Aratus · Phaenomena Φαινόμενα

Aratus, Phaenomena 571–737: Risings and settings of the constellations

Aratus tells which constellations set and which rise as each sign of the Zodiac rises, from the Crab to the Twins, among them Ophiuchus, Boötes, Orion, Cetus, Cepheus, Cassiepeia and Perseus. In explaining why Orion flees when the Scorpion rises, he tells how Orion offended Artemis in Chios and was killed by the Scorpion. The section ends by turning to the Moon's phases as a guide to the month.

Lines 571–737 · 1603 words · click a number to copy its link
571τοὶ μὲν δύνοντες, τοὶ δʼ ἐξ ἑτέρης ἀνιόντες. δύνει μὲν Στέφανος, δύνει δὲ κατὰ ῥάχιν Ἰχθύς. ἥμισυ μέν κεν ἴδοιο μετήορον, ἥμισυ δʼ ἤδη ἐσχατιαὶ βάλλουσι κατερχομένου Στεφάνοιο. 575αὐτὰρ ὅ γʼ ἐξόπιθεν τετραμμένος ἄλλα μὲν οὔπω γαστέρι νειαίρῃ, τὰ δʼ ὑπέρτερα νυκτὶ φορεῖται. τὸν δὲ καὶ εἰς ὤμους κατάγει μογερὸν Ὀφιοῦχον Καρκίνος ἐκ γονάτων, κατάγει δʼ Ὄφιν αὐχένος ἐγγύς. οὐδʼ ἂν ἔτʼ Ἀρκτοφύλαξ εἴη πολὺς ἀμφοτέρωθεν, 580μείων ἠμάτιος, τὸ δʼ ἐπὶ πλέον ἔννυχος ἤδη. τέτρασι γὰρ μοίραις ἄμυδις κατιόντα Βοώτην Ὠκεανὸς δέχεται· ὁ δʼ ἐπὴν φάεος κορέσηται, βουλυτῷ ἐπέχει πλεῖον δίχα νυκτὸς ἰούσης, ἦμος ὅτʼ ἠελίοιο κατερχομένοιο δύηται. 585κεῖναί οἱ καὶ νύκτες ἐπʼ ὀψὲ δύοντι λέγονται. ὣς οἱ μὲν δύνουσιν, ὁ δʼ ἀντίος, οὐδὲν ἀεικής, ἀλλʼ εὖ μὲν ζώνῃ, εὖ δʼ ἀμφοτέροισι φαεινὸς ὤμοις Ὠρίων, ξίφεός γε μὲν ἶφι πεποιθώς, πάντα φέρων Ποταμόν, κέραος παρατείνεται ἄλλου. 590ἐρχομένῳ δὲ Λέοντι τὰ μὲν κατὰ πάντα φέρονται Καρκίνῳ ὅσσʼ ἐδύοντο, καὶ Αἰετός. αὐτὰρ ὅ γε Γνὺξ

The Crown sets and the Southern Fish as far as its back. Half the setting Crown is visible in the sky but half already sinks beneath the verge. Of Engonasin, backward turned, the waist is still visible but his upper parts are borne in night. The rise of the Crab brings down from knee to shoulder the wretched Ophiuchus and Ophis to the neck. No longer great on both sides of the horizon is Arctophylax but only the lesser portion is visible, while the greater part is wrapt in night. For with four signs of the Zodiac Boötes sets and is received in the bosom of ocean; and when he is sated with the light he takes till past midnight in the loosing of his oxen, in the season when he sets with the sinking sun. Those nights are named after his late setting. So these stars are setting, but another, facing them, no dim star, even Orion with glittering belt and shining shoulders and trusting in the might of his sword, and bringing all the River, rises from the other horn, the East.

