Aristophanes · The Clouds Νεφέλαι

Aristophanes, The Clouds 627–803: Episode: Socrates tries to teach Strepsiades; the bugs and the bed

Socrates, out of patience with the stupidity of his pupil, asks him to choose between measures, rhythms and the right use of words, and Strepsiades takes everything literally, thinking of measures of grain and of the finger. He is taught that a female fowl is a fowless, a trough a troughess and Cleonymus a woman, and he is made to lie in a bed, where the bugs bite him as he tries to think. His own clever ideas are to hire a Thessalian witch to take the Moon so that interest cannot fall due, and to melt the writing on a tablet with a burning-glass; when he forgets everything he has learnt, Socrates gives him up, and the Chorus advise him to send his son in his place.

Lines 627–803 · 1581 words · click a number to copy its link

SOCRATES

627μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα οὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδένα οὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα· 630ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων ταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴν αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς. ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;

Never by Chaos, Air, and Respiration, Never, no never have I seen a clown So helpless, and forgetful, and absurd! Why if he learns a quirk or two he clean Forgets them ere he has learnt them: all the same, I’ll call him out of doors here to the light. Take up your bed, Strepsiades, and come!

Στρεψιάδης 634ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις. Σωκράτης 635ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν. Στρεψιάδης ἰδού. Σωκράτης ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι. πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν; Στρεψιάδης περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε 640ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ. Σωκράτης οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρον ἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον; Στρεψιάδης ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου. Σωκράτης οὐδὲν λέγεις ὦνθρωπε. Στρεψιάδης περίδου νυν ἐμοί, 645εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον. Σωκράτης ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής. ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν. Στρεψιάδης τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα; Σωκράτης πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ, 650ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶν κατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον. Στρεψιάδης κατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ. Σωκράτης εἰπὲ δή. Στρεψιάδης τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου; πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί. Σωκράτης 655ἀγρεῖος εἶ καὶ σκαιός. Στρεψιάδης οὐ γὰρ ᾠζυρὲ τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν. Σωκράτης τί δαί; Στρεψιάδης ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον. Σωκράτης ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,

STREPSIADES By Zeus, I can’t: the bugs make such resistance.

SOCRATES Make haste. There, throw it down, and listen.

STREPSIADES Well!

SOCRATES Attend to me: what shall I teach you first That you’ve not learnt before? Which will you have, Measures or rhythms or the right use of words?

STREPSIADES Oh! measures to be sure: for very lately A grocer swindled me of full three pints.

SOCRATES I don’t mean that: but which do you like the best Of all the measures; six feet, or eight feet?

STREPSIADES Well, I like nothing better than the yard.

SOCRATES Fool! don’t talk nonsense.

STREPSIADES What will you bet me now That two yards don’t exactly make six feet?

SOCRATES Consume you! what an ignorant clown you are! Still, perhaps you can learn tunes more easily.

STREPSIADES But will tunes help me to repair my fortunes?

SOCRATES They’ll help you to behave in company: If you can tell which kind of tune is best For the sword-dance, and which for finger music.”

STREPSIADES For fingers! aye, but I know that.

SOCRATES Say on, then.

STREPSIADES What is it but this finger? though before, Ere this was grown, I used to play with that.

SOCRATES Insufferable dolt!

STREPSIADES Well but, you goose, I don’t want to learn this.

SOCRATES What do you want then?

STREPSIADES Teach me the Logic! teach me the unjust Logic.

SOCRATES But you must learn some other matters first:

Σωκράτης 659τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα. Στρεψιάδης 660ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι· κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών. Σωκράτης ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα. Στρεψιάδης πῶς δὴ φέρʼ; Σωκράτης ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών. Στρεψιάδης 665νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν; Σωκράτης ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα. Στρεψιάδης ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα· ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον. Σωκράτης 670ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον ἄρρενα καλεῖς θήλειαν οὖσαν. Στρεψιάδης τῷ τρόπῳ ἄρρενα καλῶ ʼγὼ κάρδοπον; Σωκράτης μάλιστά γε, ὥσπερ γε καὶ Κλεώνυμον. Στρεψιάδης πῶς δή; φράσον. Σωκράτης ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ. Στρεψιάδης 675ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ, ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο. ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν; Σωκράτης ὅπως; τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην. Στρεψιάδης τὴν καρδόπην θήλειαν; Σωκράτης ὀρθῶς γὰρ λέγεις. Στρεψιάδης 680ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη. Σωκράτης ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ, ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα. Στρεψιάδης ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν. Σωκράτης εἰπὲ δή.

