Aratus · Phaenomena Φαινόμενα

Aratus, Phaenomena 116–265: Justice leaves the earth; Auriga, Andromeda and Perseus

The Maiden Justice leaves the earth as the Golden, Silver and Bronze Races succeed one another, and takes her place in the sky. Aratus then places the Twins, the Crab and the Lion, and describes Auriga with the Goat and the Kids, the Bull and the Hyades, and the family of Cepheus: Cepheus, Cassiepeia and Andromeda. He continues with the Horse and the spring Hippocrene, the Ram, the Deltoton and the Fishes, and with Perseus and the Pleiades, whose seven names are given.

Lines 116–265 · 1411 words · click a number to copy its link
116ὡμίλει, ποθέουσα παλαιῶν ἤθεα λαῶν. ἀλλʼ ἔμπης ἔτι κεῖνο κατʼ ἀργύρεον γένος ἦεν· ἤρχετο δʼ ἐξ ὀρέων ὑποδείελος ἠχηέντων μουνάξ, οὐδέ τεῳ ἐπεμίσγετο μειλιχίοισιν· 120ἀλλʼ ὁπότʼ ἀνθρώπων μεγάλας πλήσαιτο κολώνας, ἠπείλει δὴ ἔπειτα καθαπτομένη κακότητος, οὐδʼ ἔτʼ ἔφη εἰσωπὸς ἐλεύσεσθαι καλέουσιν· "οἵην χρύσειοι πατέρες γενεὴν ἐλίποντο χειροτέρην· ὑμεῖς δὲ κακώτερα τεξείεσθε. 125καὶ δή που πόλεμοι, καὶ δὴ καὶ ἀνάρσιον αἷμα ἔσσεται ἀνθρώποισι, κακὸν δʼ ἐπικείσεται ἄλγος." ὣς εἰποῦσʼ ὀρέων ἐπεμαίετο, τοὺς δʼ ἄρα λαοὺς εἰς αὐτὴν ἔτι πάντας ἐλίμπανε παπταίνοντας. ἀλλʼ ὅτε δὴ κἀκεῖνοι ἐτέθνασαν, οἱ δʼ ἐγένοντο, 130χαλκείη γενεή, προτέρων ὀλοώτεροι ἄνδρες, οἳ πρῶτοι κακόεργον ἐχαλκεύσαντο μάχαιραν εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων, καὶ τότε μισήσασα Δίκη κείνων γένος ἀνδρῶν ἔπταθʼ ὑπουρανίη· ταύτην δʼ ἄρα νάσσατο χώρην, 135ἧχί περ ἐννυχίη ἔτι φαίνεται ἀνθρώποισιν Παρθένος, ἐγγὺς ἐοῦσα πολυσκέπτοιο Βοώτεω. τῆς ὑπὲρ ἀμφοτέρων ὤμων εἱλίσσεται ἀστὴρ [δεξιτερῇ πτέρυγι· Προτρυγητὴρ δʼ αὖτε καλεῖται·] τόσσος μὲν μεγέθει, τοίῃ δʼ ἐγκείμενος αἴγλῃ, 140οἷος καὶ μεγάλης οὐρὴν ὑποφαίνεται Ἄρκτου. δεινὴ γὰρ κείνη, δεινοὶ δέ οἱ ἐγγύθεν εἰσὶν ἀστέρες· οὐκ ἂν τούς γε ἰδὼν ἐπιτεκμήραιο

Yet in that Silver Age was she still upon the earth; but from the echoing hills at eventide she came alone, nor spake to any man in gentle words. But when she had filled the great heights with gathering crowds, then would she with threats rebuke their evil ways, and declare that never more at their prayer would she reveal her face to man. “Behold what manner of race the fathers of the Golden Age left behind them! Far meaner than themselves! but ye will breed a viler progeny! Verily wars and cruel bloodshed shall be unto men and grievous woe shall be laid upon them.” Even so she spake and sought the hills and left the people all gazing towards her still. But when they, too, were dead, and when, more ruinous than they which went before, the Race of Bronze was born, who were the first to forge the sword of the highwayman, and the first to eat of the flesh of the ploughing-ox, then verily did Justice loathe that race of men and fly heavenward and took up that abode, where even now in the night time the Maiden is seen of men, established near to far-seen Boötes.

