ταῦτα τοῦ Κλεομβρότου διελθόντος, ὁ Ἡρακλέων οὐδεὶς μέν ἔφη τῶν βεβήλων καὶ ἀμυήτων καὶ περὶ θεῶν δόξας ἀσυγκράτους ἡμῖν ἐχόντων πάρεστιν · αὐτοὶ δὲ παραφυλάττωμεν αὑτούς, ὦ Φίλιππε, μὴ λάθωμεν ἀτόπους ὑποθέσεις καὶ μεγάλας τῷ λόγῳ διδόντες. εὖ λέγεις ὁ Φίλιππος εἶπεν ἀλλὰ τί μάλιστά σε δυσωπεῖ τῶν ὑπὸ Κλεομβρότου τιθεμένων καὶ ὁ Ἡρακλέων τὸ μὲν ἐφεστάναι τοῖς χρηστηρίοις εἶπε μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι τὸ δὲ τοῖς δαίμοσι τούτοις μονονουχὶ δράγδην λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον. ἠρώτησεν οὖν ὁ Κλεόμβροτος τὸν Φίλιππον, ὅστις εἴη καὶ ὁπόθεν ὁ νεανίας· πυθόμενος δὲ τοὔνομα καὶ τὴν πόλιν οὐδʼ αὐτούς ἡμᾶς ἔφη λανθάνομεν, ὦ Ἡρακλέων, ἐν λόγοις ἀτόποις γεγονότες· ἀλλʼ οὐκ ἔστι περὶ πραγμάτων μεγάλων μὴ μεγάλαις προσχρησάμενον ἀρχαῖς ἐπὶ τὸ εἰκὸς τῇ δόξῃ προελθεῖν. σὺ δὲ σεαυτὸν λέληθας ὃ δίδως ἀφαιρούμενος· ὁμολογεῖς γὰρ εἶναι δαίμονας, τῷ δὲ μὴ φαύλους ἀξιοῦν εἶναι μηδὲ θνητοὺς οὐκέτι δαίμονας φυλάττεις· τίνι γὰρ τῶν θεῶν διαφέρουσιν, εἰ καὶ κατʼ οὐσίαν τὸ ἄφθαρτον καὶ κατʼ ἀρετὴν τὸ ἀπαθὲς καὶ ἀναμάρτητον ἔχουσι;
Cleombrotus having said thus much, Heracleon took up the discourse, saying: We have never an infidel among us, but are all agreed in our opinions touching the Gods; yet let us have a care, Philippus, lest in the heat and multiplicity of our words we unawares broach some false doctrine that may tend to impiety. Well! but, saith Philippus, I hope Cleombrotus has not said any thing which may occasion this caution. His asserting (says Heracleon) that they be not the Gods who preside over the oracles (because we are to suppose them free from all worldly care), but Daemons, or the Gods’ officers or messengers, does not scandalize me; but to attribute to these Daemons all the calamities, vexations, and plagues which happen to mortal men,—snatching these violently (we may almost say) from the verses of Empedocles,— and in the end to make them to die like them, this, in my mind, savors of bold presumption. Cleombrotus, having asked Philippus who this young man was, and being informed of his name and country, proceeded in this manner: I know very well, Heracleon, that the discourse I used may bear an absurd construction; but there is no speaking of great matters without laying first great foundations for the proof of one’s opinion. But, as for your part, you are not sensible how you contradict even that which you allow; for granting, as you do, that there be Demons, but not allowing them to be vicious and mortal, you cannot prove there are any at all. For wherein do they differ from Gods, supposing they be incorruptible and impassible and not liable to error?
