Gods, the sun and the stars; of mortal men, the comets, flashings in the night, and shooting-stars. And this similitude is taken up by Euripides, when he saith: He that but now was fleshy, plump, and gay, / As a fall’n star his glories melt away; / Like that extinguished on the ground he lies, / Breathing his soul into the ambient skies. / And for a mixed body representing the nature of Daemons, we have the moon; which some, observing it to be subject to increase and decrease and wholly to disappear, have thought very agreeable to the mutable condition of Daemons; and for this reason they have termed her a terrestrial star, others Olympic earth, and others the inheritance and possession of Hecate, both heavenly and earthly. As one then that should take from the world the air, and remove it from between the moon and the earth, would dissolve the continuation and composition of the universe, by leaving an empty place in the midst, without any contexture to hold the two parts together; so those that do not allow Daemons oppose all communication and conference of the Gods with men, seeing they destroy that nature (as Plato says) which serves as an interpreter and messenger between them both; or else they constrain us to perplex and confound all things together, by mixing the divine nature with human passions, and plucking it down from heaven, as the women of Thessaly are said to do the moon. Even this fiction has met with belief in some women, because Aglaonice, the daughter of Hegetor, being skilful in astrology, made the vulgar believe, whenever the moon was eclipsed, that by means of some charms and enchantments she brought it down from heaven. But as to us, let us not think there are any oracles or divinations without some divinity, or that the Gods are not pleased with sacrifices, and our services, and other ceremonies. And, on the other hand, let us not think that God is present in them, or employs himself personally about them; but rather believe that he does commit them to his officers, the Daemons, who are the spies and scouts of the Gods, wandering and circuiting about at their commands,—some beholding and ordering the sacred ceremonies and oblations offered to the Gods, others being employed to revenge and punish the high misdemeanors and enormous injustices of men. There are, moreover, others, to whom Hesiod gives a very venerable name, calling them the distributers of riches and donors of largesses among mortals; for the Gods have allowed them the privilege, and granted them a royal commission to see them duly distributed. He informs us here, by the way, that to be beneficent and liberal of favors is the proper office of a king. For there is a difference of virtue between these Daemons, as much as between men. For there are some of them in whom still there are some small remains (though weak and scarcely discernible) of the sensitive and irrational soul, which, like a small quantity of excrements and superfluities, stay still behind. Others there are, in whom there abideth a greater measure of these gross humors, the marks and traces of which are to be seen in many places, in the odd and singular ceremonies and sacrifices and the strange fables which prevail.

περὶ μὲν οὖν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω καθʼ Ἡρόδοτον· ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς μανίαι τʼ ἀλαλαὶ τʼ ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ, θεῶν μὲν οὐδενὶ δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμʼ ἂν τελεῖσθαι μειλίχια καὶ παραμύθια. καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοὶ παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαστόρων ἐνίων δὲ μανικοὺς καὶ τυραννικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλʼ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτως ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι καὶ πολέμους καὶ στάσεις ταράττουσιν, ἄχρι οὗ λάβωσι καὶ τύχωσιν οὖ ἐρῶσιν. ἔνιοι δὲ τοὐναντίον ἔπαθον, ὥσπερ ἐν Κρήτῃ χρόνον συχνὸν διάγων ἔγνων ἄτοπόν τινα τελουμένην ἑορτήν, ἐν ᾗ καὶ εἴδωλον ἀνδρὸς ἀκέφαλον ἀναδεικνύουσι καὶ λέγουσιν ὡς οὗτος ἦν Μόλος ὁ Μηριόνου πατήρ, νύμφῃ δὲ πρὸς βίαν συγγενόμενος ἀκέφαλος εὑρεθείη.