Above both her shoulders at her right wing wheels a star, whereof the name is the Vintager—of such size and with such brightness set, as the star that shines beneath the tail of the Great Bear. For dread is the Bear and dread stars are near her. Seeing them thou needest not further conjecture what stars beyond them model all her form.

142a[οἵ μιν πᾶσαν ὄπισθεν ἑλισσόμενοι τυπόωσιν,] οἷός οἱ πρὸ ποδῶν φέρεται καλός τε μέγας τε εἷς μὲν ὑπωμαίων, εἷς δʼ ἰξυόθεν κατιόντων, 145ἄλλος δʼ οὐραίοις ὑπὸ γούνασιν· ἀλλʼ ἄρα πάντες ἁπλόοι ἄλλοθεν ἄλλος ἀνωνυμίῃ φορέονται. Κρατὶ δέ οἱ Δίδυμοι, μέσσῃ δʼ ὕπο Κάρκινος ἐστίν· ποσσὶ δʼ ὀπισθοτέροισι Λέων ὕπο καλὰ φαείνει. ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι· 150αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι. τῆμος καὶ κελάδοντες ἐτησίαι εὐρέϊ πόντῳ ἀθρόοι ἐμπίπτουσιν, ὁ δὲ πλόος οὐκέτι κώπαις ὥριος. εὐρεῖαί μοι ἀρέσκοιεν τότε νῆες, 155εἰς ἄνεμον δὲ τὰ πηδὰ κυβερνητῆρες ἔχοιεν. εἰ δέ τοι Ἡνίοχον τε καὶ ἀστέρας Ἡνιόχοιο σκέπτεσθαι δοκέει, καί τοι φάτις ἤλυθεν Αἰγός αὐτῆς ἠδʼ Ἐρίφων, οἵ τʼ εἰν ἁλὶ πορφυρούσῃ πολλάκις ἐσκέψαντο κεδαιομένους ἀνθρώπους, 160αὐτὸν μέν μιν ἅπαντα μέγαν Διδύμων ἐπὶ λαιὰ κεκλιμένον δήεις· Ἑλίκης δέ οἱ ἄκρα κάρηνα ἀντία δινεύει. σκαιῷ δʼ ἐπελήλαται ὤμῳ αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν, Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσʼ ὑποφῆται.

Such stars are borne along, beautiful and great, one in front of her forefeet, one on her flank, and one beneath her hind knees. But all singly one here, one there, are wheeled along without a name.

Beneath the head of Helice are the Twins; beneath her waist is the Crab; beneath her hind feet the Lion brightly shines. There is the Sun’s hottest summer path. Then the fields are seen bereft of corn-ears, when first the Sun comes together with the Lion. Then the roaring Etesian winds fall swooping on the vasty deep, and voyaging is no longer seasonable for oars. Then let broad-beamed ships be my choice, and let steersmen hold the helm into the wind.

But if it be thy wish to mark Charioteer and his stars, and if the fame has come to thee of the Goat herself and the Kids, who often on the darkening deep have seen men storm-tossed, thou wilt find him in all his might, leaning forward at the left hand of the Twins. Over against him wheels the top of Helice’s head, but on his left shoulder is set the holy Goat, that, as legend tells, gave the breast to Zeus. Her the interpreters of Zeus call the Olenian

165ἀλλʼ ἡ μὲν πολλή τε καὶ ἀγλαή· οἱ δέ οἱ αὐτοῦ λεπτὰ φαείνονται Ἔριφοι καρπὸν κάτα χειρός. πὰρ ποσὶ δʼ Ἡνιόχου κεραὸν πεπτηότα Ταῦρον μαίεσθαι. τὰ δέ οἱ μάλʼ ἐοικότα σήματα κεῖται· τοίη οἱ κεφαλὴ διακέκριται· οὐδέ τις ἄλλῳ 170σήματι τεκμήραιτο κάρη βοός, οἷά μιν αὐτοὶ ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι τυπόωσιν. καὶ λίην κείνων ὄνομʼ εἴρεται, οὐδέ τοι αὕτως νήκουστοι Ὑάδες. ταὶ μέν ῥʼ ἐπὶ παντὶ μετώπῳ Ταύρου βεβλέαται· λαιοῦ δὲ κεράατος ἄκρον 175καὶ πόδα δεξιτερὸν παρακειμένου Ἡνιόχοιο εἷς ἀστὴρ ἐπέχει· συνεληλάμενοι δὲ φέρονται, ἀλλʼ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών. Οὐδʼ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο 180αὕτως ἄρρητον κατακείσεται· ἀλλʼ ἄρα καὶ τῶν οὐρανὸν εἰς ὄνομʼ ἦλθεν, ἐπεὶ Διὸς ἐγγύθεν ἦσαν. αὐτὸς μὲν κατόπισθεν ἐὼν Κυνοσουρίδος Ἄρκτου Κηφεὺς ἀμφοτέρας χεῖρας τανύοντι ἐοικώς· ἴση οἱ στάθμη νεάτης ἀποτείνεται οὐρῆς 185ἐς πόδας ἀμφοτέρους, ὅσση ποδὸς ἐς πόδα τείνει.

