Aratus · Phaenomena Φαινόμενα

Aratus, Phaenomena 738–891: Weather signs from the Moon and the Sun

The twelve signs of the Zodiac tell the hours of the night, and Aratus urges sailors to watch the stars at sea. He explains how the Moon's phases mark the days of the month and how the shape and colour of her horns and the halos round her foretell wind, rain or calm. He then gives signs from the Sun, from the colour of his disk, his rays, and the mist and clouds around him at rising and setting, and from the parhelia that gird him.

Lines 738–891 · 1488 words · click a number to copy its link
738αἰεὶ δʼ ἄλλοθεν ἄλλα παρακλίνουσα μέτωπα εἴρει ὁποσταίη μηνὸς περιτέλλεται ἠώς. 740ἄκρα γε μὴν νυκτῶν κεῖναι δυοκαίδεκα μοῖραι ἄρκιαι ἐξειπεῖν. τὰ δέ που μέγαν εἰς ἐνιαυτόν, ὥρη μέν τʼ ἀρόσαι νειούς, ὥρη δὲ φυτεῦσαι, ἐκ Διὸς ἤδη πάντα πεφασμένα πάντοθι κεῖται. καὶ μέν τις καὶ νηῒ πολυκλύστου χειμῶνος 745ἐφράσατʼ ἢ δεινοῦ μεμνημένος Ἀρκτούροιο ἠέ τεων ἄλλων, οἵ τʼ ὠκεανοῦ ἀρύονται ἀστέρες ἀμφιλύκης, οἵ τε πρώτης ἔτι νυκτός. ἤτοι γὰρ τοὺς πάντας ἀμείβεται εἰς ἐνιαυτὸν ἠέλιος μέγαν ὄγμον ἐλαύνων, ἄλλοτε δʼ ἄλλῳ 750ἐμπλήσει, τοτὲ μέν τʼ ἀνιὼν τοτὲ δʼ αὐτίκα δύνων· ἄλλος δʼ ἀλλοίην ἀστὴρ ἐπιδέρκεται ἠῶ. γινώσκεις τάδε καὶ σύ, τὰ γὰρ συναείδεται ἤδη ἐννεακαίδεκα κύκλα φαεινοῦ ἠελίοιο, ὅσσα τʼ ἀπὸ ζώνης εἰς ἔσχατον Ὠρίωνα 755Νὺξ ἐπιδινεῖται Κύνα τε θρασὺν Ὠρίωνος, οἵ τε Ποσειδάωνος ὁρώμενοι ἢ Διὸς αὐτοῦ ἀστέρες ἀνθρώποισι τετυγμένα σημαίνουσιν. τῶ κείνων πεπόνησο· μέλοι δέ τοι, εἴ ποτε νηῒ πιστεύεις, εὑρεῖν ὅσα που κεχρημένα κεῖται 760σήματα χειμερίοις ἀνέμοις ἢ λαίλαπι πόντου. μόχθος μέν τʼ ὀλίγος, τὸ δὲ μυρίον αὐτίκʼ ὄνειαρ γίνετʼ ἐπιφροσύνης αἰεὶ πεφυλαγμένῳ ἀνδρί. αὐτὸς μὲν τὰ πρῶτα σαώτερος, εὖ δὲ καὶ ἄλλον παρειπὼν ὤνησεν, ὅτʼ ἐγγύθεν ὤρορε χειμών. 765πολλάκι γὰρ καί τίς τε γαληναίῃ ὑπὸ νυκτὶ

month; and ever with varying phase she tells the date of the dawn that comes round.

Those twelve signs of the Zodiac are sufficient to tell the limits of the night. But they—to mark the great year—the season to plough and sow the fallow field and the season to plant the tree—are already revealed of Zeus and set on every side. Yea, and on the sea, too, many a sailor has marked the coming of the stormy tempest, remembering either dread Arcturus or other stars that draw from ocean in the morning twilight or at the first fall of night. For verily through them all the Sun passes in yearly course, as he drives his mighty furrow, and now to one, now to another he draws near, now as he rises and anon as he sets, and ever another star looks upon another morn.

This thou too knowest, for celebrated by all now are the nineteen cycles of the bright Sun—thou knowest all the stars wheeled aloft by Night from Orion’s belt to the last of Orion and his bold hound, the stars of Poseidon, the stars of Zeus, which, marked, display fit signs of the seasons. Wherefore to them give careful heed and if ever thy trust is in a ship, be it thine to watch what signs in the heavens are labouring under stormy winds or squall at sea. Small is the trouble and thousandfold the reward of his heedfulness who ever takes care. First he himself is safer, and well, too, he profits another by his warning, when a storm is rushing near.