As to the mysteries and secret ceremonies, by which we may more clearly than by any other means understand the nature of Daemons, let me keep a religious silence, as Herodotus says. But as to the certain feasts and direful sacrifices which are held as unfortunate and mournful days, and are celebrated by eating raw flesh and tearing the skin with the nails, or days wherein they fast and smite their breasts, and in several places utter filthy and dishonest words during the sacrifices, Wagging their heads in frantic wise, / With strange alarms and hideous cries,— / I will never think these done on any of the Gods’ account, but rather to avert, mollify, and appease the wrath and fury of some bad Daemons. For it is not likely there ever was a God that expected or required men to be sacrificed to him, as has been anciently done, or who received such kind of sacrifices with approbation. Neither must we imagine it was for nothing, that kings and great men have delivered their own children to be sacrificed, or that they sacrificed them themselves with their own hands; but they intended hereby to avert and appease the malice and rancor of some evil spirits, or to satisfy the violent and raging lusts of some, who either could not or would not enjoy them with their bodies or by their bodies. Even as Hercules besieged the city of Oechalia for a wench that was therein, so these powerful and tyrannical Daemons, requiring some human soul which is still compassed with a body, and yet not being able to satisfy their lust by the body, do therefore bring the plague and famine into towns, raise wars and seditions, till such time as they obtain and enjoy that which they love. Others, on the contrary (as I remember I observed in Crete, for I was some considerable time there) celebrate a feast in which they show the figure of a man without a head, calling it Molus, the father of Meriones, who, having violently laid hands on the Nymph, was afterwards found without a head.

καὶ μὴν ὅσας ἔν τε μύθοις καὶ ὕμνοις λέγουσι καὶ ᾄδουσι, τοῦτο μὲν ἁρπαγὰς τοῦτο δὲ πλάνας θεῶν κρύψεις τε καὶ φυγὰς καὶ λατρείας, οὐ θεῶν εἰσιν ἀλλὰ δαιμόνων παθήματα καὶ τύχαι μνημονευόμεναι διʼ ἀρετὴν καὶ δύναμιν αὐτῶν, καὶ οὔτʼ Αἰσχύλος εἶπεν ἁγνόν τʼ Ἀπόλλω φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν, οὔτʼ ὁ Σοφοκλέους Ἄδμητος οὑμὸς δʼ ἀλέκτωρ αὐτὸν ἦγε πρὸς μύλην. πλεῖστον δὲ τῆς ἀληθείας διαμαρτάνουσιν οἱ Δελφῶν θεολόγοι, νομίζοντες ἐνταῦθά ποτε πρὸς ὄφιν τῷ θεῷ περὶ τοῦ χρηστηρίου μάχην γενέσθαι, καὶ ταῦτα ποιητὰς καὶ λογογράφους ἐν θεάτροις ἀγωνιζομένους λέγειν ἐῶντες, ὥσπερ ἐπίτηδες ἀντιμαρτυροῦντας ὧν δρῶσιν ἱεροῖς τοῖς ἁγιωτάτοις. θαυμάσαντος δὲ τοῦ Φιλίππου ʽ παρῆν γὰρ ὁ συγγραφεὺσʼ καὶ πυθομένου, τίσιν ἀντιμαρτυρεῖν θείοις οἴεται τοὺς ἀγωνιζομένους· τούτοις ἔφη τοῖς περὶ τὸ χρηστήριον, οἷς ἄρτι τοὺς ἔξω Πυλῶν πάντας Ἕλληνας ἡ πόλις κατοργιάζουσα μέχρι Τεμπῶν ἐλήλακεν. ἥ τε γὰρ ἱσταμένη καλιὰς ἐνταῦθα περὶ τὴν ἅλω διʼ ἐννέα ἐτῶν οὐ φωλεώδης τοῦ δράκοντος χειά, ἀλλὰ μίμημα τυραννικῆς ἢ βασιλικῆς ἐστιν οἰκήσεως· ἥ τε μετὰ σιγῆς ἐπʼ αὐτὴν διὰ τῆς ὀνομαζομένης Δολωνίας ἔφοδος, μὴ αἰόλα δὲ τὸν ἀμφιθαλῆ κόρον ἡμμέναις δᾳσὶν ἄγουσι, καὶ προσβαλόντες τὸ πῦρ τῇ καλιάδι καὶ τὴν τράπεζαν ἀνατρέψαντες ἀνεπιστρεπτὶ φεύγουσι διὰ τῶν θυρῶν τοῦ ἱεροῦ · καὶ τελευταῖον αἳ τε πλάναι καὶ ἡ λατρεία τοῦ παιδὸς οἵ τε γιγνόμενοι περὶ τὰ Τέμπη καθαρμοὶ μεγάλου τινὸς ἄγους καὶ τολμήματος ὑποψίαν ἔχουσι. παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλωνα κτείναντα θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον, εἶτʼ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶ πραΰνοντες, οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας. ὃν δʼ ἤκουσα λόγον ἤδη περὶ τῆς φυγῆς ταύτης καὶ τῆς μεταστάσεως, ἄτοπος μὲν ἐστι δεινῶς καὶ παράδοξος· εἰ δʼ ἀληθείας τι μετέχει, μὴ μικρὸν οἰώμεθα μηδὲ κοινὸν εἶναι τὸ πραχθὲν τοῖς τότε χρόνοις περὶ τὸ χρηστήριον. ἀλλʼ ἵνα μὴ τὸ Ἐμπεδόκλειον ποιεῖν δόξω κορυφὰς ἑτέρας ἑτέρῃσι / προσάπτων μύθων, μήτε λέγειν ἀτραπὸν μίαν, / ἐάσατέ με τοῖς πρώτοις τὸ προσῆκον ἐπιθεῖναι τέλος ἤδη γὰρ ἐπʼ αὐτῷ γεγόναμεν· καὶ τετολμήσθω μετὰ πολλοὺς εἰρῆσθαι καὶ ἡμῖν, ὅτι τοῖς περὶ τὰ μαντεῖα καὶ χρηστήρια τεταγμένοις δαιμονίοις ἐκλείπουσὶ τε κομιδῇ συνεκλείπει τὰ τοιαῦτα, καὶ φυγόντων ἢ μεταστάντων ἀποβάλλει τὴν δύναμιν, εἶτα παρόντων αὐτῶν διὰ χρόνου πολλοῦ καθάπερ ὄργανα φθέγγεται τῶν χρωμένων ἐπιστάντων καὶ παρόντων.