Goat. Large is she and bright, but there at the wrist of the Charioteer faintly gleam the Kids.

At the feet of Charioteer seek for the crouching horned Bull. Very lifelike are his signs; so clear defined his head: not by other sign would one mark the head of an ox, since in such wise those very stars, wheeling on either side, fashion it. Oft-spoken is their name and not all, unheard-of are the Hyades. Broadcast are they on the forehead of the Bull. One star occupies the tip of his left horn and the right foot of the Charioteer, who is close by. Together they are carried in their course, but ever earlier is the Bull than the Charioteer to set beneath the West, albeit they fare together at their rising.

Nor all unnamed shall rest the hapless family of Iasid Cepheus. For their name, too, has come unto heaven, for that they were near akin to Zeus. Cepheus himself is set behind the Bear Cynosura, like to one that stretches out both his hands. From her tail-tip to both his feet stretches a measure equal to that from foot to foot. But a little aside

186αὐτὰρ ἀπὸ ζώνης ὀλίγον κε μεταβλέψειας πρώτης ἱέμενος καμπῆς μεγάλοιο Δράκοντος. τοῦ δʼ ἄρα δαιμονίη προκυλίνδεται οὐ μάλα πολλὴ νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια· 190οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν ἀστέρες, οἵ μιν πᾶσαν ἐπιρρήδην στιχόωσιν. οἵῃ δὲ κληῖδι θύρην ἔντοσθʼ ἀραρυῖαν δικλίδʼ ἐπιπλήσσοντες ἀνακρούουσιν ὀχῆας, τοῖοί οἱ μουνὰξ ὑποκείμενοι ἰνδάλλονται 195ἀστέρες. ἡ δʼ αὕτως ὀλίγων ἀποτείνεται ὤμων ὀργυιήν. φαίης κεν ἀνιάζειν ἐπὶ παιδί. αὐτοῦ γὰρ κἀκεῖνο κυλίνδεται αἰνὸν ἄγαλμα Ἀνδρομέδης ὑπὸ μητρὶ κεκασμένον. οὔ σε μάλʼ οἴω νύκτα περισκέψασθαι, ἵνʼ αὐτίκα μᾶλλον ἴδηαι· 200τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα. ἀλλʼ ἔμπης κἀκεῖθι διωλενίη τετάνυσται, δεσμὰ δέ οἱ κεῖται καὶ ἐν οὐρανῷ· αἱ δʼ ἀνέχονται αὐτοῦ πεπταμέναι πάντʼ ἤματα χεῖρες ἐκεῖναι. 205Ἀλλʼ ἄρα οἱ καὶ κρατὶ πέλωρ ἐπελήλαται Ἵππος γαστέρι νειαίρῃ· ξυνὸς δʼ ἐπιλάμπεται ἀστὴρ τοῦ μὲν ἐπʼ ὀμφαλίῳ, τῆς δʼ ἐσχατόωντι καρήνῳ. οἱ δʼ ἄρʼ ἔτι τρεῖς ἄλλοι ἐπὶ πλευράς τε καὶ ὤμους ἵππου δεικανόωσι διασταδὸν ἶσα πέλεθρα, 210καλοὶ καὶ μεγάλοι· κεφαλὴ δέ οἱ οὐδὲν ὁμοίη,

from his belt look to find the first coil of the mighty Dragon.