SOCRATES As, what are males among the quadrupeds.

STREPSIADES I should be mad indeed not to know that. The Ram, the Bull, the Goat, the Dog, the Fowl.

SOCRATES Ah! there you are! there’s a mistake at once! You call the male and female fowl the same.

STREPSIADES How! tell me how.

SOCRATES Why fowl and fowl of course.

STREPSIADES That’s true though! what then shall I say in future?

SOCRATES Call one a fowless and the other a fowl.

STREPSIADES A fowless? Good! Bravo! Bravo! by Air. Now for that one bright piece of information I’ll give you a barley bumper in your trough.

SOCRATES Look there, a fresh mistake; you called it trough, Masculine, when it’s feminine.

STREPSIADES How, pray? How did I make it masculine?

SOCRATES Why “trough,” Just like “Cleonymus.”

STREPSIADES I don’t quite catch it.

SOCRATES Why “trough,” “Cleonymus,” both masculine.

STREPSIADES Ah, but Cleonymus has got no trough, His bread is kneaded in a rounded mortar: Still, what must I say in future?

SOCRATES What! why call it A “troughess,” female, just as one says “an actress.”

STREPSIADES A “troughess,” female?

SOCRATES That’s the way to call it.

STREPSIADES O “troughess” then and Miss Cleonymus.

SOCRATES Still you must learn some more about these names; Which are the names of men and which of women.

STREPSIADES Oh, I know which are women.

SOCRATES Well, repeat some.

Στρεψιάδης 684Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία. Σωκράτης 685ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων; Στρεψιάδης μυρία. Φιλόξενος Μελησίας Ἀμυνίας. Σωκράτης ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα. Στρεψιάδης οὐκ ἄρρενʼ ὑμῖν ἐστιν; Σωκράτης οὐδαμῶς γʼ, ἐπεὶ πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ; Στρεψιάδης 690ὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία. Σωκράτης ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς. Στρεψιάδης οὔκουν δικαίως ἥτις οὐ στρατεύεται; ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω; Σωκράτης οὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ — Στρεψιάδης τί δρῶ; Σωκράτης 695ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων. Στρεψιάδης μὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή, χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι. Σωκράτης οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα. Στρεψιάδης κακοδαίμων ἐγώ, οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον. Χορός 700φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν στρόβει πυκνώσας. ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς, ἐπʼ ἄλλο πήδα 705νόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων. […] Στρεψιάδης ἀτταταῖ ἀτταταῖ. Χορός τί πάσχεις; τί κάμνεις; Στρεψιάδης ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδος

STREPSIADES Demetria, Cleitagora, Philinna.

SOCRATES Now tell me some men’s names.

STREPSIADES O yes, ten thousand. Philon, Melesias, Amynias.

SOCRATES Hold! I said men’s names: these are women’s names.

STREPSIADES No, no, they’re men’s.

SOCRATES They are not men’s, for how Would you address Amynias if you met him?

STREPSIADES How? somehow thus: “Here, here, Amynia!”

SOCRATES Amynia! a woman’s name, you see.

STREPSIADES And rightly too; a sneak who shirks all service! But all know this: let‘s pass to something else.

SOCRATES Well, then, you get into the bed.

STREPSIADES And then?

SOCRATES Excogitate about your own affairs,

STREPSIADES Not there: I do beseech, not there: at least Let me excogitate on the bare ground.

SOCRATES There is no way but this.

STREPSIADES O luckless me! How I shall suffer from the bugs to-day.

SOCRATES Now then survey in every way, with airy judgement sharp and quick: Wrapping thoughts around you thick: And if so be in one you stick, Never stop to toil and bother, Lightly, lightly, lightly leap, To another, to another; Far away be balmy sleep.

STREPSIADES Ugh! Ugh! Ugh! Ugh! Ugh!

CHORUS What’s the matter? where’s the pain?

STREPSIADES Friends! I’m dying. From the bed

Στρεψιάδης 710δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι, καὶ τὰς πλευρὰς δαρδάπτουσιν καὶ τὴν ψυχὴν ἐκπίνουσιν καὶ τοὺς ὄρχεις ἐξέλκουσιν καὶ τὸν πρωκτὸν διορύττουσιν, 715καί μʼ ἀπολοῦσιν. Χορός μή νυν βαρέως ἄλγει λίαν. Στρεψιάδης καὶ πῶς; ὅτε μου φροῦδα τὰ χρήματα, φρούδη χροιά, φρούδη ψυχή, φρούδη δʼ ἐμβάς· 720καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς φρουρᾶς ᾄδων ὀλίγου φροῦδος γεγένημαι. Σωκράτης οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις; Στρεψιάδης ἐγώ; νὴ τὸν Ποσειδῶ. Σωκράτης καὶ τί δῆτʼ ἐφρόντισας; Στρεψιάδης 725ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται. Σωκράτης ἀπολεῖ κάκιστʼ. Στρεψιάδης ἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως. Σωκράτης οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα. ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς κἀπαιόλημʼ. Στρεψιάδης οἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοι 730ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα; Σωκράτης φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί. οὗτος καθεύδεις; Στρεψιάδης μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.

