Aratus · Phaenomena Φαινόμενα

Aratus, Phaenomena 266–420: The Lyre, Orion, Argo and the southern constellations

Aratus describes the Lyre that Hermes made from a tortoise, the Bird, Hydrochoüs, Aegoceros, the Archer and the Scorpion, with warnings for sailors when the Sun is in Aegoceros and in the Bow. He then places Orion and the Dog Seirius, the Hare, the ship Argo, Cetus, the River Eridanus and the Southern Fish. He explains that an early observer grouped the stars into figures so that they might be known by name, and ends with the Water and the Altar, a sign of storms at sea.

Lines 266–420 · 1589 words · click a number to copy its link
266ὅ σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο σημαίνειν ἐκέλευσεν ἐπερχομένου τʼ ἀρότοιο. καὶ Χέλυς, ἥτʼ ὀλίγη· τὴν δʼ ἆρʼ ἔτι καὶ παρὰ λίκνῳ Ἑρμείης ἐτόρησε, Λύρην δέ μιν εἶπε λέγεσθαι. 270κὰδ δʼ ἔθετο προπάροιθεν ἀπευθέος Εἰδώλοιο οὐρανὸν εἰσαγαγών. τὸ δʼ ἐπὶ σκελέεσσι πέτηλον γούνατί οἱ σκαιῷ πελάει· κεφαλή γε μὲν ἄκρη ἀντιπέρην Ὄρνιθος ἑλίσσεται· ἡ δὲ μεσηγὺ ὀρνιθέης κεφαλῆς καὶ γούνατος ἐστήρικται. 275ἦτοι γὰρ καὶ Ζηνὶ παρατρέχει αἰόλος Ὄρνις. ἀλλʼ ὁ μὲν ἠερόεις, τὰ δέ οἱ ἔπι τετρήχυνται ἀστράσιν οὔτι λίην μεγάλοις, ἀτὰρ οὐ μὲν ἀφαυροῖς. αὐτὰρ ὅ γʼ εὐδιόωντι ποτὴν ὄρνιθι ἐοικὼς οὔριος εἰς ἑτέρην φέρεται, κατὰ δεξιὰ χειρὸς 280Κηφείης ταρσοῖο τὰ δεξιὰ πείρατα τείνων, λαιῇ δὲ πτέρυγι σκαρθμὸς παρακέκλιται Ἵππου. τὸν δὲ μετασκαίροντα δύʼ Ἰχθύες ἀμφινέμονται Ἵππον· πὰρ δʼ ἄρα οἱ κεφαλῇ χεὶρ Ὑδροχόοιο δεξιτερὴ τετάνυσθʼ· ὁ δʼ ὀπίστερος Αἰγοκερῆος 285τέλλεται. αὐτὰρ ὅ γε πρότερος καὶ νειόθι μᾶλλον κέκλιται Αἰγόκερως, ἵνα τε τρέπετʼ ἠελίου ἴς. μὴ κείνῳ ἐνὶ μηνὶ περικλύζοιο θαλάσσῃ πεπταμένῳ πελάγει κεχρημένος. οὔτε κεν ἠοῖ πολλὴν πειρήνειας, ἐπεὶ ταχινώταταί εἰσιν· 290οὔτʼ ἄν τοι νυκτὸς πεφοβημένῳ ἐγγύθεν ἠὼς ἔλθοι καὶ μάλα πολλὰ βοωμένῳ. οἱ δʼ ἀλεγεινοὶ

who bade them tell of the beginning of Summer and of Winter and of the coming of the ploughing-time.

Yonder, too, is the tiny Tortoise, which, while still beside his cradle, Hermes pierced for strings and bade it be called the Lyre: and he brought it into heaven and set it in front of the unknown Phantom. That Croucher on his Knees comes near the Lyre with his left knee, but the top of the Bird’s head wheels on the other side, and between the Bird’s head and the Phantom’s knee is enstarred the Lyre.

For verily in heaven there is outspread a glittering Bird. Wreathed in mist is the Bird, but yet the parts above him are rough with stars, not very large, yet not obscure. Like a bird in joyous flight, with fair weather it glides to the west, with the tip of its right wing outstretched towards the right hand of Cepheus, and by its left wing is hung in the heavens the prancing Horse.