Eastward his hapless wife, Cassiepeia, gleaming when by night the moon is full, wheels with her scanty stars. For few and alternate stars adorn her, which expressly mark her form with lines of light. Like the key of a twofold door barred within, wherewith men striking shoot back the bolts, so singly set shine her stars. But from her shoulders so faint she stretches a fathom’s length. Thou would’st say she was sorrowing over her daughter.

For there, too, wheels that woeful form of Andromeda, enstarred beneath her mother. Thou hast not to wait for a night, I ween, whereon to see her more distinct! So bright is her head and so clearly marked are both the shoulders, the tips of her feet and all her belt. Yet even there she is racked, with arms stretched far apart, and even in Heaven bonds are her portion. Uplifted and outspread there for all time are those hands of hers.

Beneath her head is spread the huge Horse, touching her with his lower belly. One common star gleams on the Horse’s navel and the crown of her head. Three other separate stars, large and bright, at equal distance set on flank and shoulders, trace a square upon the Horse. His head is not so brightly marked, nor his neck, though it be long.

211οὐδʼ αὐχὴν δολιχός περ ἐών. ἀτὰρ ἔσχατος ἀστὴρ αἰθομένης γένυος καί κεν προτέροις ἐρίσειεν τέτρασιν, οἵ μιν ἔχουσι περίσκεπτοι μάλʼ ἐόντες. οὐδʼ ὅ γε τετράπος ἐστίν· ἀπʼ ὀμφαλίοιο γὰρ ἄκρου 215μεσσόθεν ἡμιτελὴς περιτέλλεται ἱερὸς Ἵππος. κεῖνον δὴ καί φασι καθʼ ὑψηλοῦ Ἑλικῶνος καλὸν ὕδωρ ἀγαγεῖν εὐαλδέος Ἱππουκρήνης. οὐ γάρ πω Ἑλικὼν ἄκρος κατελείβετο πηγαῖς, ἀλλʼ Ἵππος μιν ἔτυψε· τὸ δʼ ἀθρόον αὐτόθεν ὕδωρ 220ἐξέχυτο πληγῇ προτέρου ποδός· οἱ δὲ νομῆες πρῶτοι κεῖνο ποτὸν διεφήμισαν Ἱππουκρήνην. ἀλλὰ τὸ μὲν πέτρης ἀπολείβεται, οὐδέ ποτʼ αὐτὸ Θεσπιέων ἀνδρῶν ἑκὰς ὄψεαι· αὐτὰρ ὁ Ἵππος ἐν Διὸς εἱλεῖται καί τοι πάρα θηήσασθαι. 225αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι, ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου, αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ σκέψασθαι, ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο 230Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπʼ αὐτὴν ἐστήρικται. μεσσόθι δὲ τρίβει μέγαν οὐρανόν, ἧχί περ ἄκραι χηλαὶ καὶ ζώνη περιτέλλεται Ὠρίωνος. ἔστι δέ τοι καὶ ἔτʼ ἄλλο τετυγμένον ἐγγύθι σῆμα νειόθεν Ἀνδρομέδης, τὸ δʼ ἐπὶ τρισὶν ἐστάθμηται 235Δελτωτόν πλευρῇσιν, ἰσαιομένῃσιν ἐοικὸς ἀμφοτέρῃς· ἡ δʼ οὔτι τόση, μάλα δʼ ἐστὶν ἑτοίμη εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστιν. τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.

But the farthest star on his blazing nostril could fitly rival the former four, that invest him with such splendour. Nor is he four-footed. Parted at the navel, with only half a body, wheels in heaven the sacred Horse. He it was, men say, that brought down from lofty Helicon the bright water of bounteous Hippocrene. For not yet on Helicon’s summit trickled the fountain’s springs, but the Horse smote it and straightway the gushing water was shed abroad at the stamp of his forefoot, and herdsmen were the first to call that stream the fountain of the Horse. From the rock the water wells and never shalt thou see it far from the men of Thespiae; but the Horse himself circles in the heaven of Zeus and is there for thee to behold.

There too are the most swift courses of the Ram, who, pursued through the longest circuit, runs not a whit slower than the Bear Cynosura—himself weak and starless as on a moonlit night, but yet by the belt of Andromeda thou canst trace him out. For a little below her is he set. Midway he treads the mighty heavens, where wheel the tips of the Scorpion’s Claws and the Belt of Orion.

