Aristophanes · The Wasps Σφῆκες

Aristophanes, The Wasps 760–890a: Episode: a court at home

Bdelycleon proposes that Philocleon sit in judgement at home on the maids and slaves, where he may fine them a drachma, sit in the sun and be paid. The old man gives in, though he complains of being cheated of an obol by Lysistratus with mullet scales. Bdelycleon brings out the properties of a court, a fire and gruel, the cock and the shrine of Lycus, and the chorus join in prayer for the new court.

Lines 760–890a · 1182 words · click a number to copy its link
Βδελυκλέων 760ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ. Φιλοκλέων τί σοι πίθωμαι; λέγʼ ὅ τι βούλει πλὴν ἑνός. Βδελυκλέων ποίου; φέρʼ ἴδω. Φιλοκλέων τοῦ μὴ δικάζειν. τοῦτο δὲ Ἅιδης διακρινεῖ πρότερον ἢ ʼγὼ πείσομαι.

BDELYCLEON O father, father, by the Gods comply.

PHILOCLEON Comply with what? name any wish, save one.

BDELYCLEON Save what, I prithee?

PHILOCLEON Not to judge; but that Hades shall settle ere my soul comply.

Βδελυκλέων 764σὺ δʼ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν, 765ἐκεῖσε μὲν μηκέτι βάδιζʼ, ἀλλʼ ἐνθάδε αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις. Φιλοκλέων περὶ τοῦ; τί ληρεῖς; Βδελυκλέων ταὔθʼ ἅπερ ἐκεῖ πράττεται· ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ, ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην. 770πάντως δὲ κἀκεῖ ταῦτʼ ἔδρας ἑκάστοτε. καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ ἕλη κατʼ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον· ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος· ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός, 775οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι. Φιλοκλέων τουτί μʼ ἀρέσκει. Βδελυκλέων πρὸς δὲ τούτοις γʼ, ἢν δίκην λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον. Φιλοκλέων πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι 780ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος; Βδελυκλέων πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί, ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι. Φιλοκλέων ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις, 785τὸν μισθὸν ὁπόθεν λήψομαι. Βδελυκλέων παρʼ ἐμοῦ. Φιλοκλέων καλῶς, ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι. αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος ὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼν ἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν,

BDELYCLEON Well but if these are really your delights, Yet why go There? why not remain at home And sit and judge among your household here?

PHILOCLEON Folly! judge what?

BDELYCLEON The same as There you do. Suppose you catch your housemaid on the sly Opening the door: fine her for that, one drachma. That’s what you did at every sitting There. And very aptly, if the morning’s fine, You’ll fine your culprits, sitting in the sun. In snow, enter your judgements by the fire While it rains on: and—though you sleep till midday, No archon here will close the door against you.

PHILOCLEON Hah! I like that.

BDELYCLEON And then, however long An orator proses on, no need to fast, Worrying yourself (ay, and the prisoner too).

PHILOCLEON But do you really think that I can judge As well as now, whilst eating and digesting?

BDELYCLEON As well? much better. When there’s reckless swearing, Don’t people say, what time and thought and trouble It took the judges to digest the case?

PHILOCLEON I’m giving in. But you’ve not told me yet How I’m to get my pay.

BDELYCLEON I’ll pay you.

PHILOCLEON Good, Then I shall have mine to myself, alone; For once Lysistratus, the funny fool, Played me the scurviest trick. We’d got one drachma Betwixt us two: he changed it at the fish-stall;

Φιλοκλέων 790κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων· κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν· κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα· κᾆθʼ εἷλκον αὐτόν. Βδελυκλέων ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ; Φιλοκλέων ὅ τι; ἀλεκτρυόνος μʼ ἔφασκε κοιλίαν ἔχειν· 795ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δʼ ὃς λέγων. Βδελυκλέων ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς. Φιλοκλέων οὐ πάνυ τι μικρόν. ἀλλʼ ὅπερ μέλλεις ποίει. Βδελυκλέων ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθʼ ἥξω φέρων. Φιλοκλέων ὅρα τὸ χρῆμα, τὰ λόγιʼ ὡς περαίνεται. 800ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας, κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ, ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν. Βδελυκλέων 805ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρω ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα. ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου. Φιλοκλέων σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον 810ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας. Βδελυκλέων καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ ῥοφεῖν, ἐὰν δέῃ τι. Φιλοκλέων τοῦτʼ αὖ δεξιόν· κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι. αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι. 815ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε;

PHILOCLEON Then laid me down three mullet scales: and I, I thought them obols, popped them in my mouth; O the vile smell! Ola! I spat them out And collared him.

BDELYCLEON And what said he?