At the coming of the Lion those constellations wholly set, which were setting when the Crab rose, and with them sets the Eagle. But the Phantom

592ἥμενος ἄλλα μὲν ἤδη, ἀτὰρ γόνυ καὶ πόδα λαιὸν οὔπω κυμαίνοντος ὑποστρέφει ὠκεανοῖο. ἀντέλλει δʼ Ὕδρης κεφαλὴ χαροπός τε Λαγωὸς 595καὶ Προκύων πρότεροί τε πόδες Κυνὸς αἰθομένοιο. οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει Παρθένος ἀντέλλουσα. Λύρη τότε Κυλληναίη καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός· σὺν τοῖς Ὄρνιθος πρώτα πτερὰ μέσφα παρʼ αὐτὴν 600οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται· δύνει δʼ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν. ἀντέλλει δʼ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παρʼ αὐτὸν Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους, ἕλκων ἐξόπιθεν πρύμνην πολυτειρέος Ἀργοῦς. 605ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν, Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται. Οὐδʼ ἂν ἐπερχόμεναι Χηλαὶ, καὶ λεπτὰ φάουσαι, ἄφραστοι παρίοιεν, ἐπεὶ μέγα σῆμα Βοώτης ἀθρόος ἀντέλλει βεβολημένος Ἀρκτούροιο. 610Ἀργὼ δʼ εὖ μάλα πᾶσα μετήορος ἔσσεται ἤδη· ἀλλʼ Ὕδρη, κέχυται γὰρ ἐν οὐρανῷ ἤλιθα πολλή, οὐρῆς ἂν δεύοιτο. μόνην δʼ ἐπὶ Χηλαὶ ἄγουσιν δεξιτερὴν κνήμην αὐτῆς ἐπιγουνίδος ἄχρις 615αἰεὶ Γνύξ, αἰεὶ δὲ Λύρῃ παραπεπτηῶτος, ὅντινα τοῦτον ἄϊστον ὑπουρανίων εἰδώλων ἀμφότερον δύνοντα καὶ ἐξ ἑτέρης ἀνιόντα πολλάκις αὐτονυχεὶ θηεύμεθα. τοῦ μὲν ἄρʼ οἴη κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν· 620αὐτὸς δʼ ἐς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ Σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα Τόξου·

On His Knees sinks all save knee and left foot beneath the stormy ocean. Up rises the Hydra’s head and the bright-eyed Hare and Procyon and the forefeet of the flaming Dog.

Not few, either, are the constellations which the Maiden at her rising sends beneath the verge of earth. Then set the Cyllenian Lyre, the Dolphin and the shapely Arrow. With them the wing-tips of the Bird up to her very tail and the farthest reaches of the River are overshadowed. The head of the Horse sets, sets too his neck. The Hydra rises higher as far as Crater, and before her the Dog brings up his hind feet, dragging behind him the stern of Argo of many stars. And she rises above the earth, cleft right at the mast, just when the whole of the Maiden has risen.

Nor can the rising Claws, though faintly shining, pass unremarked, when at a bound the mighty sign of Boötes rises, jewelled with Arcturus. Aloft is risen all of Argo, but the Hydra, shed as she is afar over the heavens, will lack her tail. The Claws bring only the right leg as far as the thigh of that Phantom that is ever On his Knees, ever crouching by the Lyre—that Phantom, unknown among the figures of the heavens, whom we often see both rise and set on the selfsame night. Of him only the leg is visible at the rising of both the Claws: he himself head-downward on the other side awaits the rising Scorpion and the Drawer of the Bow. For they bring him:

622οἱ γάρ μιν φορέουσιν, ὁ μὲν μέσον ἄλλα τε πάντα, χεῖρα δέ οἱ σκαιὴν κεφαλήν θʼ ἅμα Τόξον ἀγινεῖ. ἀλλʼ ὁ μὲν ὣς τρίχα πάντα καταμελεϊστὶ φορεῖται 625ἥμισυ δὲ Στεφάνοιο καὶ αὐτὴν ἔσχατον οὐρὴν Κενταύρου φορέουσιν ἀνερχόμεναι ἔτι Χηλαί. τῆμος ἀποιχομένην κεφαλὴν μέτα δύεται Ἵππος, καὶ προτέρου Ὄρνιθος ἐφέλκεται ἔσχατος οὐρή. δύνει δʼ Ἀνδρομέδης κεφαλή· τὸ δέ οἱ μέγα δεῖμα 630Κήτεος ἠερόεις ἐπάγει νότος· ἀντία δʼ αὐτὸς Κηφεὺς ἐκ βορέω μεγάλῃ ἀνὰ χειρὶ κελεύει. καὶ τὸ μὲν ἐς λοφιὴν τετραμμένον ἄχρι παρʼ αὐτὴν δύνει, ἀτὰρ Κηφεὺς κεφαλῇ καὶ χειρὶ καὶ ὤμῳ. Καμπαὶ δʼ ἂν Ποταμοῖο καὶ αὐτίκʼ ἐπερχομένοιο 635Σκορπίου ἐμπίπτοιεν ἐϋρρόου ὠκεανοῖο· ὃς καὶ ἐπερχόμενος φοβέει μέγαν Ὠρίωνα. Ἄρτεμις ἱλήκοι· προτέρων λόγος, οἵ μιν ἔφαντο ἑλκῆσαι πέπλοιο, Χίῳ ὅτε θηρία πάντα καρτερὸς Ὠρίων στιβαρῇ ἐπέκοπτε κορύνῃ, 640θήρης ἀρνύμενος κείνῳ χάριν Οἰνοπίωνι. ἡ δέ οἱ ἐξαυτῆς ἐπετείλατο θηρίον ἄλλο, νήσου ἀναρρήξασα μέσας ἑκάτερθε κολώνας, Σκορπίον, ὅς ῥά μιν οὖτα καὶ ἔκτανε πολλὸν ἐόντα πλειότερος προφανείς, ἐπεὶ Ἄρτεμιν ἤκαχεν αὐτήν. 645τούνεκα δὴ καί φασι περαιόθεν ἐρχομένοιο σκορπίου Ὠρίωνα περὶ χθονὸς ἔσχατα φεύγειν. οὐδὲ μέν, Ἀνδρομέδης καὶ Κήτεος ὅσσʼ ἐλέλειπτο, κείνου ἔτʼ ἀντέλλοντος ἀπευθέες, ἀλλʼ ἄρα καὶ τοὶ πανσυδίῃ φεύγουσιν. ὁ δὲ ζώνῃ τότε Κηφεὺς 650γαῖαν ἐπιξύει, τὰ μὲν ἐς κεφαλὴν μάλα πάντα βάπτων ὠκεανοῖο, τὰ δʼ οὐ θέμις, ἀλλὰ τά γʼ αὐταὶ Ἄρκτοι κωλύουσι, πόδας καὶ γοῦνα καὶ ἰξύν.

Scorpion brings his waist and all aforesaid; the Bow his left hand and head. Even so in three portions is he all brought up piecemeal above the horizon. Half the Crown and the tip of the Centaur’s tail are upraised with the rising Claws. Then is the Horse setting after his vanished head, and dragged below is the tail-tip of the Bird, already set. The head of Andromeda is setting and against her is brought by the misty South the mighty terror, Cetus, but over against him in the North Cepheus with mighty hand upraised warns him back. Cetus, neck downward, sets to his neck, and Cepheus with head and hand and shoulder.

The winding River will straightway sink in fair flowing ocean at the coming of Scorpion, whose rising puts to flight even the mighty Orion. Thy pardon, Artemis, we crave! There is a tale told by the men of old, who said that stout Orion laid hands upon her robe, what time in Chios he was smiting with his strong club all manner of beasts, as a service of the hunt to that King Oenopion. But she forthwith rent in twain the surrounding hills of the island and roused against him another kind of beast—even the Scorpion, who proving mightier wounded him, mighty though he was, and slew him, for that he had vexed Artemis. Wherefore, too, men say that at the rising of the Scorpion in the East Orion flees at the Western verge. Nor does what was left of Andromeda and of Cetus fail to mark his rise but in full career they too flee. In that hour the belt of Cepheus grazes earth as he dips his upper parts in the sea, but the rest he may not—his feet and knees and loins, for the Bears themselves forbid. The hapless Cassiepeia herself too hastes after the figure of her child.