Round the prancing Horse range the two Fishes. By the Horse’s head is stretched the right hand of Hydrochoüs. He is behind Aegoceros, who is set in front and further down, where the mighty Sun turns. In that month use not the open sea lest thou be engulfed in the waves. Neither in the dawn canst thou accomplish a far journey, for fast to evening speed the dawns; nor at night amid thy fears will the dawn draw earlier near, though loud and instant be thy cry. Grievous then is the crashing swoop of the South winds when the Sun joins Aegoceros, and then is the frost from heaven hard on the benumbed sailor.

292τῆμος ἐπιρρήσσουσι νότοι, ὁπότʼ Αἰγοκερῆϊ συμφέρετʼ ἠέλιος· τότε δὲ κρύος ἐκ Διός ἐστιν ναύτῃ μαλκιόωντι κακώτερον. ἀλλὰ καὶ ἔμπης 295ἤδη πάντʼ ἐνιαυτὸν ὑπὸ στείρῃσι θάλασσα πορφύρει· ἴκελοι δὲ κολυμβίσιν αἰθυίῃσιν πολλάκις ἐκ νηῶν πέλαγος περιπαπταίνοντες ἥμεθʼ ἐπʼ αἰγιαλοὺς τετραμμένοι· οἱ δʼ ἔτι πόρσω κλύζονται· ὀλίγον δὲ διὰ ξύλον Ἄϊδʼ ἐρύκει. 300καὶ δʼ ἂν ἐπὶ προτέρῳ γε, θαλάσσῃ πολλὰ πεπονθώς, Τόξον ὅτʼ ἠέλιος καίει καὶ ῥύτορα Τόξου, ἑσπέριος κατάγοιο, πεποιθὼς οὐκέτι νυκτί. σῆμα δέ τοι κείνης ὥρης καὶ μηνὸς ἐκείνου Σκορπίος ἀντέλλων εἴη πυμάτης ἐπὶ νυκτός. 305ἤτοι γὰρ μέγα τόξον ἀνέλκεται ἐγγύθι κέντρου Τοξευτὴς· ὀλίγον δὲ παροίτερος ἵσταται αὐτοῦ Σκορπίος ἀντέλλων, ὁ δʼ ἀνέρχεται αὐτίκα μᾶλλον. τῆμος καὶ κεφαλὴ Κυνοσουρίδος ἀκρόθι νυκτὸς ὕψι μάλα τροχάει, ὁ δὲ δύεται ἠῶθι πρὸ 310ἀθρόος Ὠρίων, Κηφεὺς δʼ ἀπὸ χειρὸς ἐπʼ ἰξύν. ἔστι δέ τις προτέρω βεβλημένος ἄλλος Ὀϊστὸς αὐτός ἄτερ τόξου· ὁ δέ οἱ παραπέπταται Ὄρνις ἀσσότερον βορέω. σχεδόθεν δέ οἱ ἄλλος ἄηται οὐ τόσσος μεγέθει, χαλεπός γε μὲν ἐξ ἁλὸς ἐλθεῖν 315νυκτὸς ἀπερχομένης· καί μιν καλέουσιν Ἄητον. Δελφὶς δʼ, οὐ μάλα πολλός, ἐπιτρέχει Αἰγοκερῆϊ

Not but that throughout the year’s length the sea ever grows dark beneath the keels, and, like to diving seagulls, we often sit, spying out the deep from our ship with faces turned to the shore; but ever farther back the shores are swept by the waves and only a thin plank staves off Death.

But even in the previous month, storm-tossed at sea, when the Sun scorches the Bow and the Wielder of the Bow, trust no longer in the night but put to shore in the evening. Of that season and that month let the rising of Scorpion at the close of night be a sign to thee. For verily his great Bow does the Bowman draw close by the Scorpion’s sting, and a little in front stands the Scorpion at his rising, but the Archer rises right after him. Then, too, at the close of night Cynosura’s head runs very high, but Orion just before the dawn wholly sets and Cepheus from hand to waist.

Further up there is another Arrow shot—alone without a bow. By it is the Bird outspread nearer the North, but hard at hand another bird tosses in storm, of smaller size but cruel in its rising from the sea when the night is waning, and men call it the Eagle (Storm-bird).

