Aristophanes · The Clouds Νεφέλαι

Aristophanes, The Clouds 1303–1475: Episode: Pheidippides beats his father and defends it

Strepsiades rushes out crying for help because his son has struck him, and Pheidippides, who says he can prove that he struck him justly, claims the right to argue it with the new Logic. He says that the quarrel began at supper, when Strepsiades asked him to sing Simonides and then Aeschylus and he preferred Euripides, and argues that if a father may beat his son, a son may beat his father, who is only in his second childhood. When Pheidippides adds that he will beat his mother, Strepsiades cries out against the Clouds, who tell him that he has brought it on himself, and Pheidippides again denies that there is any Zeus.

Lines 1303–1475 · 1686 words · click a number to copy its link
Χορός 1303οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ γέρων ὅδʼ ἐρασθεὶς 1305ἀποστερῆσαι βούλεται τὰ χρήμαθʼ ἁδανείσατο· κοὐκ ἔσθʼ ὅπως οὐ τήμερον λήψεταί τι πρᾶγμʼ, ὃ τοῦτον ποιήσει τὸν σοφιστὴν 1310ἀνθʼ ὧν πανουργεῖν ἤρξατʼ, ἐξαίφνης λαβεῖν κακόν τι. οἶμαι γὰρ αὐτὸν αὐτίχʼ εὑρήσειν ὅπερ πάλαι ποτʼ †ἐπεζήτει† εἶναι τὸν υἱὸν δεινόν οἱ γνώμας ἐναντίας λέγειν 1315τοῖσιν δικαίοις, ὥστε νικᾶν ἅπαντας οἷσπερ ἂν ξυγγένηται, κἂν λέγῃ παμπόνηρʼ. 1320ἴσως δʼ ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι. Στρεψιάδης ἰοὺ ἰού. ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται, ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ. οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου. 1325ὦ μιαρὲ τύπτεις τὸν πατέρα; Φειδιππίδης φήμʼ ὦ πάτερ. Στρεψιάδης ὁρᾶθʼ ὁμολογοῦνθʼ ὅτι με τύπτει. Φειδιππίδης καὶ μάλα. Στρεψιάδης ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.

CHORUS What a thing it is to long for matters which are wrong! For you see how this old man Is seeking, if he can His creditors trepan: And I confidently say That he will this very day Such a blow Amid his prosperous cheats receive, that he will deeply deeply grieve. For I think that he has won what he wanted for his son, And the lad has learned the way All justice to gainsay, Be it what or where it may: That he’ll trump up any tale, Right or wrong, and so prevail. This I know. Yea! and perchance the time will come when he shall wish his son were dumb.

STREPSIADES Oh! Oh! Help! Murder! Help! O neighbours, kinsfolk, townsmen, Help, one and all, against this base assault, Ah! Ah! my cheek! my head! O luckless me! Wretch! do you strike your father?

PHEIDIPPIDES Yes, Papa.

STREPSIADES See! See! he owns he struck me.

PHEIDIPPIDES To be sure.

STREPSIADES Scoundrel! and parricide! and house-breaker!