πρὸς ταῦτα τοῦ Ἡρακλέωνος σιωπῇ διανοουμένου τι πρὸς αὑτὸν ἀλλὰ φαύλους μέν ἔφη δαίμονας οὐκ Ἐμπεδοκλῆς μόνον, ὦ Ἡρακλέων, ἀπέλιπεν, ἀλλὰ καὶ Πλάτων καὶ Ξενοκράτης καὶ Χρύσιππος· ἔτι δὲ Δημόκριτος, εὐχόμενος εὐλόγχων εἰδώλων τυγχάνειν, δῆλος ἦν ἕτερα δυστράπελα καὶ μοχθηρὰς γιγνώσκων ἔχοντα προαιρέσεις τινὰς καὶ ὁρμάς. περὶ δὲ θανάτου τῶν τοιούτων ἀκήκοα λόγον ἀνδρὸς οὐκ ἄφρονος οὐδʼ ἀλαζόνος. Αἰμιλιανοῦ γὰρ τοῦ ῥήτορος, οὗ καὶ ὑμῶν ἔνιοι διακηκόασιν, Ἐπιθέρσης ἦν πατήρ, ἐμὸς πολίτης καὶ διδάσκαλος γραμματικῶν. οὗτος ἔφη ποτὲ πλέων εἰς Ἰταλίαν ἐπιβῆναι νεὼς, ἐμπορικὰ χρήματα καὶ συχνοὺς ἐπιβάτας ἀγούσης· ἑσπέρας δʼ ἤδη περὶ τὰς Ἐχινάδας νήσους ἀποσβῆναι τὸ πνεῦμα, καὶ τὴν ναῦν διαφερομένην πλησίον γενέσθαι Παξῶν· ἐγρηγορέναι δὲ τοὺς πλείστους, πολλοὺς δὲ καὶ πίνειν ἔτι δεδειπνηκότας· ἐξαίφνης δὲ φωνὴν ἀπὸ τῆς νήσου τῶν Παξῶν ἀκουσθῆναι, Θαμοῦν τινος βοῇ καλοῦντος, ὥστε θαυμάζειν. ὁ δὲ Θαμοῦς Αἰγύπτιος ἦν κυβερνήτης οὐδὲ τῶν ἐμπλεόντων γνώριμος πολλοῖς; ἀπʼ ὀνόματος. δὶς μὲν οὖν κληθέντα σιωπῆσαι, τὸ δὲ τρίτον ὑπακοῦσαι τῷ καλοῦντι· κἀκεῖνον ἐπιτείνοντα τὴν φωνὴν εἰπεῖν ὁπόταν γένῃ κατὰ τὸ Παλῶδες, ἀπάγγειλον ὅτι Πὰν ὁ μέγας τέθνηκε τοῦτʼ ἀκούσαντας, ὁ Ἐπιθέρσης ἔφη, πάντας ἐκπλαγῆναι καὶ διδόντας ἑαυτοῖς λόγον εἴτε ποιῆσαι βέλτιον εἴη τὸ προστεταγμένον εἴτε μὴ πολυπραγμονεῖν ἀλλʼ ἐᾶν, οὕτω γνῶναι τὸν Θαμοῦν, εἰ μὲν εἴη πνεῦμα, παραπλεῖν ἡσυχίαν ἔχοντα, νηνεμίας δὲ καὶ γαλήνης περὶ τὸν τόπον γενομένης, ἀνειπεῖν ὃ ἤκουσεν. ὡς οὖν ἐγένετο κατὰ τὸ Παλῶδες, οὔτε πνεύματος ὄντος οὔτε κλύδωνος, ἐκ πρύμνης βλέποντα τὸν Θαμοῦν πρὸς τὴν γῆν εἰπεῖν, ὥσπερ ἤκουσεν, ὅτι Πὰν ὁ μέγας τέθνηκεν. οὐ φθῆναι δὲ παυσάμενον αὐτόν, καὶ γενέσθαι μέγαν οὐχ ἑνὸς ἀλλὰ πολλῶν στεναγμὸν ἅμα θαυμασμῷ μεμιγμένον. οἷα δὲ πολλῶν ἀνθρώπων παρόντων, ταχὺ τὸν λόγον ἐν Ῥώμῃ σκεδασθῆναι, καὶ τὸν Θαμοῦν γενέσθαι μετάπεμπτον ὑπὸ Τιβερίου Καίσαρος. οὕτω δὲ πιστεῦσαι τῷ λόγῳ τὸν Τιβέριον, ὥστε διαπυνθάνεσθαι καὶ ζητεῖν περὶ τοῦ Πανός· εἰκάζειν δὲ τοὺς περὶ αὐτὸν φιλολόγους συχνοὺς ὄντας τὸν ἐξ Ἑρμοῦ καὶ Πηνελόπης; γεγενημένον ὁ μὲν οὖν Φίλιππος εἶχε καὶ τῶν παρόντων ἐνίους μάρτυρας, Αἰμιλιανοῦ τοῦ γέροντος ἀκηκοότας.