653ἡ δὲ καὶ αὐτὴ παιδὸς ἐπείγεται εἰδώλοιο δειλὴ Κασσιέπεια. τὰ δʼ οὐκέτι οἱ κατὰ κόσμον 655φαίνεται ἐκ δίφροιο, πόδες καὶ γούναθʼ ὕπερθεν, ἀλλʼ ἥ γʼ ἐς κεφαλὴν ἴση δύετʼ ἀρνευτῆρι μειρομένη γονάτων, ἐπεὶ οὐκ ἄρʼ ἔμελλεν ἐκείνη Δωρίδι καὶ Πανόπῃ μεγάλων ἄτερ ἰσώσασθαι. ἡ μὲν ἄρʼ εἰς ἑτέρην φέρεται· τὰ δὲ νειόθεν ἄλλα 660οὐρανὸς ἀντιφέρει, Στεφάνοιό τε δεύτερα κύκλα Ὕδρης τʼ ἐσχατιήν, φορέει τʼ ἔπι Κενταύροιο σῶμά τε καὶ κεφαλὴν καὶ Θηρίον ὅ ῥʼ ἐνὶ χειρὶ δεξιτερῇ Κένταυρος ἔχει. τοὶ δʼ αὖθι μένουσιν Τόξον ἐπερχόμενον πρότεροι πόδες ἱππότα Φηρός. 665τόξῳ καὶ σπείρη Ὄφιος καὶ σῶμʼ Ὀφιούχου ἀντέλλει ἐπιόντι· καρήατα δʼ αὐτὸς ἀγινεῖ Σκορπίος ἀντέλλων, ἀνάγει δʼ αὐτὰς Ὀφιούχου χεῖρας καὶ προτέρην Ὄφιος πολυτειρέος ἀγήν. τοῦ γε μὲν Ἐγγόνασιν, περὶ γὰρ τετραμμένος αἰεὶ 670ἀντέλλει, τότε μὲν περάτης ἐξέρχεται ἄλλα, γυῖά τε καὶ ζώνη καὶ στήθεα πάντα καὶ ὦμος δεξιτερῇ σὺν χειρί· κάρη δʼ ἑτέρης μετὰ χειρὸς τόξῳ ἀνέρχονται καὶ Τοξότῃ ἀντέλλοντι. σὺν τοῖς Ἑρμαίη τε Λύρη καὶ στήθεος ἄχρις 675Κηφεὺς ἠῴου παρελαύνεται ὠκεανοῖο, ἦμος καὶ μεγάλοιο Κυνὸς πᾶσαι ἀμαρυγαὶ δύνουσιν, καὶ πάντα κατέρχεται Ὠρίωνος, πάντα γε μὴν ἀτέλεστα διωκομένοιο Λαγωοῦ. ἀλλʼ οὐχ Ἡνιόχῳ Ἔριφοι οὐδʼ Ὠλενίη Αἲξ 680εὐθὺς ἀπέρχονται· τὰ δέ οἱ μεγάλην ἀνὰ χεῖρα

No longer in seemly wise does she shine upon her throne, feet and knees withal, but she headlong plunges like a diver, parted at the knees; for not scatheless was she to rival Doris and Panope. So she is borne towards the West, but other signs in the East the vault of heaven brings from below, the remaining half of the Crown and the tail of the Hydra, and uplifts the body and head of the Centaur and the Beast that the Centaur holds in his right hand. But the fore-feet of the Centaur Knight await the rising of the Bow.

At the coming of the Bow up rises the coil of the Serpent and the body of Ophiuchus. Their heads the rising of the Scorpion himself brings and raises even the hands of Ophiuchus and the foremost coil of the star-bespangled Serpent. Then emerge from below some parts of Engonasin, who ever rises feet-foremost, to wit, his legs, waist, all his breast, his shoulder with his right hand; but his other hand and his head arise with the rising Bow and the Archer. With them the Lyre of Hermes and Cepheus to his breast drive up from the Eastern Ocean, what time all the rays of the mighty Dog are sinking and all of Orion setting, yea, all the Hare, which the Dog pursues in an unending race. But not yet depart the Kids of the Charioteer and the Arm-borne (Olenian) Goat; by his great hand

