οἱ μέντοι δοξάζοντες ἕνα καὶ τὸν αὐτὸν θεὸν εἶναι, εἰκότως Ἀπόλλωνι καὶ γῇ κοινῶς ἀνέθεσαν τὸ χρηστήριον, οἰόμενοι τὴν διάθεσιν καὶ κρᾶσιν ἐμποιεῖν τῇ γῇ τὸν ἥλιον, ἀφʼ ἧς ἐκφέρεσθαι τὰς μαντικὰς ἀναθυμιάσεις. αὐτὴν μὲν οὖν τὴν γῆν ὥσπερ Ἡσίοδος ἐνίων φιλοσόφων βέλτιον διανοηθεὶς πάντων ἕδος ἀσφαλές προσεῖπεν, οὕτω καὶ ἡμεῖς καὶ ἀίδιον καὶ ἄφθαρτον νομίζομεν τῶν δὲ περὶ αὐτὴν δυνάμεων πῆ μὲν ἐκλείψεις πῆ δὲ γενέσεις ἀλλαχοῦ δὲ μεταστάσεις καὶ μεταρροίας ἀλλαχόθεν εἰκός ἐστι συμβαίνειν, καὶ κυκλεῖν ἐν αὐτῇ τὰς τοιαύτας ἐν τῷ χρόνῳ παντὶ πολλάκις περιόδους ὡς ἔστι τεκμαίρεσθαι τοῖς φαινομένοις. λιμνῶν τε γὰρ γεγόνασι καὶ ποταμῶν, ἔτι δὲ πλείονες ναμάτων θερμῶν ὅπου μὲν ἐκλείψεις καὶ φθοραὶ παντάπασιν, ὅπου δʼ οἷον ἀποδράσεις καὶ καταδύσεις· εἶτα πάλιν ἥκει διὰ χρόνων. ἐπιφαινόμενα τοῖς αὐτοῖς τόποις ἢ πλησίον ὑπορρέοντα· καὶ μετάλλων ἴσμεν ἐξαμαυρώσεις γεγονέναι καινάς, ὡς τῶν περὶ τὴν Ἀττικὴν ἀργυρείων καὶ τῆς ἐν Εὐβοίᾳ χαλκίτιδος ἐξ ἧς ἐδημιουργεῖτο τὰ ψυχρήλατα τῶν ξιφῶν, ὡς Αἰσχύλος εἴρηκε λαβὼν γὰρ αὐτόθηκτον Εὐβοικὸν ξίφος· τῇ δʼ ἐν Καρύστῳ πέτρᾳ χρόνος οὐ πολὺς ἀφʼ οὗ πέπαυται μηρύματα λίθων μαλακὰ νηματώδη συνεκφέρουσα. καὶ γὰρ ὑμῶν ἑωρακέναι τινὰς οἴομαι χειρόμακτρα καὶ δίκτυα καὶ κεκρυφάλους ἐκεῖθεν οὔτι περικαομένους· ἀλλʼ ὅσʼ ἂν ῥυπανθῇ χρωμένων, ἐμβαλόντες εἰς φλόγα λαμπρὰ καὶ διαφανῆ κομίζονται νῦν δʼ ἠφάνισται καὶ μόλις οἷον ἶνες ἢ τρίχες ἀραιαὶ διατρέχουσιν ἐν τοῖς μετάλλοις.
Those then that imagined that both were one and the same God have with good reason dedicated and consecrated this oracle to Apollo and to the earth, deeming it to be the sun which imprinted this temperature and disposition on the earth, from whence arose this predictive exhalation. For as Hesiod, with far better reason than other philosophers, calls the earth The well-fixed seat of all things; so do we esteem it eternal, immortal, and incorruptible. But as to the virtues and faculties which are in it, we believe that some fail in one place, and spring up anew in another. It seems also (for so some experiments incline us to conjecture) that these transitions, changes, and revolutions in process of time do circulate and return to the same place, and begin again where they left off. In some countries we see lakes and whole rivers and not a few fountains and springs of hot waters have sometimes failed and been entirely lost, and at others have fled and absconded themselves, being hidden and concealed under the earth; but perhaps some years after do appear again in the same place, or else run hard by. And so of metal mines, some have been quite exhausted, as the silver ones about Attica; and the same has happened to the veins of brass ore in Euboea, of which the best blades were made and hardened in cold water, as the poet Aeschylus tells us, Taking his sword, a right Euboean blade. It is not long since the quarry of Carystus has ceased to yield a certain soft stone, which was wont to be drawn into a fine thread; for I suppose some here have seen towels, net-work, and coifs woven of that thread, which could not be burnt; but when they were soiled with using, people flung them into the fire, and took them thence white and clean, the fire only purifying them. But all this is vanished; and there is nothing but some few fibres or hairy threads, lying up and down scatteringly in the grain of the stones, to be seen now in the quarry.
