Aristophanes · The Acharnians Ἀχαρνεῖς

Aristophanes, The Acharnians 1–203: Prologue: Dicaeopolis at the Assembly; Amphitheus and the treaties

Dicaeopolis sits alone on the Pnyx, complaining that the Athenians crowd the market-place while the Assembly is empty, and says that he means to interrupt any speaker who talks of anything but Peace. When the Prytanes arrive, Amphitheus is dragged off for claiming that he alone can make peace with Sparta, and Dicaeopolis gives him eight drachmas to make a private treaty for him. After the Great King's envoys and the Thracians brought by Theorus have been paraded, Amphitheus returns, chased by angry Acharnians, and Dicaeopolis chooses the thirty-year treaty.

Lines 1–203 · 1682 words · click a number to copy its link

DICAEOPOLIS

1ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν, ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα· ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα. φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος; 5ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών, τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν. ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι. ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν, 10ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον, ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν. πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν; ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲ Δεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον. 15τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών, ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον. ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαι οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς

What heaps of things have bitten me to the heart! A small few pleased me, very few, just four; But those that vexed were sand-dune-hundredfold. Let’s see: what pleased me, worth my gladfulness? I know a thing it cheered my heart to see; ’Twas those five talents vomited up by Cleon. At that I brightened; and I love the Knights For that performance; ’twas of price to Hellas, Then I’d a tragic sorrow, when I looked With open mouth for Aeschylus, and lo, The Crier called, Bring on your play, Theognis. Judge what an icy shock that gave my heart! Next; pleased I was when Moschus left, and in Dexitheus came with his Boeotian song. But oh this year I nearly cracked my neck, When in slipped Chaeris for the Orthian Nome. But never yet since first I washed my face Was I so bitten—in my brows with soap,

Δικαιόπολις 19ὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίας 20ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί, οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίαν ἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖς 25ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου, ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπως ἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις. ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν νοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος, 30στένω κέχηνα σκορδινῶμαι πέρδομαι, ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι, ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν, στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν, ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω, 35οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω, ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν. νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας, ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ. 40ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί. οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον· ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται. Κῆρυξ πάριτʼ ἐς τὸ πρόσθεν, πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος. Ἀμφίθεος 45ἤδη τις εἶπε; Κῆρυξ τίς ἀγορεύειν βούλεται; Ἀμφίθεος ἐγώ.

DICAEOPOLIS As now, when here’s the fixed Assembly Day, And morning come, and no one in the Pnyx. They’re in the Agora chattering, up and down Scurrying to dodge the vermeil-tinctured cord. Why even the Prytanes are not here! They’ll come; Long after time, elbowing each other, jostling For the front bench, streaming down all together You can’t think how. But as for making Peace They do not care one jot. O City! City! But I am always first of all to come, And here I take my seat; then, all alone,— I pass the time complaining, yawning, stretching, I fidget, write, twitch hairs out, do my sums, Gaze fondly country-wards, longing for Peace, Loathing the town, sick for my village-home, Which never cried, Come, buy my charcoal, or My vinegar, my oil, my anything; But freely gave us all; no buy-word there. So here I’m waiting, thoroughly prepared To riot, wrangle, interrupt the speakers Whene’er they speak of anything but Peace. —But here they come, our noon-day Prytanes! Aye, there they go! I told you how ’twould be Every one jostling for the foremost place.

CRIER Move forward all, Move up, within the consecrated line.

AMPHITHEUS Speaking begun?

CRIER Who will address the meeting?

AMPHITHEUS I,

Κῆρυξ 46bτίς ὤν; Ἀμφίθεος Ἀμφίθεος. Κῆρυξ οὐκ ἄνθρωπος; Ἀμφίθεος οὔ, ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται· γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν, 50ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼ ἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶ σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ. ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω· οὐ γὰρ διδόασιν οἱ πρυτάνεις. Κῆρυξ ἕτερος οἱ τοξόται. Ἀμφίθεος 55ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με; Δικαιόπολις ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν τὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας. Κῆρυξ ἕτερος κάθησο, σῖγα. Δικαιόπολις μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ, 60ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι. Κῆρυξ οἱ πρέσβεις οἱ παρὰ βασιλέως. Δικαιόπολις ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσιν καὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν. Κῆρυξ σίγα. Δικαιόπολις βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος. Πρέσβυς 65ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας ἐπʼ Εὐθυμένους ἄρχοντος.