For oft, too, beneath a calm night the sailor shortens sail for fear of the morning sea.

766νῆα περιστέλλει πεφοβημένος ἦρι θαλάσσης· ἄλλοτε δὲ τρίτον ἦμαρ ἐπιτρέχει, ἄλλοτε πέμπτον, ἄλλοτε δʼ ἀπρόφατον κακὸν ἵκετο· πάντα γὰρ οὔπω ἐκ Διὸς ἄνθρωποι γινώσκομεν, ἀλλʼ ἔτι πολλὰ 770κέκρυπται, τῶν αἴ κε θέλῃ καὶ ἐσαυτίκα δώσει Ζεύς· ὁ γὰρ οὖν γενεὴν ἀνδρῶν ἀναφανδὸν ὀφέλλει, πάντοθεν εἰδόμενος, πάντη δʼ ὅ γε σήματα φαίνων. ἄλλα δέ τοι ἐρέει ἤπου διχόωσα σελήνη πληθύος ἀμφοτέρωθεν ἢ αὐτίκα πεπληθυῖα· 775ἄλλα δʼ ἀνερχόμενος, τοτὲ δʼ ἄκρῃ νυκτὶ κελεύων ἠέλιος· τὰ δέ τοι καὶ ἀπʼ ἄλλων ἔσσεται ἄλλα σήματα καὶ περὶ νυκτὶ καὶ ἤματι ποιήσασθαι. σκέπτεο δὲ πρῶτον κεράων ἑκάτερθε σελήνην. ἄλλοτε γάρ τʼ ἄλλῃ μιν ἐπιγράφει ἕσπερος αἴγλῃ, 780ἄλλοτε δʼ ἀλλοῖαι μορφαὶ κερόωσι σελήνην εὐθὺς ἀεξομένην, αἱ μὲν τρίτῃ, αἱ δὲ τετάρτῃ· τάων καὶ περὶ μηνὸς ἐφεσταότος κε πύθοιο. λεπτὴ μὲν καθαρή τε περὶ τρίτον ἦμαρ ἐοῦσα εὔδιός κʼ εἴη· λεπτὴ δὲ καὶ εὖ μάλʼ ἐρευθὴς 785πνευματίη· παχίων δὲ καὶ ἀμβλείῃσι κεραίαις τέτρατον ἐκ τριτάτοιο φόως ἀμενηνὸν ἔχουσα ἢ νότῳ ἄμβλυνται ἢ ὕδατος ἐγγὺς ἐόντος. εἰ δέ κʼ ἀπʼ ἀμφοτέρων κεράων, τρίτον ἦμαρ ἄγουσα, μήτʼ ἐπινευστάζῃ μήθʼ ὑπτιόωσα φαείνῃ, 790ἀλλʼ ὀρθαὶ ἑκάτερθε περιγνάμπτωσι κεραῖαι, ἑσπέριοί κʼ ἄνεμοι κείνην μετὰ νύκτα φέροιντο. εἰ δʼ αὕτως ὀρθὴ καὶ τέτρατον ἦμαρ ἀγινεῖ, ἦ τʼ ἂν χειμῶνος συναγειρομένοιο διδάσκοι.

Sometimes the storm comes on the third day, sometimes on the fifth, but sometimes the evil comes all unforeseen. For not yet do we mortals know all from Zeus, but much still remains hidden, whereof, what he will, even hereafter will he reveal; for openly he aids the race of men, manifesting himself on every side and showing signs on every hand. Some messages the Moon will convey with orb half-full as she waxes or wanes, others when full: others the Sun by warnings at dawn and again at the edge of night, and other hints from other source can be drawn for day and night.

Scan first the horns on either side the Moon. For with varying hue from time to time the evening paints her and of different shape are her horns at different times as the Moon is waxing—one form on the third day and other on the fourth. From them thou canst learn touching the month that is begun. If she is slender and clear about the third day, she heralds calm: if slender and very ruddy, wind; but if thick and with blunted horns she show but a feeble light on the third and fourth night, her beams are blunted by the South wind or imminent rain. If on the third night neither horn nod forward or lean backward, if vertical they curve their tips on either side, winds from the West will follow that night. But if still with vertical crescent she bring the fourth day too, she gives warning of gathering storm.