STREPSIADES Out creep bugbears scantly fed, And my ribs they bite in twain, And my life-blood out they suck, And my manhood off they pluck, And my loins they dig and drain, And I’m dying, once again.

CHORUS O take not the smart so deeply to heart.

STREPSIADES Why, what can I do? Vanished my skin so ruddy of hue, Vanished my life-blood, vanished my shoe, Vanished my purse, and what is still worse As I hummed an old tune till my watch should be past, I had very near vanished myself at the last.

SOCRATES Hallo there, are you pondering?

STREPSIADES Eh! what? I? Yes to be sure.

SOCRATES And what have your ponderings come to?

STREPSIADES Whether these bugs will leave a bit of me.

SOCRATES Consume you, wretch!

STREPSIADES Faith, I’m consumed already.

SOCRATES Come, come, don’t flinch: pull up the clothes again: Search out and catch some very subtle dodge To fleece your creditors.

STREPSIADES O me, how can I Fleece any one with all these fleeces on me? (Puts his head under the clothes.)

SOCRATES Come, let me peep a moment what he’s doing. Hey! he’s asleep!

STREPSIADES No, no! no fear of that!

SOCRATES Caught anything?

Σωκράτης 733ἔχεις τι; Στρεψιάδης μὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ. Σωκράτης οὐδὲν πάνυ; Στρεψιάδης οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ. Σωκράτης 735οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς; Στρεψιάδης περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες. Σωκράτης αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε. Στρεψιάδης ἀκήκοας μυριάκις ἁγὼ βούλομαι, περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί. Σωκράτης 740ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα, ὀρθῶς διαιρῶν καὶ σκοπῶν. Στρεψιάδης οἴμοι τάλας. Σωκράτης ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων, ἀφεὶς ἄπελθε, κατὰ τὴν γνώμην πάλιν 745κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον. Στρεψιάδης ὦ Σωκρατίδιον φίλτατον. Σωκράτης τί ὦ γέρον; Στρεψιάδης ἔχω τόκου γνώμην ἀποστερητικήν. Σωκράτης ἐπίδειξον αὐτήν. Στρεψιάδης εἰπὲ δή νύν μοι — Σωκράτης τὸ τί; Στρεψιάδης γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴν 750καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ αὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον, ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων — Σωκράτης τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ; Στρεψιάδης ὅ τι; εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ, 755οὐκ ἂν ἀποδοίην τοὺς τόκους. Σωκράτης ὁτιὴ τί δή; Στρεψιάδης ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται. Σωκράτης εὖ γʼ· ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.

STREPSIADES No, nothing.

SOCRATES Surely, something.

STREPSIADES Well, I had something in my hand, I’ll own.

SOCRATES Pull up the clothes again, and go on pondering.

STREPSIADES On what? now do please tell me, Socrates.

SOCRATES What is it that you want? first tell me that.

STREPSIADES You have heard a million times what ’tis I want: My debts! my debts! I want to shirk my debts.

SOCRATES Come, come, pull up the clothes: refine your thoughts With subtle wit: look at the case on all sides: Mind you divide corréctly.

STREPSIADES Ugh! O me.

SOCRATES Hush: if you meet with any difficulty Leave it a moment: then return again To the same thought: then lift and weigh it well.

STREPSIADES Oh, here, dear Socrates!

SOCRATES Well, my old friend.

STREPSIADES I’ve found a notion how to shirk my debts.

SOCRATES Well then, propound it.

STREPSIADES What do you think of this? Suppose I hire some grand Thessalian witch To conjure down the Moon, and then I take it And clap it into some round helmet-box, And keep it fast there, like a looking-glass,—

SOCRATES But what’s the use of that?

STREPSIADES The use, quotha: Why if the Moon should never rise again, I’d never pay one farthing.

SOCRATES No! why not?

STREPSIADES Why, don’t we pay our interest by the month?

SOCRATES Good! now I’ll proffer you another problem.