CRIER Who are you?

AMPHITHEUS Amphitheus.

CRIER Not a man?

AMPHITHEUS No, an immortal. For the first Amphitheus Was of Demeter and Triptolemus The son: his son was Celeus; Celeus married Phaenarete, who bare my sire Lycinus. Hence I’m immortal; and the gods committed To me alone the making peace with Sparta. But, though immortal, I’ve no journey-money; The Prytanes won’t provide it. Archers, there!

AMPHITHEUS O help me, Celeus! help, Triptolemus!

DICAEOPOLIS Ye wrong the Assembly, Prytanes, ye do wrong it, Haling away a man who only wants To give us Peace, and hanging up of shields.

CRIER St! Take your seat.

DICAEOPOLIS By Apollo, no, not I, Unless ye prytanize about the Peace.

CRIER O yes! The Ambassadors from the Great King!

DICAEOPOLIS What King! I’m sick to death of embassies, And all their peacocks and their impositions.

CRIER Keep silence!

DICAEOPOLIS Hey!!! Ecbatana, here’s a show.

AMBASSADOR Ye sent us, envoys to the Great King’s Court, Receiving each two drachmas daily, when Euthymenes was Archon.

Δικαιόπολις 67bοἴμοι τῶν δραχμῶν. Πρέσβυς καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίων πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι, 70ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι, ἀπολλύμενοι. Δικαιόπολις σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος. Πρέσβυς ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων 75ἄκρατον οἶνον ἡδύν. Δικαιόπολις ὦ Κραναὰ πόλις ἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων; Πρέσβυς οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν. Δικαιόπολις ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας. Πρέσβυς 80ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν· ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών, κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν. Δικαιόπολις πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν; Πρέσβυς τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε. 85εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. Δικαιόπολις καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων. Πρέσβυς καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ. Δικαιόπολις 90ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.

DICAEOPOLIS O me, the drachmas!

AMBASSADOR And weary work we found it, sauntering on, Supinely stretched in our luxurious litters With awnings o’er us, through Cajystrian plains. ’Twas a bad time.

DICAEOPOLIS Aye, the good time was mine, Stretched in the litter on the ramparts here!

AMBASSADOR And oft they féted us, and we perforce Out of their gold and crystal cups must drink The pure sweet wine.

DICAEOPOLIS O Cranaan city, mark you The insolent airs of these ambassadors?

AMBASSADOR For only those are there accounted MEN Who drink the hardest, and who eat the most.

DICAEOPOLIS As here the most debauched and dissolute.

AMBASSADOR In the fourth year we reached the Great King’s Court. But he, with all his troops, had gone to sit An eight-months’ session on the Golden Hills!

DICAEOPOLIS Pray, at what time did he conclude his session?

AMBASSADOR At the full moon; and so came home again. Then he too féted us, and set before us Whole pot-baked oxen—

DICAEOPOLIS And who ever heard Of pot-baked oxen? Out upon your lies!

AMBASSADOR And an enormous bird, three times the size Of our Cleonymus: its name was—Gull.

DICAEOPOLIS That’s why you gulled us out of all those drachmas!

Πρέσβυς 91καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν, τὸν βασιλέως ὀφθαλμόν. Δικαιόπολις ἐκκόψειέ γε κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως. Κῆρυξ ὁ βασιλέως ὀφθαλμός. Δικαιόπολις ὦναξ Ἡράκλεις. 95πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις; ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς; ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω. Πρέσβυς ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσον λέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα. Ψευδαρτάβας 100ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα. Πρέσβυς ξυνήκαθʼ ὃ λέγει; Δικαιόπολις μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ. Πρέσβυς πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον. λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον. Ψευδαρτάβας οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ. Δικαιόπολις 105οἴμοι κακοδαίμων ὡς σαφῶς. Πρέσβυς τί δʼ αὖ λέγει; Δικαιόπολις ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει, εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων. Πρέσβυς οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει. Δικαιόπολις ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας. 110ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,

AMBASSADOR And now we bring you Pseudo-Artabas The Great King’s Eye.