681λάμπονται, καί οἱ μελέων διακέκριται ἄλλων κινῆσαι χειμῶνας ὅτʼ ἠελίῳ συνίωσιν. Ἀλλὰ τὰ μὲν, κεφαλήν τε καὶ ἄλλην χεῖρα καὶ ἰξύν, Αἰγόκερως ἀνιὼν κατάγει· τὰ δὲ νείατα πάντα 685αὐτῷ Τοξευτῆρι κατέρχεται. οὐδέ τι Περσεὺς οὐδέ τι ἄκρα κόρυμβα μένει πολυτείρεος Ἀργοῦς· ἀλλʼ ἤτοι Περσεὺς μὲν ἄτερ γουνός τε ποδός τε δεξιτεροῦ δύεται, πρύμνης δʼ ὅσον ἐς περιαγήν· αὐτὴ δʼ Αἰγοκερῆϊ κατέρχεται ἀντέλλοντι, 690ἦμος καὶ Προκύων δύεται, τὰ δʼ ἀνέρχεται· ἄλλα, Ὄρνις τʼ Αἰητός τε τά τε πτερόεντος Ὀϊστοῦ τείρεα καὶ νοτίοιο Θυτηρίου ἱερὸς ἕδρη. Ἵππος δʼ Ὑδροχόοιο νέον περιτελλομένοιο ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται· ἀντία δʼ Ἵππου 695ἐξ οὐρῆς Κένταυρον ἐφέλκεται ἀστερίη Νύξ. ἀλλʼ οὔ οἱ δύναται κεφαλὴν οὐδʼ εὐρέας ὤμους αὐτῷ σὺν θώρηκι χαδεῖν. ἀλλʼ αἴθοπος Ὕδρης αὐχενίην κατάγει σπείρην καὶ πάντα μέτωπα. ἡ δὲ καὶ ἐξόπιθεν πολλὴ μένει· ἀλλʼ ἄρα καὶ τὴν 700αὐτῷ Κενταύρῳ, ὁπότʼ Ἰχθύες ἀντέλλωσιν, ἀθρόον ἐμφέρεται. ὁ δʼ ἐπʼ Ἰχθύσιν ἔρχεται Ἰχθὺς αὐτῷ κυανέῳ ὑποκείμενος Αἰγοκερῆϊ, οὐ μὲν ἄδην, ὀλίγον δὲ δυωδεκάδʼ ἀμμένει ἄλλην. οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι 705Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δʼ ὀπίσσω, τείνεται, ὠκεανοῖο νέον ὁπότε προγένωνται Ἰχθύες ἀμφότεροι. τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸς αὐτοὶ ἐφέλκονται, τὰ δʼ ἀριστερὰ νειόθεν ἕλκει Κριός ἀνερχόμενος. τοῦ καὶ περιτελλομένοιο 710ἑσπερόθεν κεν ἴδοιο Θυτήριον· αὐτὰρ ἐν ἄλλῃ

they shine, and are eminent beyond all his other limbs in raising storms, when they fare with the sun.

His head, hand and waist set at the rising of Aegoceros: from waist to foot he sets at the rising of the Archer. Nor do Perseus and the end of the stern of jewelled Argo remain on high, but Perseus sets all save his knee and right foot and Argo is gone save her curved stern. She sinks wholly at the rising of Aegoceros, when Procyon sets too, and there rise the Bird and the Eagle and the gems of the winged Arrow and the sacred Altar, that is established in the South.

When Hydrochoüs is just risen, up wheel the feet and head of the Horse. But opposite the Horse starry Night draws the Centaur, tail-first, beneath the horizon, but cannot yet engulf his head and his broad shoulders, breast and all. But she sinks beneath the verge the coiling neck and all the brow of the gleaming Hydra. Yet many a coil of the Hydra remains, but Night engulfs her wholly with the Centaur, when the Fishes rise; with the Fishes the Fish which is placed beneath azure Aegoceros rises—not completely but part awaits another sign of the Zodiac. So the weary hands and knees and shoulders of Andromeda are parted—stretched some below and others above the horizon, when the Two Fishes are newly risen from the ocean. Her right side the Fishes bring, but the left the rising Ram. When the latter rises, the Altar is seen setting in the West, while in the