PHILOCLEON The rascal! He said I’d got the stomach of a cock. You’ll soon digest hard coin, he says, says he.

BDELYCLEON Then there again you’ll get a great advantage.

PHILOCLEON Ay, ay, that’s something: let’s begin at once.

BDELYCLEON Then stop a moment whilst I fetch the traps.

PHILOCLEON See here now, how the oracles come true. Oft have I heard it said that the Athenians One day would try their lawsuits in their homes, That each would have a little Courtlet built For his own use, in his own porch, before His entrance, like a shrine of Hecate.

BDELYCLEON (Bustling in with a quantity of judicial properties) Now then I hope you’re satisfied: I’ve brought All that I promised, and a lot besides. See here I’ll hang this vessel on a peg, In case you want it as the suit proceeds.

PHILOCLEON Now that I call extremely kind and thoughtful, And wondrous handy for an old man’s needs.

BDELYCLEON And here’s a fire, and gruel set beside it, All ready when you want it.

PHILOCLEON Good again. Now if I’m feverish I shan’t lose my pay, For here I’ll sit, and sip my gruel too. But why in the world have ye brought me out the cock?

Βδελυκλέων 816ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός, ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί. Φιλοκλέων ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι. Βδελυκλέων τὸ τί; Φιλοκλέων θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου. Βδελυκλέων 820πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί. Φιλοκλέων ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν. Βδελυκλέων οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος. Φιλοκλέων οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα. Βδελυκλέων εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην 825ἐκάλουν. Φιλοκλέων κάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι. Βδελυκλέων φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην; τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ; ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν — Φιλοκλέων ἐπίσχες οὗτος· ὡς ὀλίγου μʼ ἀπώλεσας. 830ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν, ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο; Βδελυκλέων μὰ τὸν Δίʼ οὐ πάρεστιν. Φιλοκλέων ἀλλʼ ἐγὼ δραμὼν αὐτὸς κομιοῦμαι τό γε παραυτίκʼ ἔνδοθεν. Βδελυκλέων τί ποτε τὸ χρῆμʼ; ὡς δεινὸν ἡ φιλοχωρία. Σωσίας 835βάλλʼ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα. Βδελυκλέων τί δʼ ἔστιν ἐτεόν; Σωσίας οὐ γὰρ ὁ Λάβης ἀρτίως ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν; Βδελυκλέων τοῦτʼ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ 840εἰσακτέον μοι· σὺ δὲ κατηγόρει παρών.

BDELYCLEON To wake you, father, crowing over head In ease you’re dozing whilst a prisoner pleads.

PHILOCLEON One thing I miss, and only one.

BDELYCLEON What’s that?

PHILOCLEON If you could somehow fetch the shrine of Lycus!

BDELYCLEON Here then it is, and here’s the king in person.

PHILOCLEON O hero lord, how stern you are to see!

BDELYCLEON Almost, methinks, like our—Cleonymus.

XANTHIAS Ay, and ’tis true the hero has no shield!

BDELYCLEON If you got seated sooner, I should sooner Call a suit on.

PHILOCLEON Call on, I’ve sat for ages.

BDELYCLEON Let’s see: what matter shall I bring on first? Who’s been at mischief of the household here? That careless Thratta now, she charred the pitcher.

PHILOCLEON O stop, for goodness’ sake! you’ve all but killed me. What! call a suit on with no railing here, Always the first of all our sacred things?

BDELYCLEON No more there is, by Zeus.

PHILOCLEON I’ll run myself And forage out whatever comes to hand.

BDELYCLEON Heyday! where now? The strange infatuation!

XANTHIAS Psha! rot the dog! To keep a cur like this!

BDELYCLEON What’s happened now?

XANTHIAS Why, has not Labes here Got to the kitchen safe, and grabbed a cheese, A rich Sicilian cheese, and bolted it?

BDELYCLEON Then that’s the first indictment we’ll bring on Before my father: you shall prosecute.

Σωσίας 841μὰ Δίʼ οὐκ ἔγωγʼ· ἀλλʼ ἅτερός φησιν κύων κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν. Βδελυκλέων ἴθι νυν ἄγʼ αὐτὼ δεῦρο. Σωσίας ταῦτα χρὴ ποιεῖν. Βδελυκλέων τουτὶ τί ἔστι; Φιλοκλέων χοιροκομεῖον Ἑστίας. Βδελυκλέων 845εἶθʼ ἱεροσυλήσας φέρεις; Φιλοκλέων οὔκ, ἀλλʼ ἵνα ἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά. ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω. Βδελυκλέων φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς. Φιλοκλέων οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν· 850ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. Βδελυκλέων ἰδού. Φιλοκλέων κάλει νυν. Βδελυκλέων ταῦτα δή. τίς οὑτοσὶ ὁ πρῶτός ἐστιν; Φιλοκλέων ἐς κόρακας, ὡς ἄχθομαι ὁτιὴ ʼπελαθόμην τοὺς καδίσκους ἐκφέρειν. Βδελυκλέων οὗτος σὺ ποῖ θεῖς; Φιλοκλέων ἐπὶ καδίσκους. Βδελυκλέων μη δαμῶς. 855ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους. Φιλοκλέων κάλλιστα τοίνυν· πάντα γὰρ πάρεστι νῷν ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας. Βδελυκλέων ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα; Φιλοκλέων εὖ γʼ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.