There is also another sign, fashioned near, below Andromeda, Deltoton; drawn with three sides, whereof two appear equal but the third is less, yet very easy to find, for beyond many is it endowed with stars. Southward a little from Deltoton are the stars of the Ram.

239οἱ δʼ ἄρʼ ἔτι προτέρω, ἔτι δʼ ἐν προμολῇσι νότοιο, 240Ἰχθύες. ἀλλʼ αἰεὶ ἕτερος προφερέστερος ἄλλου, καὶ μᾶλλον βορέαο νέον κατιόντος ἀκούει. ἀμφοτέρων δέ σφεων ἀποτείνεται ἠΰτε δεσμὰ οὐραίων ἑκάτερθεν ἐπισχερὼ εἰς ἓν ἰόντων. καὶ τὰ μὲν εἷς ἀστὴρ ἐπέχει καλός τε μέγας τε, 245ὅν ῥά τε καὶ σύνδεσμον ὑπούραιον καλέουσιν. Ἀνδρομέδης δέ τοι ὦμος ἀριστερὸς Ἰχθύος ἔστω σῆμα βορειοτέρου· μάλα γάρ νύ οἱ ἐγγύθεν ἐστίν. ἀμφότεροι δὲ πόδες γαμβροῦ ἐπισημαίνοιεν Περσέος, οἵ ῥά οἱ αἰὲν ἐπωμάδιοι φορέονται. 250αὐτὰρ ὅ γʼ ἐν βορέω φέρεται περιμήκετος ἄλλων. καί οἱ δεξιτερὴ μὲν ἐπὶ κλισμὸν τετάνυσται πενθερίου δίφροιο· τὰ δʼ ἐν ποσὶν οἷα διώκων ἴχνια μηκύνει κεκονιμένος ἐν Διὶ πατρί. ἄγχι δέ οἱ σκαιῆς ἐπιγουνίδος ἤλιθα πᾶσαι 255Πληϊάδες φορέονται. ὁ δʼ οὐ μάλα πολλὸς ἁπάσας χῶρος ἔχει, καὶ δʼ αὐταὶ ἐπισκέψασθαι ἀφαυραί. ἑπτάποροι δὴ ταί γε μετʼ ἀνθρώπους ὑδέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ, 260ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλʼ αὕτως εἴρεται. ἑπτὰ δʼ ἐκεῖναι ἐπιρρήδην καλέονται Ἀλκυόνη Μερόπη τε Κελαινώ τʼ Ἠλέκτρη τε καὶ Στερόπη καὶ Τηϋγέτη καὶ πότνια Μαῖα. αἱ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλʼ ὀνομασταὶ 265ἦρι καὶ ἑσπέριαι, Ζεὺς δʼ αἴτιος, εἱλίσσονται,

Still farther in front of the Ram and still in the vestibule of the South are the Fishes. Ever one is higher than the other, and louder hears the fresh rush of the North wind. From both there stretch, as it were, chains, whereby their tails on either side are joined. The meeting chains are knit by a single beautiful and great star, which is called the Knot of Tails. Let the left shoulder of Andromeda be thy guide to the northern Fish, for it is very near.

Her two feet will guide thee to her bridegroom, Perseus, over whose shoulder they are for ever carried. But he moves in the North a taller form than the others. His right hand is stretched toward the throne of the mother of his bride, and, as if pursuing that which lies before his feet, he greatly strides, dust-stained, in the heaven of Zeus.

Near his left thigh move the Pleiades, all in a cluster, but small is the space that holds them and singly they dimly shine. Seven are they in the songs of men, albeit only six are visible to the eyes. Yet not a star, I ween, has perished from the sky unmarked since the earliest memory of man, but even so the tale is told. Those seven are called by name Halcyone, Merope, Celaeno, Electra, Sterope, Taygete, and queenly Maia. Small and dim are they all alike, but widely famed they wheel in heaven at morn and eventide, by the will of Zeus,

People and places in this passage

English translation by G. R. Mair (1921). Original text: A. W. Mair and G. R. Mair (eds. and trs.), Callimachus and Lycophron, Aratus, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1921 (Greek text as digitised by Perseus, tlg0653.tlg001 perseus-grc2).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.