Plutarch · On the Obsolescence of Oracles Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων

Plutarch, On the Obsolescence of Oracles 1–4: The Navel of the earth; Demetrius and Cleombrotus at Delphi; the lamp of Ammon

Plutarch tells Terentius Priscus the old story of the eagles or swans which met at the Navel, where Apollo's temple now stands. In his own time two travellers meet at Delphi, Demetrius the grammarian from Britain and Cleombrotus of Sparta, who has been to the oracle of Ammon. Cleombrotus reports that the lamp there burns less oil each year, which was taken to show that years are growing shorter, and Demetrius and Ammonius dispute the inference from the lamp to the heavens.

Sections 1–4 · 1324 words · click a number to copy its link

ἀετούς τινας ἢ κύκνους, ὦ Τερέντιε Πρῖσκε, μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνῳ τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν οὔτε γὰρ ἦν γαίης; μέσος ὀμφαλὸς; οὐδὲ θαλάσσης / εἰ δέ τις ἔστι, θεοῖς δῆλος θνητοῖσι δʼ ἄφαντος. / ἐκεῖνον μὲν οὖν εἰκότως ὁ θεὸς ἠμύνατο, μύθου παλαιοῦ καθάπερ ζωγραφήματος; ἁφῇ διαπειρώμενον.

THERE is an old story, friend Terentius Priscus, that heretofore eagles or swans, flying from the opposite bounds of the earth, met together where now stands the temple of Apollo Pythius, in the place now called the Navel; and that some while after, Epimenides the Phaestian, willing to satisfy his curiosity, enquired of the oracle of Apollo with regard to this story, but received such an answer as made him never a jot the wiser; upon which he said: No navel is there of the earth or sea: / ’Tis known to Gods alone, if one there be. / Thus fitly did the God chastise this bold enquirer into ancient traditions.

ὀλίγον δὲ πρὸ Πυθίων τῶν ἐπὶ Καλλιστράτου πρὸς ἡμᾶς ἀπὸ τῶν ἐναντίων τῆς οἰκουμένης περάτων ἔτυχον ἄνδρες ἱεροὶ δύο συνδραμόντες εἰς Δελφούς, Δημήτριος μὲν ὁ γραμματικὸς ἐκ Βρεττανίας εἰς Ταρσὸν ἀνακομιζόμενος οἴκαδε, Κλεόμβροτος δʼ ὁ Λακεδαιμόνιος, πολλὰ μὲν ἐν Αἰγύπτῳ καὶ περὶ τὴν Τρωγλοδυτικὴν γῆν πεπλανημένος, πόρρω δὲ τῆς Ἐρυθρᾶς θαλάσσης ἀναπεπλευκὼς οὐ κατʼ ἐμπορίαν, ἀλλʼ ἀνὴρ φιλοθεάμων καὶ φιλομαθὴς οὐσίαν δʼ ἔχων ἱκανὴν καὶ τὸ πλείονα τῶν ἱκανῶν ἔχειν οὐκ ἄξιον πολλοῦ ποιούμενος ἐχρῆτο τῇ σχολῇ πρὸς τὰ τοιαῦτα, καὶ συνῆγεν ἱστορίαν οἷον ὕλην φιλοσοφίας, θεολογίαν ὥσπερ αὐτὸς ἐκάλει τέλος ἐχούσης. νεωστὶ δὲ γεγονὼς παρʼ Ἄμμωνα, τὰ μὲν ἄλλα τῶν ἐκεῖ δῆλος ἦν μὴ πάνυ τεθαυμακώς, περὶ δὲ τοῦ λύχνου τοῦ ἀσβέστου διηγεῖτο λόγον ἄξιον σπουδῆς λεγόμενον ὑπὸ τῶν ἱερέων. ἀεὶ γὰρ ἔλαττον ἀναλίσκειν ἔλαιον ἔτους ἑκάστου, καὶ τοῦτο ποιεῖσθαι τεκμήριον ἐκείνους τῆς τῶν ἐνιαυτῶν ἀνωμαλίας, τὸν ἕτερον τοῦ προάγοντος ἀεὶ τῷ χρόνῳ βραχύτερον ποιούσης εἰκὸς γὰρ ἐν ἐλάττονι χρόνῳ τὸ δαπανώμενον ἔλαττον εἶναι.

But in our time, not long before the celebration of the Pythian games during the magistracy of Callistratus, there were two holy men who, coming as it were from the two opposite ends of the world, met together at the city of Delphi. The one was Demetrius the grammarian, who came from England to return to Tarsus in Cilicia, where he was born; the other, Cleombrotus the Lacedaemonian, who had been long conversant in Egypt and the Troglodytic country, and had made several voyages, as well on the Red Sea as other parts,—not as a merchant, to get money, but to improve his knowledge and enrich his mind; for he had enough to live upon, and cared for no more And he was collecting history, as the material for philosophy, the end whereof (as he called it) is theology. He, having been lately at the temple and oracle of Jupiter Ammon, seemed not much to marvel at any thing he there saw; yet he mentioned to us one particular (which he said was told him by the priest of the temple) touching the lamp that is never extinguished and spendeth less every year than the former. Whence they conjectured an inequality of years, whereby each year was shorter than the preceding.