Φειδιππίδης 1328αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε. ἆρʼ οἶσθʼ ὅτι χαίρω πόλλʼ ἀκούων καὶ κακά; Στρεψιάδης 1330ὦ λακκόπρωκτε. Φειδιππίδης πάττε πολλοῖς τοῖς ῥόδοις. Στρεψιάδης τὸν πατέρα τύπτεις; Φειδιππίδης κἀποφανῶ γε νὴ Δία ὡς ἐν δίκῃ σʼ ἔτυπτον. Στρεψιάδης ὦ μιαρώτατε, καὶ πῶς γένοιτʼ ἂν πατέρα τύπτειν ἐν δίκῃ; Φειδιππίδης ἔγωγʼ ἀποδείξω καί σε νικήσω λέγων. Στρεψιάδης 1335τουτὶ σὺ νικήσεις; Φειδιππίδης πολύ γε καὶ ῥᾳδίως. ἑλοῦ δʼ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν. Στρεψιάδης ποίοιν λόγοιν; Φειδιππίδης τὸν κρείττονʼ ἢ τὸν ἥττονα. Στρεψιάδης ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ ὦ μέλε τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε 1340μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν τὸν πατέρα τύπτεσθʼ ἐστὶν ὑπὸ τῶν υἱέων. Φειδιππίδης ἀλλʼ οἴομαι μέντοι σʼ ἀναπείσειν, ὥστε γε οὐδʼ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς. Στρεψιάδης καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι. Χορός 1345σὸν ἔργον ὦ πρεσβῦτα φροντίζειν ὅπῃ τὸν ἄνδρα κρατήσεις, ὡς οὗτος, εἰ μή τῳ ʼπεποίθειν, οὐκ ἂν ἦν οὕτως ἀκόλαστος. ἀλλʼ ἔσθʼ ὅτῳ θρασύνεται· δῆλόν γε τἀνθρώπου 1350ʼσʼτὶ τὸ λῆμα. ἀλλʼ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθʼ ἡ μάχη γενέσθαι, ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.

PHEIDIPPIDES Thank you: go on, go on: do please go on. I am quite delighted to be called such names!

STREPSIADES O probed Adulterer.

PHEIDIPPIDES Roses from your lips.

STREPSIADES Strike you your father?

PHEIDIPPIDES O dear yes: what’s more, I’ll prove I struck you justly.

STREPSIADES Struck me justly! Villain! how can you strike a father justly?

PHEIDIPPIDES Yes, and I’ll demonstrate it, if you please.

STREPSIADES Demonstrate this?

PHEIDIPPIDES O yes, quite easily. Come, take your choice, which Logic do you choose?

STREPSIADES Which what?

PHEIDIPPIDES Logic: the Better or the Worse?

STREPSIADES Ah, then, in very truth I’ve had you taught To reason down all Justice, if you think You can prove this, that it is just and right That fathers should be beaten by their sons!

PHEIDIPPIDES Well, well, I think I’ll prove it, if you’ll listen, So that even you won’t have one word to answer.

STREPSIADES Come, I should like to hear what you’ve to say.

CHORUS ’Tis yours, old man, some method to contrive This fight to win: He would not without arms wherewith to strive So bold have been. He knows, be sure, whereon to trust. His eager bearing proves he must. So come and tell us from what cause this sad dispute began; Come, tell us how it first arose: do tell us if you can,

Στρεψιάδης 1353καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι ἐγὼ φράσω· ʼπειδὴ γὰρ εἱστιώμεθʼ, ὥσπερ ἴστε, 1355πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντʼ ἐγὼ ʼκέλευσα ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη. ὁ δʼ εὐθέως ἀρχαῖον εἶνʼ ἔφασκε τὸ κιθαρίζειν ᾄδειν τε πίνονθʼ ὡσπερεὶ κάχρυς γυναῖκʼ ἀλοῦσαν. Φειδιππίδης οὐ γὰρ τότʼ εὐθὺς χρῆν σʼ ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι, 1360ᾄδειν κελεύονθʼ ὡσπερεὶ τέττιγας ἑστιῶντα; Στρεψιάδης τοιαῦτα μέντοι καὶ τότʼ ἔλεγεν ἔνδον οἷάπερ νῦν, καὶ τὸν Σιμωνίδην ἔφασκʼ εἶναι κακὸν ποιητήν. κἀγὼ μόλις μὲν ἀλλʼ ὅμως ἠνεσχόμην τὸ πρῶτον· ἔπειτα δʼ ἐκέλευσʼ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα 1365τῶν Αἰσχύλου λέξαι τί μοι· κᾆθʼ οὗτος εὐθὺς εἶπεν· ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς, ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν; κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν; ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δʼ ἀλλὰ τούτων

STREPSIADES Well from the very first I will the whole contention show ’Twas when I went into the house to feast him, as you know, I bade him bring his lyre and sing, the supper to adorn, Some lay of old Simonides, as, how the Ram was shorn: But he replied, to sing at meals was coarse and obsolete; Like some old beldame humming airs the while she grinds her wheat.