Whilst Heracleon was musing, and studying how to answer this, Cleombrotus went on, saying: It is not only Empedocles who affirms there are bad Daemons, but even Plato, Xenocrates, and Chrysippus; yea, and Democritus, when he prayed he might meet with good spirits, which shows that he thought there were bad as well as good Daemons. And as to their mortality, I have heard it reported from a person that was neither fool nor knave, being Epitherses, the father of Aemilianus the orator, whom some of you have heard declaim. This Epitherses was my townsman and a school-master, who told me that, designing a voyage to Italy, he embarked himself on a vessel well laden both with goods and passengers. About the evening the vessel was becalmed about the Isles Echinades, whereupon their ship drove with the tide till it was carried near the Isles of Paxi; when immediately a voice was heard by most of the passengers (who were then awake, and taking a cup after supper) calling unto one Thamus, and that with so loud a voice as made all the company amazed; which Thamus was a mariner of Egypt, whose name was scarcely known in the ship. He returned no answer to the first calls; but at the third he replied, Here! here! I am the man. Then the voice said aloud to him, When you are arrived at Palodes, take care to make it known that the great God Pan is dead. Epitherses told us, this voice did much astonish all that heard it, and caused much arguing whether this voice was to be obeyed or slighted. Thamus, for his part, was resolved, if the wind permitted, to sail by the place without saying a word; but if the wind ceased and there ensued a calm, to speak and cry out as loud as he was able what he was enjoined. Being come to Palodes, there was no wind stirring, and the sea was as smooth as glass. Whereupon Thamus standing on the deck, with his face towards the land, uttered with a loud voice his message, saying, The great Pan is dead. He had no sooner said this, but they heard a dreadful noise, not only of one, but of several, who, to their thinking, groaned and lamented with a kind of astonishment. And there being many persons in the ship, an account of this was soon spread over Rome, which made Tiberius the Emperor send for Thamus; and he seemed to give such heed to what he told him, that he earnestly enquired who this Pan was; and the learned men about him gave in their judgments, that it was the son of Mercury by Penelope. There were some then in the company who declared they had heard old Aemilianus say as much.
ὁ δὲ Δημήτριος ἔφη τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα πομπῇ τοῦ βασιλέως εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας. ἀφικομένου δʼ αὐτοῦ νεωστί, σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημίας πολλὰς γενέσθαι καὶ πνεύματα καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας· ἐπεὶ δʼ ἐλώφησε, λέγειν τοὺς νησιώτας ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν. ὡς γὰρ λύχνος ἀναπτόμενος φάναι δεινὸν οὐδὲν ἔχει; σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς; καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μέν, ὡς νυνί, πνεύματα καὶ ζάλας τρέφουσι, πολλάκις δὲ λοιμικοῖς πάθεσι τὸν ἀέρα φαρμάττουσιν ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι, πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.
Demetrius then related, that about Britain there were many small and desolate islands, some of which were called the Isles of Daemons and Demi-gods; and that he himself, at the command of the Emperor, sailed to the nearest of those places for curiosity’s sake, where he found few inhabitants; but that they were all esteemed by the Britains as sacred and divine. Not long after he was arrived there, he said, the air and the weather were very foul and tempestuous, and there followed a terrible storm of wind and thunder; which at length ceasing, he says, the inhabitants told him that one of the Daemons or Demigods was deceased. For as a lamp, said he, while it is lighted, offends nobody with its scent, but when it is extinguished, it sends out such a scent as is nauseous to everybody; so these great souls, whilst they shine, are mild and gracious, without being troublesome to anybody; but when they draw to an end, they cause great storms and tempests, and not seldom infect the air with contagious distempers. They say farther, that Saturn is detained prisoner in one of those islands, and guarded by Briareus, being in a sound sleep (for that is the device to hold him captive), and that he has several of those Daemons for his valets and attendants.