θαυμασάντων δέ τῶν παρόντων, τοῦ δὲ Δημητρίου καὶ γελοῖον φήσαντος εἶναι ἀπὸ μικρῶν πραγμάτων οὕτω μεγάλα θηρᾶν, οὐ κατʼ Ἀλκαῖον ἐξ ὄνυχος τὸν λέοντα γράφοντας, ἀλλὰ θρυαλλίδι καὶ λύχνῳ τὸν οὐρανὸν ὁμοῦ τι σύμπαντα μεθιστάντας καὶ τὴν μαθηματικὴν ἄρδην ἀναιροῦντας· ὁ Κλεόμβροτος οὐδέν ἔφη τούτων διαταράξει τοὺς ἄνδρας ἀλλὰ τοῖς μαθηματικοῖς οὐχ ὑφήσονται τῆς ἀκριβείας, ὡς μᾶλλον ἂν ἐκείνους διαφυγόντα τὸν χρόνον ἐν κινήσεσι καὶ περιόδοις οὕτω μακρὰν ἀφεστώσαις, ἢ τὸ μέτρον αὐτοὺς τοῦ ἐλαίου προσέχοντας ἀεὶ διὰ τὴν ἀτοπίαν τῷ παραλόγῳ καὶ παραφυλάττοντας. τὸ δὲ μικρὰ μὴ διδόναι σημεῖα γίγνεσθαι μεγάλων, ὦ Δημήτριε, πολλαῖς ἐστι τέχναις ἐμποδών· ἐπεὶ καὶ πολλῶν μὲν ἀποδείξεις παραιρεῖσθαι συμβήσεται πολλῶν δὲ προαγορεύσεις. καίτοι καὶ ὑμεῖς οὐ μικρὸν ἀποδείκνυτε πρᾶγμα, λεαίνεσθαι ξυρῷ τὰ σώματα τοὺς ἥρωας, ἐντυχόντες παρʼ Ὁμήρῳ ξυρὸν ὀνομάσαντι καὶ δανείζειν ἐπὶ τόκοις, ὅτι που χρέος ὀφέλλεσθαι φησὶν οὔτι νέον οὐδʼ ὀλίγον,ʼ ὡς τοῦ ὀφέλλεσθαι τὸ αὔξεσθαι δηλοῦντος. αὖθις δὲ τὴν νύκτα θοήν εἰπόντος, ἀγαπητῶς ἐμφύεσθε τῷ ῥήματι καὶ τοῦτʼ ἐκεῖνό φατε, φράζεσθαι τὴν σκιὰν τῆς γῆς ὑπʼ αὐτοῦ κωνικήν, οὖσαν ἀπὸ σφαιροειδοῦς. ἰατρικὴν δὲ λοιμῶδες θέρος ἀραχνίων πλήθει προδηλοῦν, καὶ θρίοις ἐαρινοῖς ὅταν κορώνης ποδὶ εἴκελα γένηται, τίς ἐάσει τῶν ἀξιούντων μικρὰ σημεῖα μὴ γίγνεσθαι τῶν μεγάλων; τίς δʼ ἀνέξεται πρὸς χοῦν καὶ κοτύλην ὕδατος τὸ τοῦ ἡλίου μέγεθος μετρούμενον, ἢ τῆς ἐνταῦθα πλινθίδος, ἣν ποιεῖ γωνίαν ὀξεῖαν κεκλιμένην πρὸς τὸ ἐπίπεδον, μέτρον εἶναι λεγομένην τοῦ ἐξάρματος, ὃ ἐξῆρται τῶν πόλων ὁ ἀεὶ φανερὸς ἀπὸ τοῦ ὁρίζοντος; ταῦτα γὰρ ἦν ἀκούειν τῶν ἐκεῖ προφητῶν. ὥστʼ ἄλλο τι λέγωμεν πρὸς αὐτούς, εἰ βουλόμεθα τῷ ἡλίῳ κατὰ τὰ πάτρια τὴν νενομισμένην τάξιν ἀπαράβατον ποιεῖν.