Over Aegoceros floats the Dolphin with few

317μεσσόθεν ἠερόεις· τὰ δέ οἱ περὶ τέσσαρα κεῖται γλήνεα, παρβολάδην δύο πὰρ δύο πεπτηῶτα. καὶ τὰ μὲν οὖν βορέω καὶ ἀλήσιος ἠελίοιο 320μεσσηγὺς κέχυται· τὰ δὲ νειόθι τέλλεται ἄλλα πολλὰ μεταξὺ νότοιο καὶ ἠελίοιο κελεύθου. λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς Ὠρίων. μὴ κεῖνον ὅτις καθαρῇ ἐνὶ νυκτὶ ὑψοῦ πεπτηῶτα παρέρχεται ἄλλα πεποίθοι 325οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι. τοῖός οἱ καὶ φρουρὸς ἀειρομένῳ ὑπὸ νώτῳ φαίνεται ἀμφοτέροισι Κύων ὑπὸ ποσσὶ βεβηκώς, ποικίλος, ἀλλʼ οὐ πάντα πεφασμένος· ἀλλὰ κατʼ αὐτὴν γαστέρα κυάνεος περιτέλλεται, ἡ δέ οἱ ἄκρη 330ἀστέρι βέβληται δεινὴ γένυς, ὅς ῥα μάλιστα ὀξέα σειριάει· καί μιν καλέουσʼ ἄνθρωποι Σείριον. οὐκέτι κεῖνον ἅμʼ ἠελίῳ ἀνιόντα φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι. ῥεῖα γὰρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀΐξας, 335καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα. κείνου καὶ κατιόντος ἀκούομεν· οἱ δὲ δὴ ἄλλοι σῆμʼ ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται. ποσσὶν δʼ Ὠρίωνος ὑπʼ ἀμφοτέροισι Λαγῳός ἐμμενές ἤματα πάντα διώκεται. αὐτὰρ ὅ γʼ αἰεὶ 340Σείριος ἐξόπιθεν φέρεται μετιόντι ἐοικώς, καί οἱ ἐπαντέλλει, καί μιν κατιόντα δοκεύει. ἡ δὲ Κυνὸς μεγάλοιο κατʼ οὐρὴν ἕλκεται Ἀργὼ

bright stars and body wreathed in mist, but four brilliants adorn him, set side by side in pairs.

Now these constellations lie between the North and the Sun’s wandering path, but others many in number rise beneath between the South and the Sun’s course.

Aslant beneath the fore-body of the Bull is set the great Orion. Let none who pass him spread out on high on a cloudless night imagine that, gazing on the heavens, one shall see other stars more fair.

Such a guardian, too, beneath his towering back is seen to stand on his hind legs, the Dog star-enwrought, yet not clearly marked in all his form, but right by his belly he shows dark. The tip of his terrible jaw is marked by a star that keenest of all blazes with a searing flame and him men call Seirius. When he rises with the Sun, no longer do the trees deceive him by the feeble freshness of their leaves. For easily with his keen glance he pierces their ranks, and to some he gives strength but of others he blights the bark utterly. Of him too at his setting are we aware, but the other stars of the Dog are set round with fainter light to mark his legs.

Beneath both feet of Orion is the Hare pursued continually through all time, while Seirius behind is for ever borne as in pursuit. Close behind he rises and as he sets he eyes the setting Hare.

Beside the tail of the Great Dog the ship Argo is hauled stern-foremost.