794εἰ δέ κέ οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύῃ, 795δειδέχθαι βορέω· ὅτε δʼ ὑπτιάῃσι, νότοιο. αὐτὰρ ἐπὴν τριτόωσαν ὅλος περὶ κύκλος ἑλίσσῃ πάντη ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη· μείζονι δʼ ἂν χειμῶνι πυρώτερα φοινίσσοιτο. σκέπτεο δʼ ἐς πληθύν τε καὶ ἀμφότερον διχόωσαν, 800ἠμὲν ἀεξομένην ἠδʼ ἐς κέρας αὖθις ἰοῦσαν, καί οἱ ἐπὶ χροιῇ τεκμαίρεο μηνὸς ἑκάστου. πάντη γὰρ καθαρῇ κε μάλʼ εὔδια τεκμήραιο· πάντα δʼ ἐρευθομένῃ δοκέειν ἀνέμοιο κελεύθους· ἄλλοθι δʼ ἄλλο μελαινομένῃ δοκέειν ὑετοῖο. 805σήματα δʼ οὐ μάλα πᾶσιν ἐπʼ ἤμασι πάντα τέτυκται· ἀλλʼ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέλονται, μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπʼ αὐτὴν σημαίνει διχόμηνον, ἀτὰρ πάλιν ἐκ διχομήνου ἐς διχάδα φθιμένην· ἔχεται δέ οἱ αὐτίκα τετρὰς 810μηνὸς ἀποιχομένου, τῇ δὲ τριτάτη ἐπιόντος. εἰ δέ κέ μιν περὶ πᾶσαν ἀλωαὶ κυκλώσωνται ἢ τρεῖς ἠὲ δύω περικείμεναι ἠὲ μίʼ οἴη, τῇ μὲν ἰῇ ἀνέμοιο γαληναίης τε δοκεύειν, ῥηγνυμένῃ ἀνέμοιο, μαραινομένῃ δὲ γαλήνης·

If her upper horn nod forward, expect thou the North wind, but if it lean backward, the South. But when on the third day a complete halo, blushing red, encircles her, she foretells storm and, the fierier her blush, the fiercer the tempest.

Scan her when full and when half-formed on either side of full, as she waxes from or wanes again to crescent form, and from her hue forecast each month. When quite bright her hue, forecast fair weather; when ruddy, expect the rushing wind; when dark stained with spots, look out for rain. But not for every day is appointed a separate sign, but the signs of the third and fourth day betoken the weather up to the half Moon; those of the half Moon up to full Moon; and in turn the signs of the full Moon up to the waning half Moon; the signs of the half Moon are followed by those of the fourth day from the end of the waning month, and they in their turn by those of the third day of the new month. But if halos encircle all the Moon, set triple or double about her or only single—with the single ring, expect wind or calm; when the ring is broken, wind; when faint and fading, calm; two rings girding the Moon forebode storm; a triple halo would bring a greater storm, and greater still, if black, and more furious still, if the rings are broken.

815ταὶ δύο δʼ ἂν χειμῶνι περιτροχάοιντο σελήνην· μείζονα δʼ ἂν χειμῶνα φέροι τριέλικτος ἀλωή, καὶ μᾶλλον μελανεῦσα, καὶ εἰ ῥηγνύατο μᾶλλον. καὶ τὰ μὲν οὖν ἐπὶ μηνὶ σεληναίης κε πύθοιο. Ἠελίοιο δέ τοι μελέτω ἑκάτερθεν ἰόντος. 820ἠελίῳ καὶ μᾶλλον ἐοικότα σήματα κεῖται, ἀμφότερον δύνοντι καὶ ἐκ περάτης ἀνιόντι. μή οἱ ποικίλλοιτο νέον βάλλοντος ἀρούρας κύκλος, ὅτʼ εὐδίου κεχρημένος ἤματος εἴης, μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη. 825εἰ δʼ αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη, δύνοι δʼ ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην, καί κεν ἐπερχομένης ἠοῦς ἔθʼ ὑπεύδιος εἴη. ἀλλʼ οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλλῃ, οὐδʼ ὁπότʼ ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα 830σχιζόμεναι βάλλωσι, τὰ δʼ αὖ περὶ μέσσα φαείνῃ, ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο. σκέπτεο δʼ, εἴ κέ τοι αὐγαὶ ὑπείκωσʼ ἠελίοιο, αὐτὸν ἐς ἠέλιον· τοῦ γὰρ σκοπιαὶ καὶ ἄρισται· εἴ τί οἱ ἤπου ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ 835ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα, ἢ εἴ που μελανεῖ· καί τοι τὰ μὲν ὕδατος ἔστω σήματα μέλλοντος, τὰ δʼ ἐρεύθεα πάντʼ ἀνέμοιο. εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρημένος εἴη,

Such warnings for the month thou canst learn from the Moon.