This discourse was much wondered at by the company, and Demetrius amongst the rest affirmed it unreasonable to ground the knowledge of such great matters on such slight and trivial conjectures; for this was not (as Alcacus said) to paint the lion from the measure of his claw, but to change and disorder the motions of celestial bodies for the sake of a lamp or the snuff of a candle, and to overthrow at one stroke all the mathematical sciences. These men, replied Cleombrotus, will not be moved by what you say; for first, they will not yield to mathematicians in point of certainty, seeing they may be more easily mistaken in their comprehension of time, it being so slippery in its motions and with such distant periods, than these men in the measures of their oil, about which they are so exact and careful because of the strangeness of the thing. Moreover, Demetrius, by denying that small things are oft the signs and indications of great, must prejudice several arts and sciences, and deprive them of the proofs of several conclusions and predictions. And yet you grammarians will needs vouch that the Demi-gods and princes at the Trojan war shaved with razors, because you find in Homer the mention of such an instrument; that also usury was then in fashion, because he says in one place, A debt is due me neither new nor small, where you interpret ὀγελλεται to mean increases. And again, when he calls the night quick and sharp, you will needs have him to mean by this word, that the shadow of the earth being round groweth sharp at the end like the body of a cone. Again, who is he that, denying small things to be the signs and proofs of great, will allow what physicians tell us, namely, that we may prognosticate a pestilent summer when great numbers of spiders are seen, and also when the fig leaves in the spring resemble crows’ feet? And who will permit us to measure the greatness of the sun’s body by a pint or gallon of water, or will grant that a small table like a, making a sharp angle leaning on a plane superficies, can show the just measure of the elevation of the pole from the horizon which is ever to be seen in our hemisphere? And this is what the priests may allege in favor of what they affirm; so that we must offer other arguments against them, if we will maintain the course of the sun to be fixed and unchangeable, as we here hold it to be.

παρὼν οὖν ἀνεφώνησεν Ἀμμώνιος ὁ φιλόσοφος οὐ τῷ ἡλίῳ μόνον εἰπεῖν, ἀλλὰ τῷ οὐρανῷ παντί. συστέλλεσθαι γὰρ ἀνάγκη τὴν ἀπὸ τροπῶν ἐπὶ τροπὰς πάροδον αὐτοῦ καὶ μὴ διαμένειν τηλικοῦτο μέρος οὖσαν τοῦ ὁρίζοντος ἡλίκον οἱ μαθηματικοὶ λέγουσιν, ἀλλʼ ἐλάττονα γίγνεσθαι, ἀεὶ πρὸς τὰ βόρεια τῶν νοτίων συναγωγὴν λαμβανόντων, καὶ τὸ θέρος ἡμῖν βραχύτερον καὶ ψυχροτέραν εἶναι τὴν κρᾶσιν, ἐνδοτέρω κάμπτοντος αὐτοῦ καὶ μειζόνων παραλλήλων ἐφαπτομένου τοῖς τροπικοῖς σημείοις· ἔτι δὲ τοὺς μὲν ἐν Συήνῃ γνώμονας ἀσκίους μηκέτι φαίνεσθαι περὶ τροπὰς θερινὰς πολλοὺς δὲ ὑποδεδραμηκέναι τῶν ἀπλανῶν ἀστέρων, ἐνίους δὲ ψαύειν καὶ συγκεχύσθαι πρὸς ἀλλήλους, τοῦ διαστήματος; ἐκλελοιπότος. εἰ δʼ αὖ φήσουσι τῶν ἄλλων ὁμοίως ἐχόντων ἀτακτεῖν ταῖς κινήσεσι τὸν ἥλιον, οὔτε τὴν μόνον τοῦτον ἐκ τοσούτων ἐπιταχύνουσαν αἰτίαν εἰπεῖν ἕξουσι καὶ τὰ πολλὰ τῶν φαινομένων συνταράξουσι, τὰ δὲ πρὸς σελήνην καὶ παντάπασιν, ὥστε μὴ δεῖσθαι μέτρων ἐλαίου τὴν διαφορὰν ἐλεγχόντων. αἱ γὰρ ἐκλείψεις ἐλέγξουσιν αὐτοῦ τε τῇ σελήνῃ πλεονάκις ἐπιβάλλοντος καὶ τῆς σελήνης τῇ τῆς γῆς σκιᾷ, τὰ δʼ ἄλλα δῆλα καὶ οὐδὲν δεῖ περαιτέρω τὴν ἀλαζονείαν τοῦ λόγου διελίττειν. ἀλλὰ μήν ὁ Κλεόμβροτος ἔφη καὶ τὸ μέτρον αὐτὸς εἶδον· πολλὰ γὰρ ἐδείκνυσαν τὸ δʼ ἐπέτειον ἀπέδει τῶν παλαιοτάτων οὐκ ὀλίγον. ὑπολαβὼν δʼ αὖθις ὁ Ἀμμώνιος εἶτα τοὺς ἄλλους ἀνθρώπους εἶπεν ἔλαθε παρʼ οἷς ἄσβεστα θεραπεύεται πυρὰ καὶ σῴζεται χρόνον ἐτῶν ὡς ἔπος εἰπεῖν ἄπειρον; εἰ δʼ οὖν ὑπόθοιτό τις ἀληθὲς εἶναι τὸ λεγόμενον, οὐ βέλτιόν ἐστι ψυχρότητας αἰτιᾶσθαί τινας καὶ ὑγρότητας ἀέρων, ὑφʼ ὧν τὸ πῦρ μαραινόμενον εἰκός ἐστι μὴ κρατεῖν πολλῆς μηδὲ δεῖσθαι τροφῆς, ἢ τοὐναντίον ξηρότητας καὶ θερμότητας; ἤδη γὰρ ἀκήκοα λεγόντων τινῶν περὶ τοῦ πυρός, ὡς ἐν χειμῶνι κάεται βέλτιον ὑπὸ ῥώμης εἰς αὑτὸ συστελλόμενον τῇ ψυχρότητι καὶ πυκνούμενον, ἐν δὲ τοῖς αὐχμοῖς ἐξασθενεῖ καὶ γίγνεται μανὸν καὶ ἄτονον, κἂν ἐν ἡλίῳ κάηται, χεῖρον ἐργάζεται, καὶ τῆς ὕλης ἅπτεται μαλακῶς καὶ καταναλίσκει βράδιον. μάλιστα δʼ ἄν τις εἰς αὐτὸ τὴν αἰτίαν ἐπανάγοι τοὔλαιον· οὐ γὰρ ἀπεικὸς ἐστι πάλαι μὲν ἄτροφον καὶ ὑδατῶδες εἶναι, γεννώμενον ἐκ φυτάδος νέας, ὕστερον δὲ πεπτόμενον ἐν τελείοις καὶ συνιστάμενον ἀπὸ πλήθους ἴσου μᾶλον ἰσχύειν καὶ τρέφειν· βέλτιον, εἰ δεῖ τοῖς Ἀμμωνίοις ἀνασῴζειν καίπερ ἄτοπον καὶ ἀλλόκοτον οὖσαν τὴν ὑπόθεσιν.