The rapes committed on boys or girls, the long voyages, flights, banishments, and voluntary services of the Gods, which are sung by the poets, are passions fitting to be attributed not to Gods, but to Daemons, whose fortunes were recorded in memorial of their virtue and power. Neither is Aeschylus in the right, when he says, Divine Apollo banished from the sky; nor Admetus in Sophocles, saying of a God, My cock by crowing led him to the mill.

The divines of Delphi were far from the truth when they asserted that there was a combat between Apollo and a Dragon about the possession of this oracle. No less are they to blame who suffer the poets or orators in the open theatres to act or speak of such matters; whereby they seem to condemn those things which themselves perform in their sacred solemnities. Philippus (for this man was an historian, and then present in the company), wondering at what was last said, enquired what divine solemnities they contradicted and condemned who contended one against another in the theatres. Even those, quoth Cleombrotus, which concern the oracle of Delphi, by which this city has lately admitted into these ceremonies and sacrifices all the Greeks without Thermopylae, including those that dwell as far as the vale of Tempe. For the tabernacle or hut, which is set up every ninth year within the court-yard of this temple, is not a representation of the Dragon’s den, but of some king or tyrant; as likewise the assaulting of it in great silence, by the way termed Dolonia, in which they lead hither a youth whose father and mother are still living, with torches burning; and having set this tabernacle on fire and overthrown the table, they run away as fast as they are able through the doors of the temple, never looking behind them. In fine, this boy’s wanderings, together with his servile offices, and all the expiatory sacrifices about Tempe, seem to declare the commission of some horrid crime in this place. For it looks silly to affirm that Apollo, for having killed the Dragon, was forced to fly to the farthest parts of Greece to be cleansed and purified; and that he there made certain offerings and libations, as men do when they design the appeasing those vindictive spirits whom we call Alastores and Palamnaei, which is to say, the revengers of such crimes as cannot be forgotten but must have punishment. It is true, indeed, that the relation which I have heard touching this flight is very strange and wonderful; but if there be any truth in it, we must not suppose it was an ordinary and common matter which happened then about this oracle. Yet lest I should be thought, as Empedocles says, Starting new heads, to wander from the text, / And make the theme we have in hand perplext, / I entreat you to let me put a fit conclusion to my discourse (for now the time requires it), and to say what several have said before me, that when the Daemons who are appointed for the government and superintendency of oracles do fail, the oracles must of necessity fail too; and when they depart elsewhere, the divining powers must likewise cease in those places; but when they return again, after a long time, the places will begin again to speak, like musical instruments handled by those that know how to use them.

People and places in this passage

English translation by Robert Midgley (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 4, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 3, Leipzig: Teubner, 1891, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.