καίτοι πάντων τούτων οἱ περὶ Ἀριστοτέλην δημιουργὸν ἐν τῇ γῇ τὴν ἀναθυμίασιν ἀποφαίνουσιν, ᾗ καὶ συνεκλείπειν καὶ συμμεθίστασθαι καὶ συνεξανθεῖν πάλιν τὰς τοιαύτας φύσεις ἀναγκαῖόν ἐστι. ταὐτὰ δὴ περὶ μαντικῶν πνευμάτων διανοητέον, ὡς οὐκ ἐχόντων ἀίδιον οὐδʼ ἀγήρων τὴν δύναμιν ἀλλʼ ὑποκειμένην μεταβολαῖς. καὶ γὰρ ὄμβρους ὑπερβάλλοντας εἰκός ἐστι κατασβεννύναι καὶ κεραυνῶν ἐμπεσόντων διαφορεῖσθαι, μάλιστα δὲ τῆς γῆς ὑποσάλου γιγνομένης καὶ λαμβανούσης ἱζήματα καὶ σύγχωσιν ἐν βάθει, μεθίστασθαι τὰς ἀναθυμιάσεις ἢ τυφλοῦσθαι τὸ παράπαν, ὥσπερ ἐνταῦθά φασι παραμένειν τὰ περὶ τὸν μέγαν σεισμόν, ὃς καὶ τὴν πόλιν ἀνέτρεψεν. ἐν δʼ Ὀρχομενῷ λέγουσι λοιμοῦ γενομένου πολλοὺς μὲν ἀνθρώπους διαφθαρῆναι τὸ δὲ τοῦ Τειρεσίου χρηστήριον ἐκλιπεῖν παντάπασι καὶ μέχρι τοῦ νῦν ἀργὸν διαμένειν καὶ ἄναυδον. εἰ δὲ καὶ τοῖς περὶ Κιλικίαν ὅμοια συμβέβηκε παθεῖν, ὡς ἀκούομεν, οὐδεὶς· ἂν ἡμῖν, ὦ Δημήτριε, σοῦ φράσειε σαφέστερον.
Aristotle and his followers affirm that all this proceeds from an exhalation within the earth, and when this fails or removes to another place, or revives and recovers itself again, the phenomena proceeding from them do so too. The same must we say of the prophetical exhalations which spring from the earth, that their virtue also is not immortal, but may wax old and decay; for it is not unlikely that great floods of rain and showers do extinguish them, and that the claps of thunder do dissipate them; or else (which I look upon to be the principal cause) they are sunk lower into the earth or utterly destroyed by the shock of earthquakes and the confusion that attends them, as here in this place there still remain the tragical monuments of that great earthquake that overthrew the city. And in the town of Orchomenus, they say, when the pestilence carried away such multitudes of people, the oracle of Tiresias of a sudden ceased, and remains mute to this day. And whether the like has not happened to the oracles in Cilicia, as we have heard it hath, no man can better inform us than you, Demetrius.