711Περσέος ἀντέλλοντος ὅσον κεφαλήν τε καὶ ὤμους. αὐτὴ δὲ ζώνη καί κʼ ἀμφήριστα πέλοιτο ἢ Κριῷ λήγοντι φαείνεται ἢ ἐπὶ Ταύρῳ, σὺν τῷ πανσυδίῃ ἀνελίσσεται. οὐδʼ ὅ γε Ταύρου 715λείπεται ἀντέλλοντος, ἐπεὶ μάλα οἱ συναρηρὼς Ἡνίοχος φέρεται· μοίρῃ γε μὲν οὐκ ἐπὶ ταύτῃ ἀθρόος ἀντέλλει, Δίδυμοι δέ μιν οὖλον ἄγουσιν. ἀλλʼ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ Ταύρῳ συμφορέονται, ὅτε λοφίη τε καὶ οὐρὴ 720Κήτεος αἰθερίοιο περαιόθεν ἀντέλλωσιν. δύνει δʼ Ἀρκτοφύλαξ ἤδη πρώτῃ τότε μοίρῃ τάων, αἳ πίσυρές μιν ἄτερ χειρὸς κατάγουσιν λαιῆς· ἡ δʼ αὐτῷ μεγάλῃ ὑποτέλλεται Ἄρκτῳ. Ἀμφότεροι δὲ πόδες καταδυομένου Ὀφιούχου, 725μέσφʼ αὐτῶν γονάτων, Διδύμοις ἔπι σῆμα τετύχθω ἐξ ἑτέρης ἀνιοῦσι. τότʼ οὐκέτι Κήτεος οὐδὲν ἕλκεται ἀμφοτέρωθεν, ὅλον δέ μιν ὄψεαι ἤδη. ἤδη καὶ Ποταμοῦ πρώτην ἁλὸς ἐξανιοῦσαν ἀγὴν ἐν καθαρῷ πελάγει σκέψαιτό κε ναύτης, 730αὐτὸν ἐπʼ Ὠρίωνα μένων, εἴ οἵ ποθι σῆμα ἢ νυκτὸς μέτρων ἠὲ πλόου ἀγγείλειεν. πάντη γὰρ τά γε πολλὰ θεοὶ ἄνδρεσσι λέγουσιν. οὐχ ὁράᾳς; ὀλίγη μὲν ὅταν κεράεσσι σελήνη ἑσπερόθεν φαίνηται, ἀεξομένοιο διδάσκει 735μηνός· ὅτε πρώτη ἀποκίδναται αὐτόθεν αὐγή, ὅσσον ἐπισκιάειν, ἐπὶ τέτρατον ἦμαρ ἰοῦσα· ὀκτὼ δʼ ἐν διχάσει· διχόμηνα δὲ παντὶ προσώπῳ.

East may be seen rising as much as the head and shoulders of Perseus.

As to his belt itself disputed might it be whether it rises as the Ram ceases to rise or at the rising of the Bull, with whom he rises wholly. Nor lags behind the Charioteer at the rising of the Bull, for close are set their courses. But not with that sign does he rise completely, but the Twins bring him wholly up. The Kids and the sole of the Charioteer’s left foot and the Goat herself journey with the Bull, what time the neck and tail of Cetus, leviathan of the sky, rise from below. Now Arctophylax is beginning to set with the first of those four constellations of the Zodiac that see him sink wholly, save his never setting left hand that rises by the Great Bear.

Let Ophiuchus setting from both feet even to his knees be a sign of the rising of the Twins in the East. Then no longer is aught of Cetus beneath the verge, but thou shalt see him all. Then, too, can the sailor on the open sea mark the first bend of the River rising from the deep, as he watches for Orion himself to see if he might give him any hint of the measure of the night or of his voyage. For on every hand signs in multitude do the gods reveal to man.

Markest thou not? Whenever the Moon with slender horns shines forth in the West, she tells of a new month beginning: when first her rays are shed abroad just enough to cast a shadow, she is going to the fourth day: with orb half complete she proclaims eight days: with full face the mid-day of the

People and places in this passage

English translation by G. R. Mair (1921). Original text: A. W. Mair and G. R. Mair (eds. and trs.), Callimachus and Lycophron, Aratus, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1921 (Greek text as digitised by Perseus, tlg0653.tlg001 perseus-grc2).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.