PHEIDIPPIDES And should you not be thrashed who told your son, from food abstaining To sing! as though you were, forsooth cicalas entertaining.

STREPSIADES You hear him! so he said just now or e’er high words began: And next he called Simonides a very sorry man. And when I heard him, I could scarce my rising wrath command; Yet so I did, and him I bid take myrtle in his hand And chant some lines from Aeschylus, but he replied with ire, “Believe me, I’m not one of those who Aeschylus admire, That rough, unpolished, turgid bard, that mouther of bombast!” When he said this, my heart began to heave extremely fast Yet still I kept my passion down, and said, “Then prithee you,

Στρεψιάδης 1370λέξον τι τῶν νεωτέρων, ἅττʼ ἐστὶ τὰ σοφὰ ταῦτα. ὁ δʼ εὐθὺς ᾖσʼ Εὐριπίδου ῥῆσίν τινʼ, ὡς ἐκίνει ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν. κἀγὼ οὐκέτʼ ἐξηνεσχόμην, ἀλλʼ εὐθέως ἀράττω πολλοῖς κακοῖς καἰσχροῖσι· κᾆτʼ ἐντεῦθεν, οἷον εἰκός, 1375ἔπος πρὸς ἔπος ἠρειδόμεσθʼ· εἶθʼ οὗτος ἐπαναπηδᾶ, κἄπειτʼ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν. Φειδιππίδης οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς σοφώτατον; Στρεψιάδης σοφώτατόν γʼ ἐκεῖνον·ὦ — τί σʼ εἴπω; ἀλλʼ αὖθις αὖ τυπτήσομαι. Φειδιππίδης νὴ τὸν Δίʼ ἐν δίκῃ γʼ ἄν. Στρεψιάδης 1380καὶ πῶς δικαίως; ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα, αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης. εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον· μαμμᾶν δʼ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον· κακκᾶν δʼ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε 1385ἐξέφερον ἂν καὶ προὐσχόμην σε· σὺ δʼ ἐμὲ νῦν ἀπάγχων

STREPSIADES Sing one of those new-fangled songs which modern striplings do. And he began the shameful tale Euripides has told How a brother and a sister lived incestuous lives of old. Then, then I could no more restrain, but first I must confess With strong abuse I loaded him, and so, as you may guess, We stormed and bandied threat for threat: till out at last he flew, And smashed and thrashed and thumped and bumped and bruised me black and blue.

PHEIDIPPIDES And rightly too, who coolly dared Euripides to blame, Most sapient bard.

STREPSIADES Most sapient bard! you, what’s your fitting name? Ah! but he’ll pummel me again.

PHEIDIPPIDES He will: and justly too.

STREPSIADES What! justly, heartless villain! when ’twas I who nurtured you. I knew your little lisping ways, how soon, you’d hardly think, If you cried “bree!” I guessed your wants, and used to give you drink: If you said “mamm!” I fetched you bread with fond discernment true, And you could hardly say “Cacea!” when through the door I flew And held you out a full arm’s length your little needs to do:

Στρεψιάδης 1386βοῶντα καὶ κεκραγόθʼ ὅτι χεζητιῴην, οὐκ ἔτλης ἔξω ʼξενεγκεῖν ὦ μιαρὲ θύραζέ μʼ, ἀλλὰ πνιγόμενος 1390αὐτοῦ ʼποίησα κακκᾶν. Χορός οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας πηδᾶν ὅ τι λέξει. εἰ γὰρ τοιαῦτά γʼ οὗτος ἐξειργασμένος λαλῶν ἀναπείσει, 1395τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν ἀλλʼ οὐδʼ ἐρεβίνθου. σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια. Φειδιππίδης ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν, 1400καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι. ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον, οὐδʼ ἂν τρίʼ εἰπεῖν ῥήμαθʼ οἷός τʼ ἦν πρὶν ἐξαμαρτεῖν· νυνὶ δʼ ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός, γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις, 1405οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν. Στρεψιάδης ἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστιν ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.