DICAEOPOLIS O how I wish some raven Would come and strike out yours, the Ambassador’s.

CRIER O yes! the Great King’s Eye!

DICAEOPOLIS O Heracles! By Heaven, my man, you wear a war-ship look! What! Do you round the point, and spy the docks? Is that an oar-pad underneath your eye?

AMBASSADOR Now tell the Athenians, Pseudo-Artabas, What the Great King commissioned you to say. Serndeiirahs. Ijisti boutti furbiss upde rotti.

AMBASSADOR Do you understand?

DICAEOPOLIS By Apollo, no not I.

AMBASSADOR He says the King is going to send you gold. (To Pseudo.) Be more distinct and clear about the gold.

PSEUDO-ARTABAS No getti goldi, nincompoop Iawny.

DICAEOPOLIS Wow, but that’s clear enough!

AMBASSADOR What does he say?

DICAEOPOLIS He says the Ionians must be nincompoops If they’re expecting any gold from Persia.

AMBASSADOR No, no: he spoke of golden income-coupons.

DICAEOPOLIS What income-coupons? You’re a great big liar! You, get away; I’ll test the man myself. (To Pseudo.) Now look at this (showing his fist): and answer Yes, or No!

Δικαιόπολις 112ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν· βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.) ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.) 115Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί, κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν. καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου. ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε, 120τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων; Κῆρυξ σίγα, κάθιζε. τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ 125ἐς τὸ πρυτανεῖον. Δικαιόπολις ταῦτα δῆτʼ οὐχ ἀγχόνη; κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι; τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα. ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα. ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν; Ἀμφίθεος οὑτοσὶ πάρα. Δικαιόπολις 130ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι· ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.

DICAEOPOLIS Or else I’ll dye you with a Sardian dye. Does the Great King intend to send us gold? (Pseudo-Artabas nods dissent.) Then are our envoys here bamboozling us? (He nods assent.) These fellows nod in pure Hellenic style; I do believe they come from hereabouts. Aye, to be sure; why, one of these two eunuchs Is Cleisthenes, Sibyrtius’s son! O thou young shaver of the hot-souled rump, With such a beard, thou monkey, dost thou come Tricked out amongst us in a eunuch’s guise? And who’s this other chap? Not Straton, surely?

CRIER St! Take your seat! O yes! The Council ask the Great King’s Eye to dinner At the Town Hall.

DICAEOPOLIS Now is not that a throttler? Here must I drudge at soldiering; while these rogues, The Town-Hall door is never closed to them. Now then, I’ll do a great and startling deed. Amphitheus! Where’s Amphitheus?

AMPHITHEUS Here am I,

DICAEOPOLIS Here be eight drachmas; take them; and with all The Lacedaemonians make a private peace For me, my wife and children: none besides. (To the Prytanes and citizens) Stick to your embassies and befoolings, you.

Κῆρυξ 134προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους. Θέωρος ὁδί. Δικαιόπολις 135ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται. Θέωρος χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν— Δικαιόπολις μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν. Θέωρος εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον, 140ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο. τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον· καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς, ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί. 145ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα, ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ· ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν, 150ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. Δικαιόπολις κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων. Θέωρος καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος ἔπεμψεν ὑμῖν. Δικαιόπολις τοῦτο μέν γʼ ἤδη σαφές. Κῆρυξ 155οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν. Δικαιόπολις τουτὶ τί ἐστι τὸ κακόν; Θέωρος Ὀδομάντων στρατός.

CRIER O yes! Theorus from Sitalces!

THEORUS Here!

DICAEOPOLIS O here’s another humbug introduced.

THEORUS We should not, sirs, have tarried long in Thrace—

DICAEOPOLIS But for the salary you kept on drawing.

THEORUS But for the storms, which covered Thrace with snow And froze the rivers. "’Twas about the season At which Theognis was performing here. I all that time was drinking with Sitalces; A most prodigious Athens-lover he, Yea such a true admirer, he would scribble On every wall My beautiful Athenians! His son, our newly-made Athenian, longed To taste his Apaturian sausages, And bade his father help his fatherland. And he, with deep libations, vowed to help us With such an host that every one would say Heavens! what a swarm of locusts comes this may!