καὶ ὁ Δημήτριος οὐκ οἶδʼ ἔγωγε τά γε νῦν ἀποδημῶ γάρ, ὡς ἴστε, πάμπολυν ἤδη χρόνον· ἔτι δʼ ἤκμαζεν ἐμοῦ παρόντος καὶ τὸ Μόψου καὶ τὸ Ἀμφιλόχου μαντεῖον. ἔχω δʼ εἰπεῖν τῷ Μόψου παραγενόμενος πρᾶγμα θαυμασιώτατον. ὁ γὰρ ἡγεμὼν τῆς Κιλικίας αὐτὸς μὲν ἀμφίδοξος ὢν ἔτι πρὸς τὰ θεῖα, διʼ ἀσθένειαν ἀπιστίας οἶμαι τἄλλα γὰρ ἦν ὑβριστὴς καὶ φαῦλος ἔχων δὲ περὶ αὑτὸν Ἐπικουρείους τινὰς τῶν καλῶν δὴ καὶ φυσιολόγων ἐνυβρίζοντας, ὡς αὐτοὶ λέγουσι, τοῖς τοιούτοις, εἰσέπεμψεν ἀπελεύθερον οἷον εἰς πολεμίων κατάσκοπον ἐνσκευάσας, ἔχοντα κατεσφραγισμένην δέλτον, ἐν ᾗ τὸ ἐρώτημʼ ἦν ἐγγεγραμμένον, οὐδενὸς εἰδότος. ἐννυχεύσας οὖν ὁ ἄνθρωπος ὥσπερ ἔθος ἐστὶ τῷ σηκῷ, καὶ κατακοιμηθεὶς ἀπήγγειλε μεθʼ ἡμέραν ἐνύπνιον τοιοῦτον. ἄνθρωπον ἔδοξεν αὑτῷ καλὸν ἐπιστάντα φθέγξασθαι τοσοῦτον μέλανα καὶ πλέον οὐδὲν ἀλλʼ εὐθὺς οἴχεσθαι. τοῦθʼ ἡμῖν μὲν ἄτοπον ἐφάνη καὶ πολλὴν ἀπορίαν παρέσχεν ὁ δʼ ἡγεμὼν ἐκεῖνος ἐξεπλάγη καὶ προσεκύνησεν, καὶ τὴν δέλτον ἀνοίξας ἐπεδείκνυεν ἐρώτημα τοιοῦτο γεγραμμένον πότερόν σοι λευκὸν ἢ μέλανα θύσω ταῦρον;ʼ ὥστε καὶ τοὺς Ἐπικουρείους διατραπῆναι, κἀκεῖνον αὐτὸν τήν τε θυσίαν ἐπιτελεῖν καὶ σέβεσθαι διά τέλους τὸν Μόψον.
I cannot tell, says Demetrius, how things are at present in those parts, for you all know I have been long absent from thence; but when I was there, both that of Mopsus and of Amphilochus flourished and were in great esteem. And as to the oracle of Mopsus, I can from my own knowledge tell you a strange story about it. The Governor of Cicilia was a man inclining to scepticism about the Gods,—through the infirmity of his unbelief, I think, for otherwise he was an oppressor and a worthless man,—and he had about him several Epicureans, who are wont to mock at the belief of such things as seem contrary to reason, as they themselves say, standing much upon their goodly natural philosophy. He sent a freed servant of his to the oracle, like a spy into an enemy’s camp, with a letter sealed, wherein was the question he was to ask the oracle, nobody knowing the contents thereof. This man then, as the custom of the place is, remaining all night in the temple-porch asleep, related the next morning the dream which he had; for he thought he saw a very handsome man stand before him, who said only this word, Black, to him, and nothing else, for he vanished away immediately. This seemed to us very impertinent, though we could not tell what to make of it; but the governor marvelled at it, and was so nettled with it, that he had the oracle in great veneration ever since; for, opening the letter, he showed this question which was therein: Shall I sacrifice to thee a white bull or a black? Which dashed his Epicureans quite out of countenance, and he offered the sacrifice required, and to the day of his death continued a devout admirer of Mopsus.