STREPSIADES But now when I was crying That I with pain was dying, You brute! you would not tarry Me out of doors to carry, But choking with despair I’ve been and done it there. Sure all young hearts are palpitating now To hear him plead, Since if those lips with artful words avow The daring deed, And once a favouring verdict win, A fig for every old man’s skin. O thou! who rakest up new thoughts with daring hands profane, Try all you can, ingenious man, that verdict to obtain.

PHEIDIPPIDES How sweet it is these novel arts, these clever words to know, And have the power established rules and laws to overthrow. Why in old times when horses were my sole delight, ’twas wonder If I could say a dozen words without some awful blunder! But now that he has made me quit that reckless mode of living, And I have been to subtle thoughts my whole attention giving, I hope to prove by logic strict ’tis right to beat my father.

STREPSIADES O! buy your horses back, by Zeus, since I would ten times rather Have to support a four-in-hand, so I be struck no more.

Φειδιππίδης 1408ἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι, καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες; Στρεψιάδης 1410ἔγωγέ σʼ εὐνοῶν τε καὶ κηδόμενος. Φειδιππίδης εἰπὲ δή μοι, οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως τύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν; πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι, τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ. 1415κλάουσι παῖδες, πατέρα δʼ οὐ κλάειν δοκεῖς; […] φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι· ἐγὼ δέ γʼ ἀντείποιμʼ ἂν ὡς δὶς παῖδες οἱ γέροντες· εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν, ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς. Στρεψιάδης 1420ἀλλʼ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν. Φειδιππίδης οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς; ἧττόν τι δῆτʼ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;

PHEIDIPPIDES Peace. I will now resume the thread where I broke off before. And first I ask: when I was young, did you not strike me then?

STREPSIADES Yea: for I loved and cherished you.

PHEIDIPPIDES Well, solve me this again, Is it not just that I your son should cherish you alike, And strike you, since, as you observe, to cherish means to strike? What! must my body needs be scourged and pounded black and blue And yours be scathless? was not I as much freeborn as you? “Children are whipped, and shall not sires be whipped? Perhaps you’ll urge that children’s minds alone are taught by blows:— Well: Age is Second Childhood then: that everybody knows. And as by old experience Age should guide its steps more clearly, So when they err, they surely should be punished more severely.

STREPSIADES But Law goes everywhere for me: deny it, if you can.

PHEIDIPPIDES Well was not he who made the law, a man, a mortal man, As you or I, who in old times talked over all the crowd? And think you that to you or me the same is not allowed, To change it, so that sons by blows should keep their fathers steady?

Φειδιππίδης 1425ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι, ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι. σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί, ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν ἡμῶν ἐκεῖνοι, πλήν γʼ ὅτι ψηφίσματʼ οὐ γράφουσιν; Στρεψιάδης 1430τί δῆτʼ, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ, οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις; Φειδιππίδης οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδʼ ἂν Σωκράτει δοκοίη. Στρεψιάδης πρὸς ταῦτα μὴ τύπτʼ· εἰ δὲ μή, σαυτόν ποτʼ αἰτιάσει. Φειδιππίδης καὶ πῶς; Στρεψιάδης ἐπεὶ σὲ μὲν δίκαιός εἰμʼ ἐγὼ κολάζειν, 1435σὺ δʼ, ἢν γένηταί σοι, τὸν υἱόν. Φειδιππίδης ἢν δὲ μὴ γένηται, μάτην ἐμοὶ κεκλαύσεται, σὺ δʼ ἐγχανὼν τεθνήξεις. Στρεψιάδης ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια· κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ. κλάειν γὰρ ἡμᾶς εἰκός ἐστʼ, ἢν μὴ δίκαια δρῶμεν. Φειδιππίδης 1440σκέψαι δὲ χἀτέραν ἔτι γνώμην. Στρεψιάδης ἀπὸ γὰρ Φειδιππίδης καὶ μὴν ἴσως γʼ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.

PHEIDIPPIDES Still, we’ll be liberal, and blows which we’ve received already We will forget, we’ll have no ex-post-facto legislation. —Look at the game-cocks, look at all the animal creation, Do not they beat their parents? Aye: I say then, that in fact They are as we, except that they no special laws enact.