To the Sun’s march at East and West give heed. His hints give even more pertinent warning both at setting, and when he comes from below the verge. May not his orb, whenever thou desirest a fair day, be variegated when first his arrows strike the earth, and may he wear no mark at all but shine stainless altogether. If again thus all pure he be in the hour when the oxen are loosed, and set cloudless in the evening with gentle beam, he will still be at the coming dawn attended with fair weather. But not so, when he rises with seemingly hollow disk, nor when his beams part to strike or North or South, while his centre is bright. But then in truth he journeys either through rain or through wind.

Scan closely, if his beams allow thee, the Sun himself, for scanning him is best, to see if either some blush run over him, as often he shows a blush or here or there, when he fares through trailing clouds, or if haply he is darkened. Let the dark stain be sign to thee of coming rain, and every blush be sign of wind. But if he is draped both black and red at once, he will bring rain and will strain beneath the wind.

839καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο. 840εἰ δέ οἱ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο ἀκτῖνες συνίωσι καὶ ἀμφʼ ἑνὶ πεπλήθωσιν, ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅ γʼ ἐς ἠῶ ἔρχηται παρὰ νυκτός, ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα, ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα. 845μηδʼ ὅτε οἱ ὀλίγη νεφέλη πάρος ἀντέλλῃσιν, τὴν δὲ μέτʼ ἀκτίνων κεχρημένος αὐτὸς ἀερθῇ, ἀμνηστεῖν ὑετοῖο. πολὺς δʼ ὅτε οἱ περὶ κύκλος οἷον τηκομένῳ ἐναλίγκιος εὐρύνηται πρῶτον ἀνερχομένοιο, καὶ ἂψ ἐπὶ μεῖον ἴῃσιν, 850εὔδιός κε φέροιτο· καὶ εἴ ποτε χείματος ὥρῃ ὠχρήσαι κατιών. ἀτὰρ ὕδατος ἡμερινοῖο γινομένου κατόπισθε περὶ νέφεα σκοπέεσθαι κὰδ δὴ δυομένου τετραμμένος ἠελίοιο. ἢν μὲν ὑποσκιάῃσι μελαινομένῃ εἰκυῖα 855ἠέλιον νεφέλη, ταὶ δʼ ἀμφί μιν ἔνθα καὶ ἔνθα ἀκτῖνες μεσσηγὺς ἑλισσόμεναι διχόωνται, ἦ τʼ ἂν ἔτʼ εἰς ἠῶ σκέπαος κεχρημένος εἴης. εἰ δʼ ὁ μὲν ἀνέφελος βάπτοι ῥόου ἑσπερίοιο, ταὶ δὲ κατερχομένου νεφέλαι καὶ ἔτʼ οἰχομένοιο 860πλησίαι ἑστήκωσιν ἐρευθέες οὔ σε μάλα χρὴ αὔριον οὐδʼ ἐπὶ νυκτὶ περιτρομέειν ὑετοῖο· ἀλλʼ ὁπότʼ ἠελίοιο μαραινομένῃσιν ὁμοῖαι ἐξαπίνης ἀκτῖνες ἀπʼ οὐρανόθεν τανύωνται, οἷον ἀμαλδύνονται ὅτε σκιάῃσι κατʼ ἰθὺ 865ἱσταμένη γαίης τε καὶ ἠελίοιο σελήνη.