ὁ μὲν οὖν Δημήτριος ταῦτʼ εἰπὼν ἐσιώπησεν· ἐγὼ δὲ βουλόμενος ὥσπερ τι κεφάλαιον ἐπιθεῖναι τῷ λόγῳ, πρὸς τὸν Φίλιππον αὖθις ἀπέβλεψα καὶ τὸν Ἀμμώνιον ὁμοῦ καθημένους. ἔδοξαν οὖν μοι βούλεσθαί τι διαλεχθῆναι καὶ πάλιν ἐπέσχον. ὁ δʼ Ἀμμώνιος ἔχει μέν ἔφη καὶ Φίλιππος, ὦ Λαμπρία, περὶ τῶν εἰρημένων εἰπεῖν· οἴεται γὰρ ὥσπερ οἱ πολλοὶ καὶ αὐτὸς οὐχ ἕτερον εἶναι τὸν Ἀπόλλωνα θεὸν ἀλλὰ τῷ ἡλίῳ τὸν αὐτόν. ἡ δʼ ἐμὴ μείζων ἀπορία καὶ περὶ μειζόνων · ἄρτι γὰρ οὐκ οἶδʼ ὅπως τῷ λόγῳ παρεχωρήσαμεν ἐκ τῶν θεῶν τὴν μαντικὴν ἐς δαίμονας ἀτεχνῶς ἀποδιοπομπουμένῳ νυνὶ δέ μοι δοκοῦμεν αὐτοὺς πάλιν ἐκείνους ἐξωθεῖν καὶ ἀπελαύνειν ἐνθένδε τοῦ χρηστηρίου καὶ τοῦ τρίποδος, εἰς πνεύματα καὶ ἀτμοὺς καὶ ἀναθυμιάσεις τὴν τῆς μαντικῆς ἀρχὴν μᾶλλον δὲ τὴν οὐσίαν αὐτὴν καὶ τὴν δύναμιν ἀναλύοντες. αἱ γὰρ εἰρημέναι κράσεις καὶ θερμότητες αὗται καὶ στομώσεις, ὅσῳ μᾶλλον ἀπάγουσι τὴν δόξαν ἀπὸ τῶν θεῶν καί τινα τοιοῦτον ἐπιβάλλουσι τῆς αἰτίας ἐπιλογισμόν, οἵῳ ποιεῖ τὸν Κύκλωπα χρώμενον Εὐριπίδης, ἡ γῆ δʼ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, / τίκτουσα ποίαν τἀμὰ πιαίνει βοτά. / πλὴν ἐκεῖνος μὲν οὔ φησι θύειν θεοῖς ἀλλʼ ἑαυτῷ καὶ τῇ μεγίστῃ γαστρὶ δαιμόνων ἡμεῖς δὲ καὶ θύομεν καὶ προσευχόμεθα τί παθόντες ἐπὶ τοῖς χρηστηρίοις, εἰ δύναμιν μὲν ἐν ἑαυταῖς μαντικὴν αἱ ψυχαὶ κομίζουσιν, ἡ δὲ κινοῦσα ταύτην ἀέρος τίς ἐστι κρᾶσις ἢ πνεύματος; αἱ δὲ τῶν ἱερείων κατασπείσεις τί βούλονται, καὶ τὸ μὴ θεμιστεύειν, ἐὰν μὴ τὸ ἱερεῖον ὅλον ἐξ ἄκρων σφυρῶν ὑπότρομον γένηται καὶ κραδανθῇ κατασπενδόμενον; οὐ γὰρ ἀρκεῖ τὸ διασεῖσαι τὴν κεφαλὴν ὥσπερ ἐν ταῖς ἄλλαις θυσίαις, ἀλλὰ πᾶσι δεῖ τοῖς μέρεσι τὸν σάλον ὁμοῦ καὶ τὸν παλμὸν ἐγγενέσθαι μετὰ ψόφου τρομώδους ἐὰν γὰρ μὴ τοῦτο γένηται, τὸ μαντεῖον οὔ φασι χρηματίζειν οὐδʼ εἰσάγουσι τὴν Πυθίαν. καίτοι θεῷ μὲν ἢ δαίμονι αἰτίαν τὴν πλείστην ἀνατιθέντας εἰκός ἐστι ταῦτα ποιεῖν καὶ νομίζειν· ὡς δὲ σὺ λέγεις, οὐκ εἰκός· ἡ γὰρ ἀναθυμίασις, ἄν τε πτοῆται τὸ ἱερεῖον ἄν τε μή, παροῦσα ποιήσει τὸν ἐνθουσιασμὸν καὶ διαθήσει τὴν ψυχὴν ὁμοίως οὐ τῆς Πυθίας μόνον, ἀλλὰ κἂν τοῦ τυχόντος ἅψηται σώματος. ὅθεν εὔηθές ἐστι τὸ μιᾷ γυναικὶ πρὸς τὰ μαντεῖα χρῆσθαι, καὶ ταύτῃ παρέχειν πράγματα φυλάττοντας ἁγνὴν διὰ βίου καὶ καθαρεύουσαν. ὁ γὰρ Κορήτας ἐκεῖνος, ὃν Δελφοὶ λέγουσι πρῶτον ἐμπεσόντα τῆς περὶ τὸν τόπον δυνάμεως αἴσθησιν παρασχεῖν, οὐδὲν οἶμαι διέφερε τῶν ἄλλων αἰπόλων καὶ ποιμένων εἴ γε δὴ τοῦτο μὴ μῦθός ἐστι μηδὲ πλάσμα κενόν, ὡς ἔγωγʼ ἡγοῦμαι. καὶ λογιζόμενος πηλίκων ἀγαθῶν τουτὶ τὸ μαντεῖον αἴτιον γέγονε τοῖς Ἕλλησιν ἔν τε πολέμοις καὶ κτίσεσι πόλεων ἔν τε λοιμοῖς καὶ καρπῶν ἀφορίαις, δεινὸν ἡγοῦμαι μὴ θεῷ καὶ προνοίᾳ τὴν εὕρεσιν αὐτοῦ καὶ ἀρχὴν ἀλλὰ τῷ κατὰ τύχην καὶ αὐτομάτως ἀνατίθεσθαι. πρὸς δὴ ταῦτʼ εἶπε τὸν Λαμπρίαν βούλομαι διαλεχθῆναι περιμενεῖς δέ;ʼ πάνυ μὲν οὖν ὁ Φίλιππος ἔφη καὶ πάντες οὗτοι· πάντας γὰρ ἡμᾶς ὁ λόγος κεκίνηκε.