343πρυμνόθεν· οὐ γὰρ τῇ γε κατὰ χρέος εἰσὶ κέλευθοι, ἀλλʼ ὄπιθεν φέρεται τετραμμένη, οἷα καὶ αὐταὶ 345νῆες, ὅτʼ ἤδη ναῦται ἐπιστρέψωσι κορώνην ὅρμον ἐσερχόμενοι· τὴν δʼ αὐτίκα πᾶς ἀνακόπτει νῆα, παλιρροθίη δὲ καθάπτεται ἠπείροιο· ὣς ἥ γε πρύμνηθεν Ἰησονὶς ἕλκεται Ἀργώ. καὶ τὰ μὲν ἠερίη καὶ ἀνάστερος ἄχρι παρʼ αὐτὸν 350ἱστὸν ἀπὸ πρώρης φέρεται, τὰ δὲ πᾶσα φαεινή. καί οἱ πηδάλιον κεχαλασμένον ἐστήρικται ποσσὶν ὑπʼ οὐραίοισι Κυνὸς προπάροιθεν ἰόντος. τὴν δὲ καὶ οὐκ ὀλίγον περ ἀπόπροθι πεπτηυῖαν Ἀνδρομέδην μέγα Κῆτος ἐπερχόμενον κατεπείγει. 355ἡ μὲν γὰρ Θρήϊκος ὑπὸ πνοιῇ βορέαο κεκλιμένη φέρεται, τὸ δέ οἱ νότος ἐχθρὸν ἀγινεῖ κῆτος, ὑπὸ Κριῷ τε καὶ Ἰχθύσιν ἀμφοτέροισιν, βαιὸν ὑπὲρ Ποταμοῦ βεβλημένον ἀστερόεντος. οἶον γὰρ κἀκεῖνο θεῶν ὑπὸ ποσσὶ φορεῖται 360λείψανον Ἠριδανοῖο, πολυκλαύτου ποταμοῖο. καὶ τὸ μὲν Ὠρίωνος ὑπὸ σκαιὸν πόδα τείνει· δεσμοὶ δʼ οὐραῖοι, τοῖς Ἰχθύες ἄκροι ἔχονται, ἄμφω συμφορέονται ἀπʼ οὐραίων κατιόντες· Κητείης δʼ ὄπιθεν λοφίης ἐπιμὶξ φορέονται 365εἰς ἓν ἐλαυνόμενοι· ἑνὶ δʼ ἀστέρι πειραίνονται Κήτεος, ὃς κείνου πρώτῃ ἐπίκειται ἀκάνθῃ. οἱ δʼ ὀλίγῳ μέτρῳ ὀλίγῃ δʼ ἐγκείμενοι αἴγλῃ

For not hers is the proper course of a ship in motion, but she is borne backwards, reversed even as real ships, when already the sailors turn the stern to the land as they enter the haven, and every one back-paddles the ship, but she rushing sternward lays hold of the shore. Even so is the Argo of Jason borne along stern-foremost. Partly in mist is she borne along, and starless from her prow even to the mast, but the hull is wholly wreathed in light. Loosed is her Rudder and is set beneath the hind feet of the Dog, as he runs in front.

Andromeda, though she cowers a good way off, is pressed by the rush of the mighty Monster of the Sea. For her path lies under the blast of Thracian Boreas, but the South wind drives against her, beneath the Ram and the Pair of Fishes, the hateful Monster, Cetus, set as he is a little above the Starry River.

For alone are those poor remains of Eridanus, River of many tears, also borne beneath the feet of the Gods. He winds beneath Orion’s left foot, but the Shackles, wherewith the Fishes’ tails are held, reach from their tails and join together, and behind the neck of Cetus they mingle their path and fare together. They end in a single star of Cetus, set where meet his spine and head.

Other stars, mean in size and feeble in splendour, wheel between the Rudder of Argo and Cetus, and beneath the grey Hare’s sides they are set without a name.