ὑπολαβὼν δʼ ὁ Κλεόμβροτος ἔχω μέν ἔφη καὶ ἐγὼ τοιαῦτα διελθεῖν, ἀρκεῖ δὲ πρὸς τὴν ὑπόθεσιν τὸ μηδὲν ἐναντιοῦσθαι μηδὲ κωλύειν ἔχειν οὕτω ταῦτα. καίτοι τοὺς Στωικούς ἔφη γιγνώσκομεν οὐ μόνον κατὰ δαιμόνων ἣν λέγω δόξαν ἔχοντας, ἀλλὰ καὶ θεῶν ὄντων τοσούτων τὸ πλῆθος ἑνὶ χρωμένους ἀιδίῳ καὶ ἀφθάρτῳ· τοὺς δʼ ἄλλους καὶ γεγονέναι καὶ φθαρήσεσθαι νομίζοντας. Ἐπικουρείων δὲ χλευασμοὺς καὶ γέλωτας οὔτι φοβητέον, οἷς τολμῶσι χρῆσθαι καὶ κατὰ τῆς προνοίας μῦθον αὐτὴν συναποκαλοῦντες. ἡμεῖς δὲ τὴν ἀπειρίαν μῦθον εἶναί φαμεν ἐν κόσμοις τοσούτοις μηδένα λόγῳ θείῳ κυβερνώμενον ἔχουσαν, ἀλλὰ πάντας ἐκ ταὐτομάτου καὶ γεγονότας καὶ συνισταμένους. εἰ δὲ χρὴ γελᾶν ἐν φιλοσοφίᾳ, τὰ εἴδωλα γελαστέον τὰ κωφὰ καὶ τυφλὰ καὶ ἄψυχα, ἃ ποιμαίνουσι. ἀπλέτους ἐτῶν περιόδους ἐπιφαινόμενα καὶ περινοστοῦντα πάντῃ, τὰ μὲν ἔτι ζώντων τὰ δὲ πάλαι κατακαέντων ἢ κατασαπέντων ἀπορρυέντα, φλεδόνας καὶ σκιὰς ἕλκοντες εἰς φυσιολογίαν, ἂν δὲ φῇ τις εἶναι δαίμονας οὐ φύσει μόνον ἀλλὰ καὶ λόγοις καὶ τὸ σῴζεσθαι καὶ διαμένειν πολὺν χρόνον ἔχοντας, δυσκολαίνοντες.
Thus then spake Cleombrotus: I could, says he, relate several such stories as these; but it is sufficient that what has been said as yet does not contradict the opinion of any one here. And we all know, the Stoics believe the same as we do concerning the Daemons, and that amongst the great company of Gods which are commonly believed, there is but one who is eternal and immortal; all the rest, having been born in time, shall end by death. As to the flouts and scoffing of the Epicureans, they are not to be regarded, seeing they have the boldness to treat divine providence with as little reverence, calling it by no better a name than a mere whimsy and old wives’ fable. Whereas we, on the contrary, assert that their Infinity is fabulous and ridiculous, seeing among such endless numbers of worlds there is not one governed by reason or divine providence, they having been all made and upheld by chance. If we cannot forbear drolling even in matters of philosophy, they are most to be ridiculed who bring into their disputes of natural questions certain blind, dumb, and lifeless images, which appear they know not where nor when, which, they say, proceed from bodies, some of which are still living, and others long since dead and rotten. Now, such people’s opinions as these must needs be exploded and derided by all rational men; yet these very people shall be offended and angry at a man’s saying there be Daemons, and that they subsist both by reason and by Nature, and continue a long time.