When Demetrius had given us this relation, he held his peace. And I, being desirous to put an end to this conference, cast mine eyes on Philippus and Ammonius, who sat together; and they, I thought, looked as if they had something to say to me, and therefore I kept silent. With that Ammonius: Philippus hath something to offer, Lamprias, touching what hath been debated; for he thinks, as well as other folks, that Apollo and the sun are the same God. But the question which I propose is of greater consequence; for just now in our discourse we have taken away divination from the Gods, and openly attributed it to the Daemons, and now we are for excluding them also, and dispossessing them of the oracle and three-footed stool, referring the cause, or rather the nature and essence, of divination to exhalations, winds, and vapors; for these opinions carry us still farther off from the Gods, introducing such a cause of this event as Euripides makes Polyphemus to allege: The earth by force, whether she will or no / Does for my cattle make the grass to grow. / Yet he says that he sacrificed his herds, not to the Gods, but to himself and his own belly, the greatest of all Daemons; whereas we offer them sacrifices and prayers to obtain an answer from their oracles; but to what purpose, if it be true that souls are naturally endued with the faculty of prediction, and that the chief cause that excites this faculty and virtue is a certain temperature of air and winds? And what signifies then the sacred institutions and setting apart these religious prophetesses, for the giving of answers? And why do they return no answer at all, unless the sacrifice tremble all over, even from the very feet, whilst the wine is poured on its head? For it is not enough to wag the head, as other beasts do which are appointed for sacrifices; but this quaking and shivering must be universal throughout all parts of the body, and that with a trembling noise; for if this be not done, they say that the oracle will give no answer, neither is the priestess even introduced. For it is very proper and suitable for them to do and believe thus who ascribe the impulses of prophetical inspiration either to a God or a Daemon, but by no means for those that are of your opinion. For the exhalation which springeth out of the ground, whether the beast tremble or not, will always, if it be present, cause a ravishment and transport of spirit, and dispose the soul alike, not only of Pythia, but of any one else that first cometh or is presented. And it must needs seem absurd to set apart one certain woman for the delivery of these oracles, and to oblige her to virginity and chastity all her days, when the thing is referred to such a cause. For as to that Coretas, whom the Delphians will needs have to be the first that happened to fall upon this chink or crevice of the ground, and gave the first proof of the virtue of the place,—he, I say, seems to me not at all to differ from other herdsmen or shepherds, supposing what is reported of him to be true, as I believe it is not. And truly, when I call to mind of what benefit this oracle has been unto the Greeks, not only in their wars and building of cities, but also in the stresses of plague and famine, methinks it is very unfit to refer its invention and original unto mere chance, rather than to God and divine providence. But I would willingly have you, Lamprias, says he, to speak on this point, and I pray you, Philippus, to have patience a while. With all my heart, replied Philippus, and I dare undertake the same for all the company.