Not only of the sun, cried out aloud the philosopher Ammonius, who was there present, but also of the whole heaven; for, if the years really decrease, the passage which the sun makes from one tropic to another must of necessity be shortened, so that it shall not take up so great a part of the horizon as the mathematicians do imagine, but become less and shorter as the southern part approaches the northern. Whence consequently the summer will fall out to be shorter and the temperature of the air colder, by reason of the sun’s turning more inwardly, and describing greater parallels within the signs of the tropics than it now does in the longest day in summer and the shortest in winter. It would moreover also follow, that the pins of the dials in the city of Syene will no longer appear shadowless at the summer solstice, and some fixed stars will run under the horizon, and others against one another, for want of room. And should it be alleged that all the other celestial bodies keep their courses and ordinary motions without any change, they will never be able to cite any cause which shall hasten his motion alone above all the rest; but they will be forced to confound and disorder all evident appearances which do clearly show themselves to our eyes, and especially those of the moon. So that there will be no need of observing these measures of oil to know the difference of the years; because the eclipses will do this, if there be any, seeing the sun does oft meet with the moon, and the moon as oft falls within the shadow of the earth; so that we need not any longer hold arguing on this matter.

But, says Cleombrotus, I myself have seen the measure of the oil, for they have shown it several years; but that of the present is far less than that of ancient times. Unto which Ammonius answered: How comes it to pass then that other people who have an inextinguishable fire in veneration, and have preserved it even time out of mind, could never remark this? And granting what you say concerning this measure of oil, is it not better to attribute the cause of this to some coldness or dampness of air; or, on the contrary, to some heat or dryness, by which the fire in the lamp being weakened needs not so much nourishment, and could not consume the same quantity? For it is well known that fire burns better in winter than in summer, its heat being drawn in and enclosed by the cold; whereas in great heats and dry weather it is weakened, lying dead and languishing without any strength; and if it be kindled in the sunshine, its efficacy is small, for it hardly catches hold of the wood, and slowly consumes the fuel. But we may with greater probability attribute the circumstance of the oil to the oil itself; for oil formerly was of less nutriment, as squeezed out of olives which grew upon young trees; but being since better ordered, as coming of plants more fully grown, it must needs be more effectual to the nourishing and keeping of the fire. And this is the best way of saving the credit of the Ammonian priests in their supposition, which will not endure the test of reason.

People and places in this passage

English translation by Robert Midgley (1874). Original text: William W. Goodwin (ed.), Plutarch's Morals, translated from the Greek by several hands, vol. 4, Boston: Little, Brown and Company; Cambridge: Press of John Wilson and Son, 1874 (Greek text: Gregorius N. Bernardakis, Plutarchi Chaeronensis Moralia, vol. 3, Leipzig: Teubner, 1891, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

On the Obsolescence of Oracles 1–4: The Navel of the earth