But if the rays of the rising or setting Sun converge and crowd on one spot, or if he go from night to dawn, or from dawn to night, closely beset with clouds, those days will run in company with rushing rain. Nor be thou heedless of rain, what time before him rises a thin mist, after which the Sun himself ascends with scanty beams. But when a broad belt of mist seems to melt and widen before the rising Sun and anon narrows to less, fair will be his course, and fair too, if in the season of winter his hue wax wan at eventide. But for to-morrow’s rain face the setting Sun and scan the clouds. If a darkening cloud overshadow the Sun and if around that cloud the beams that wheel between the Sun and it part to either side of the cloud, thou shalt still need shelter for the dawn. But if without a cloud he dip in the western ocean, and as he is sinking, or still when he is gone, the clouds stand near him blushing red, neither on the morrow nor in the night needst thou be over-fearful of rain. But fear the coming rain when on a sudden the Sun’s rays seem to thin and pale—just as they often fade when the Moon overshadows them, what time she stands straight between the earth and

866οὐδʼ, ὅτε οἱ ἐπέχοντι φανήμεναι ἠῶθι πρὸ φαίνονται νεφέλαι ὑπερευθέες ἄλλοθεν ἄλλαι, ἄρραντοι γίνονται ἐπʼ ἤματι κείνῳ ἄρουραι. μηδʼ αὕτως, ἔτʼ ἐόντι πέρην ὁπότε προταθεῖσαι 870ἀκτῖνες φαίνονται ἐπίσκιοι ἠῶθι πρό, ὕδατος ἢ ἀνέμοιο κατοισομένου λελαθέσθαι. ἀλλʼ εἰ μὲν κεῖναι μᾶλλον κνέφαος φορέοιντο ἀκτῖνες, μᾶλλόν κεν ἐφʼ ὕδατι σημαίνοιεν· εἰ δʼ ὀλίγος τανύοιτο περὶ δνόφος ἀκτίνεσσιν, 875οἷόν που μαλακαὶ νεφέλαι φορέουσι μάλιστα, ἦ τʼ ἂν ἐπερχομένοιο περιδνοφέοιντʼ ἀνέμοιο. οὐδὲ μὲν ἠελίου σχεδόθεν μελανεῦσαι ἀλωαὶ εὔδιοι· ἀσσότεραι δὲ καὶ ἀστεμφὲς μελανεῦσαι μᾶλλον χειμέριαι· δύο δʼ ἂν χαλεπώτεραι εἶεν. 880σκέπτεο δʼ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο, εἴ πού οἱ νεφέων τὰ παρήλια κικλήσκονται ἢ νότου ἠὲ βορῆος ἐρεύθεται ἢ ἑκάτερθεν, μηδʼ οὕτω σκοπιὴν ταύτην ἀμενηνὰ φυλάσσειν. οὐ γάρ, ὅτʼ ἀμφοτέρωθεν ὁμοῦ περὶ μέσσον ἔχουσιν 885ἠέλιον κεῖναι νεφέλαι σχεδὸν ὠκεανοῖο, γίνεται ἀμβολίη διόθεν χειμῶνος ἰόντος. εἴ γε μὲν ἐκ βορέαο μίʼ οἴη φοινίσσοιτο, ἐκ βορέω πνοιάς κε φέροι, νοτίη δὲ νότοιο, ἢ καί που ῥαθάμιγγες ἐπιτροχόωσʼ ὑετοῖο. 890ἑσπερίοις καὶ μᾶλλον ἐπίτρεπε σήμασι τούτοις· ἑσπερόθεν γὰρ ὁμῶς σημαίνεται ἐμμενὲς αἰεί.

Sun; nor are the fields unwetted on that day, when before the dawn, as the Sun delays to shine, reddish clouds appear here or there. Be not heedless either of wind or rain to come, when, while the Sun is still below the verge, his precursor beams shine shadowy in the dawn. The more those beams are borne in shadow, the surer sign they give of rain, but if but faint the dusk that veils his beams, like a soft mist of vapour, that veil of dusk portends wind. Nor are dark halos near the Sun signs of fair weather: when nearer the Sun and dark without relief, they portend greater storms: if there are two rings, they will herald tempests fiercer still.

Mark as the Sun is rising or setting, whether the clouds, called parhelia, blush (on South or North or both), nor make the observation in careless mood. For when on both sides at once those clouds gird the Sun, low down upon the horizon, there is no lingering of the storm that comes from Zeus. But if only one shine purple to the North, from the North will it bring the blast; if in the South: from the South; or down pour the pattering raindrops.

With even greater care mark those signals when in the West, for from the West the warnings are given ever with equal and unfailing certainty.

People and places in this passage

English translation by G. R. Mair (1921). Original text: A. W. Mair and G. R. Mair (eds. and trs.), Callimachus and Lycophron, Aratus, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1921 (Greek text as digitised by Perseus, tlg0653.tlg001 perseus-grc2).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.