STREPSIADES Why don’t you then, if always where the game-cock leads you follow, Ascend your perch to roost at night, and dirt and ordure swallow?

PHEIDIPPIDES The case is different there, old man, as Socrates would see.

STREPSIADES Well then you’ll blame yourself at last, if you keep striking me.

PHEIDIPPIDES How so?

STREPSIADES Why, if it’s right for me to punish you my son, You can, if you have got one, yours. Aye, but suppose I’ve none. Then having gulled me you will die, while I’ve been flogged in vain. Good friends! I really think he has some reason to complain. I must concede he has put the case in quite a novel light: I really think we should be flogged unless we act aright!

PHEIDIPPIDES Look to a fresh idea then.

STREPSIADES He’ll be my death I vow.

PHEIDIPPIDES Yet then perhaps you will not grudge ev’n what you suffer now.

Στρεψιάδης 1442πῶς δή; δίδαξον γὰρ τί μʼ ἐκ τούτων ἐπωφελήσεις. Φειδιππίδης τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω. Στρεψιάδης τί φῄς, τί φῂς σύ; τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν. Φειδιππίδης τί δʼ ἢν ἔχων τὸν ἥττω 1445λόγον σε νικήσω λέγων τὴν μητέρʼ ὡς τύπτειν χρεών; Στρεψιάδης τί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιῇς, οὐδέν σε κωλύσει σεαυτὸν ἐμβαλεῖν ἐς τὸ βάραθρον 1450μετὰ Σωκράτους καὶ τὸν λόγον τὸν ἥττω. ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ, ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα. Χορός αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος, 1455στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα. Στρεψιάδης τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε, ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε; Χορός ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων, 1460ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν, ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι. Στρεψιάδης ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ. οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε 1465τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων. Φειδιππίδης ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους. Στρεψιάδης ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία. Φειδιππίδης ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ. 1470Ζεὺς γάρ τις ἔστιν; Στρεψιάδης ἔστιν. Φειδιππίδης οὐκ ἔστʼ, οὔκ, ἐπεὶ

STREPSIADES How! will you make me like the blows which I’ve received to-day?

PHEIDIPPIDES Yes, for I’ll beat my mother too.

STREPSIADES What! What is that you say! Why, this is worse than all.

PHEIDIPPIDES But what, if as I proved the other, By the same Logic I can prove ’tis right to beat my mother?

STREPSIADES Aye! what indeed! if this you plead, If this you think to win, Why then, for all I care, you may To the Accursed Pit convey Yourself with all your learning new, Your master, and your Logic too, And tumble headlong in. O Clouds! O Clouds! I owe all this to you! Why did I let you manage my affairs!

CHORUS Nay, nay, old man, you owe it to yourself. Why didst thou turn to wicked practices?

STREPSIADES Ah, but ye should have asked me that before, And not have spurred a poor old fool to evil.

CHORUS Such is our plan. We find a man On evil thoughts intent, Guide him along to shame and wrong, Then leave him to repent.

STREPSIADES Hard words, alas! yet not more hard than just. It was not right unfairly to keep back The money that I borrowed. Come, my darling, Come and destroy that filthy Chaerephon And Socrates; for they’ve deceived us both!

PHEIDIPPIDES No. I will lift no hand against my Tutors.

STREPSIADES Yes do, come, reverence Paternal Zeus.

PHEIDIPPIDES Look there! Paternal Zeus! what an old fool. Is there a Zeus?

Φειδιππίδης 1471Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς. Στρεψιάδης οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην. Φειδιππίδης 1475ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.

STREPSIADES There is.

PHEIDIPPIDES There is no Zeus. Young Vortex reigns, and he has turned out Zeus.

STREPSIADES No Vortex reigns: that was my foolish thought All through this vortex here. Fool that I was, To think a piece of earthenware a God.

PHEIDIPPIDES Well, rave away, talk nonsense to yourself.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. I, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.

The Clouds 1303–1475: Pheidippides beats his father and…