SOSIAS Thank you, not I. This other Cur declares If there’s a charge, he’ll prosecute with pleasure.

BDELYCLEON Bring them both here.

XANTHIAS Yes, yes, sir, so I will.

BDELYCLEON (To Phil.) Hallo, what’s this? Pig-railings from the hearth.

BDELYCLEON Sacrilege, eh?

PHILOCLEON No, but I’d trounce some fellow (As the phrase goes) even from the very hearth. So call away: I’m keen for passing sentence.

BDELYCLEON Then now I’ll fetch the cause-lists and the pleadings.

PHILOCLEON O these delays! You weary and wear me out. I’ve long been dying to commence my furrows.

BDELYCLEON Now then!

PHILOCLEON Call on.

BDELYCLEON Yes, certainly.

PHILOCLEON And who Is first in order?

BDELYCLEON Dash it, what a bother! I quite forgot to bring the voting-urns.

PHILOCLEON Goodness! where now?

BDELYCLEON After the urns.

PHILOCLEON Don’t trouble, I’d thought of that. I’ve got these ladling-bowls.

BDELYCLEON That’s capital: then now methinks we have All that we want. No, there’s no water-piece.

PHILOCLEON Water-piece, quotha! pray what call you this?

BDELYCLEON Well thought on, father: and with shrewd home wit.

Βδελυκλέων 860ἀλλʼ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν, ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς. Χορός καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς καὶ ταῖς εὐχαῖς 865φήμην ἀγαθὴν λέξομεν ὑμῖν, ὅτι γενναίως ἐκ τοῦ πολέμου καὶ τοῦ νείκους ξυνεβήτην. Βδελυκλέων εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω. Χορός ὦ Φοῖβʼ Ἄπολλον Πύθιʼ ἐπʼ ἀγαθῇ τύχῃ 870τὸ πρᾶγμʼ ὃ μηχανᾶται ἔμπροσθεν οὗτος τῶν θυρῶν, ἅπασιν ἡμῖν ἁρμόσαι παυσαμένοις πλάνων. ἰήιε Παιάν. Βδελυκλέων 875ὦ δέσποτʼ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε, δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν, παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος, ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας· ἤδη δʼ εἶναι τοῖς ἀνθρώποις ἤπιον αὐτόν, 880τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον τῶν γραψαμένων κἀπιδακρύειν ἀντιβολούντων,

BDELYCLEON Ho, there within! some person bring me out A pan of coals, and frankincense, and myrtle, That so our business may commence with prayer.

CHORUS We too, as ye offer the prayer and wine, We too will call on the Powers Divine To prosper the work begun; For the battle is over and done, And out of the fray and the strife to-day Fair peace ye have nobly won.

BDELYCLEON Now hush all idle words and sounds profane.

CHORUS O Pythian Phoebus, bright Apollo, deign To speed this youth’s design Wrought here, these gates before, And give us from our wanderings rest And peace for evermore. (The shout of Io Paean is raised.)

BDELYCLEON Aguieus! my neighbour and hero and lord! who dwellest in front of my vestibule gate, I pray thee be graciously pleased to accept the rite that we new for my father create. O bend to a pliant and flexible mood the stubborn and resolute oak of his will. And into his heart, so crusty and tart, a trifle of honey for syrup instil. Endue him with sympathies wide, A sweet and humane disposition, Which leans to the side of the wretch that is tried, And weeps at a culprit’s petition.

Βδελυκλέων 883καὶ παυσάμενον τῆς δυσκολίας ἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι. Χορός 885ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων. εὖνοι γάρ ἐσμεν ἐξ οὗ τὸν δῆμον ᾐσθόμεσθά σου φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ 890τῶν γε νεωτέρων. ἰήιε Παιάν.

BDELYCLEON From harshness and anger to turn, May it now be his constant endeavour, And out of his temper the stern Sharp sting of the nettle to sever.

CHORUS We in thy prayers combine, and quite give in To the new rule, for the aforesaid reasons. Our heart has stood our friend And loved you, since we knew That you affect the people more Than other young men do.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. I, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.