Σωκράτης 758εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη, 760ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι. Στρεψιάδης ὅπως; ὅπως; οὐκ οἶδʼ· ἀτὰρ ζητητέον. Σωκράτης μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί, ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός. Στρεψιάδης 765ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην, ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί. Σωκράτης ποίαν τινά; Στρεψιάδης ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ, ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι; Σωκράτης τὴν ὕαλον λέγεις; Στρεψιάδης 770ἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών, ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς, ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης; Σωκράτης σοφῶς γε νὴ τὰς Χάριτας. Στρεψιάδης οἴμʼ ὡς ἥδομαι ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη. Σωκράτης 775ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον. Στρεψιάδης τὸ τί; Σωκράτης ὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκην μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων. Στρεψιάδης φαυλότατα καὶ ῥᾷστʼ. Σωκράτης εἰπὲ δή. Στρεψιάδης καὶ δὴ λέγω. εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης, 780πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων. Σωκράτης οὐδὲν λέγεις. Στρεψιάδης νὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ

SOCRATES Suppose an action: damages, five talents: Now tell me how you can evade that same.

STREPSIADES How! how! can’t say at all: but I’ll go seek.—

SOCRATES Don’t wrap your mind for ever round yourself, But let your thoughts range freely through the air, Like chafers with a thread about their feet.

STREPSIADES I’ve found a bright evasion of the action: Confess yourself, ’tis glorious.

SOCRATES But what is it?

STREPSIADES I say, haven’t you seen in druggists’ shops That stone, that splendidly transparent stone, By which they kindle fire?

SOCRATES The burning-glass?

STREPSIADES That’s it: well then, I’d get me one of these, And as the clerk was entering down my case, I’d stand, like this, some distance towards the sun, And burn out every line.

SOCRATES By the Three Graces, A clever dodge!

STREPSIADES O me, how pleased I am To have a debt like that clean blotted out.

SOCRATES Come, then, make haste and snap up this. Well, what?

SOCRATES How to prevent an adversary’s suit Supposing you were sure to lose it; tell me.

STREPSIADES O, nothing easier.

SOCRATES How, pray?

STREPSIADES Why thus, While there was yet one trial intervening, Ere mine was cited, I’d go hang myself.

SOCRATES Absurd!

STREPSIADES No, by the Gods, it isn’t though:

Στρεψιάδης 782οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην. Σωκράτης ὑθλεῖς· ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι. Στρεψιάδης ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες. Σωκράτης 785ἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς· ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε. Στρεψιάδης φέρʼ ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν; τίς ἦν ἐν ᾗ ʼματτόμεθα μέντοι τἄλφιτα; οἴμοι τίς ἦν; Σωκράτης οὐκ ἐς κόρακας ἀποφθερεῖ, 790ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον; Στρεψιάδης οἴμοι τί οὖν δῆθʼ ὁ κακοδαίμων πείσομαι; ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. ἀλλʼ ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε. Χορός ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν, 795εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος, πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν. Στρεψιάδης ἀλλʼ ἔστʼ ἔμοιγʼ υἱὸς καλός τε κἀγαθός· ἀλλʼ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω; Χορός σὺ δʼ ἐπιτρέπεις; Στρεψιάδης εὐσωματεῖ γὰρ καὶ σφριγᾷ, 800κἄστʼ ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας. ἀτὰρ μέτειμί γʼ αὐτόν· ἢν δὲ μὴ ʼθέλῃ, οὐκ ἔσθʼ ὅπως οὐκ ἐξελῶ κʼ τῆς οἰκίας. ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.

STREPSIADES They could not prosecute me were I dead.

SOCRATES Nonsense! Be off: I’ll try no more to teach you.

STREPSIADES Why not? do, please: now, please do, Socrates.

SOCRATES Why you forget all that you learn, directly. Come, say what you learnt first; there’s a chance for you.

STREPSIADES Ah! what was first—Dear me: whatever was it?— Whatever’s that we knead the barley in?— Bless us, what was it?

SOCRATES Be off, and feed the crows, You most forgetful, most absurd old dolt!

STREPSIADES O me! what will become of me, poor wretch! I’m clean undone: I haven’t learnt to speak.— O gracious Clouds, now do advise me something.

CHORUS Our counsel, ancient friend, is simply this, To send your son, if you have one at home, And let him learn this wisdom in your stead.

STREPSIADES Yes! I’ve a son, quite a fine gentleman: But he won’t learn, so what am I to do?

CHORUS What! is he master?

STREPSIADES Well: he’s strong and vigorous, And he’s got some of the Coesyra blood within him: Still I’ll go for him, and if he won’t come By all the Gods I’ll turn him out of doors. Go in one moment, I’ll be back directly.

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. I, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.