DICAEOPOLIS Hang me, if I believe a single word Of all that speech, except about the locusts.

THEORUS And here he sends you the most warlike tribe Of all in Thrace.

DICAEOPOLIS Come, here’s proof positive.

CRIER The Thracians whom Theorus brought, come forward!

DICAEOPOLIS What the plague’s this?

THEORUS The Odomantian host.

Δικαιόπολις 157ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν; τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν; Θέωρος τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ, 160καταπελτάσονται τὴν Βοιωτίαν ὅλην. Δικαιόπολις τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις; ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι, ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος. 165οὐ καταβαλεῖτε τὰ σκόροδʼ; Θέωρος ὦ μόχθηρε σὺ οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις. Δικαιόπολις ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων; ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν 170τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με. Κῆρυξ τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην. οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν. Δικαιόπολις οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα. 175ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί. χαῖρʼ Ἀμφίθεε. Ἀμφίθεος μήπω γε πρίν γʼ ἂν στῶ τρέχων· δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας. Δικαιόπολις τί δʼ ἔστʼ; Ἀμφίθεος ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες

DICAEOPOLIS The Odomantians, pho! Hallo, look here. Are Odomantians all equipped like this?

THEORUS Give them two drachmas each a day, and these Will targeteer Boeotia all to bits.

DICAEOPOLIS Two drachmas for THESE scarecrows! Oh, our tars, Our noble tars, the safeguard of our state, Well may they groan at this. O! Murder! O! These Odomantian thieves have sacked my garlic. Put down the garlic! drop it!

THEORUS You rapscallion, How dare you touch them, when they’re garlic-primed.

DICAEOPOLIS O will you let them, Prytanes, use me thus, Barbarians too, in this my fatherland? But stop! I warn you not to hold the Assembly About the Thracians’ pay. I tell you there’s A portent come; I felt a drop of rain!

CRIER The Thracians are to go, and two days hence Come here again. The Assembly is dissolved.

DICAEOPOLIS O me, the salad I have lost this day! But here’s Amphitheus, back from Lacedaemon. Well met, Amphitheus!

AMPHITHEUS Not till I’ve done running. I needs must flee the Acharnians, clean away.

DICAEOPOLIS What mean you?

AMPHITHEUS I was bringing back in haste The treaties, when some veterans smelt them out,

Ἀμφίθεος 180Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι. ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων; κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων· 185ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων. Δικαιόπολις οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις; Ἀμφίθεος ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα. αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών. Δικαιόπολις αἰβοῖ. Ἀμφίθεος τί ἔστιν; Δικαιόπολις οὐκ ἀρέσκουσίν μʼ ὅτι 190ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν. Ἀμφίθεος σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών. Δικαιόπολις ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων. Ἀμφίθεος ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδες 195κατὰ γῆν τε καὶ θάλατταν. Δικαιόπολις ὦ Διονύσια, αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταρος καὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν, κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις. ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι, 200χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας. ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς ἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.

AMPHITHEUS Acharnians, men of Marathon, hard in grain As their own oak and maple, rough and tough; And all at once they cried, O villain, dare you Bring treaties when our vineyards are cut down? Then in their lappets up they gathered stones; I fled away: they followed roaring after.

DICAEOPOLIS So let them roar. But have you got the treaties?

AMPHITHEUS O yes, I have. Three samples; here they are. These are the five-year treaties; take and taste them.

DICAEOPOLIS Pheugh!

AMPHITHEUS What’s the matter?

DICAEOPOLIS I don’t like the things, They smell of tar and naval preparations.

AMPHITHEUS Then taste the ten-year samples; here they are.

DICAEOPOLIS These smell of embassies to all the states, Urgent, as if the Allies are hanging back.

AMPHITHEUS Then here are treaties both by land and sea For thirty years.

DICAEOPOLIS O Feast of Dionysus! These have a smell of nectar and ambrosia, And never mind about the three days’ rations, And in your mouth they say, Go where you please. These do I welcome, these I pour, and drain, Nor care a hang about your old Acharnians. But I, released from War and War’s alarms, Will hold, within, the Rural Dionysia.

AMPHITHEUS

203ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.

And I will flee those peppery old Acharnians.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. I, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.

The Acharnians 1–203: Dicaeopolis at the Assembly