368μεσσόθι πηδαλίου καὶ Κήτεος εἱλίσσονται, γλαυκοῦ πεπτηῶτες ὑπὸ πλευρῇσι Λαγωοῦ 370νώνυμοι· οὐ γὰρ τοί γε τετυγμένου εἰδώλοιο βεβλέαται μελέεσσιν ἐοικότες, οἷά τε πολλὰ ἑξείης στιχόωντα παρέρχεται αὐτὰ κέλευθα ἀνομένων ἐτέων· τά τις ἀνδρῶν οὐκέτʼ ἐόντων ἐφράσατʼ ἠδʼ ἐνόησεν ἅπαντʼ ὀνομαστὶ καλέσσαι 375ἤλιθα μορφώσας. οὐ γάρ κʼ ἐδυνήσατο πάντων οἰόθι κεκριμένων ὄνομʼ εἰπεῖν, οὐδὲ δαῆναι. πολλοὶ γὰρ πάντη, πολέων δʼ ἐπὶ ἶσα πέλονται μέτρα τε καὶ χροιή, πάντες γε μὲν ἀμφιέλικτοι. τῶ καὶ ὁμηγερέας οἱ ἐείσατο ποιήσασθαι 380ἀστέρας, ὄφρʼ ἐπιτὰξ ἄλλῳ παρακείμενος ἄλλος εἴδεα σημαίνοιεν. ἄφαρ δʼ ὀνομαστὰ γένοντο ἄστρα, καὶ οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ. ἀλλʼ οἱ μὲν καθαροῖς ἐναρηρότες εἰδώλοισιν φαίνονται· τὰ δʼ ἔνερθε διωκομένοιο Λαγωοῦ 385πάντα μάλʼ ἠερόεντα καὶ οὐκ ὀνομαστὰ φέρονται. νειόθι δʼ Αἰγοκερῆος, ὑπὸ πνοιῇσι νότοιο, Ἰχθὺς ἐς Κῆτος τετραμμένος αἰωρεῖται οἶος ἀπὸ προτέρων, Νοτιον δέ ἑ κικλήσκουσιν. ἄλλοι δέ, σποράδην ὑποκείμενοι Ὑδροχοῆϊ, 390Κήτεος αἰθερίοιο καὶ Ἰχθύος ἠερέθονται μέσσοι νωχελέες καὶ ἀνώνυμοι· ἐγγύθι δέ σφεων, δεξιτερῆς ἀπὸ χειρὸς ἀγαυοῦ Ὑδροχόοιο, οἵη τίς τʼ ὀλίγη χύσις ὕδατος ἔνθα καὶ ἔνθα σκιδναμένου, χαροποὶ καὶ ἀναλδέες εἱλίσσονται. 395ἐν δέ σφιν δύο μᾶλλον ἐειδόμενοι φορέονται

For they are not set like the limbs of a fashioned figure, such as, many in number, fare in order along their constant paths, as the years are fulfilled—stars, which someone of the men that are no more noted and marked how to group in figures and call all by a single name. For it had passed his skill to know each single star or name them one by one. Many are they on every hand and of many the magnitudes and colours are the same, while all go circling round. Wherefore he deemed fit to group the stars in companies, so that in order, set each by other, they might form figures. Hence the constellations got their names, and now no longer does any star rise a marvel from beneath the horizon. Now the other stars are grouped in clear figures and brightly shine, but those beneath the hunted Hare are all clad in mist and nameless in their course.

Below Aegoceros before the blasts of the South wind swims a Fish, facing Cetus, alone and apart from the former Fishes; and him men call the Southern Fish.

Other stars, sparsely set beneath Hydrochoüs, hang on high between Cetus in the heavens and the Fish, dim and nameless, and near them on the right hand of bright Hydrochoüs, like some sprinkled drops of water lightly shed on this side and on that, other stars wheel bright-eyed though weak. But among them are borne two of more lustrous form, not far apart and yet not near: one beneath both feet of Hydrochoüs, a goodly star and bright, the other beneath the tail of dark-blue Cetus.

396ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς· εἷς μὲν ὑπʼ ἀμφοτέροισι ποσὶν καλός τε μέγας τε Ὑδροχόου, ὁ δὲ κυανέου ὑπὸ Κήτεος οὐρῇ. τοὺς πάντας καλέουσιν Ὕδωρ. ὀλίγοι γε μὲν ἄλλοι 400νειόθι Τοξευτῆρος ὑπὸ προτέροισι πόδεσσιν δινωτοὶ κύκλῳ περιηγέες εἱλίσσονται. αὐτὰρ ὑπʼ αἰθομένῳ κέντρῳ τέραος μεγάλοιο Σκορπίου, ἄγχι νότοιο, Θυτήριον αἰωρεῖται. τοῦ δʼ ἤτοι ὀλίγον περ ἐπὶ χρόνον ὑψόθʼ ἐόντος 405πεύσεαι· ἀντιπέρην γὰρ ἀείρεται Ἀρκτούροιο. καὶ τῷ μὲν μάλα πάγχυ μετήοροί εἰσι κέλευθοι Ἀρκτούρῳ, τὸ δὲ θᾶσσον ὑφʼ ἑσπερίην ἅλα νεῖται. ἀλλʼ ἄρα καὶ περὶ κεῖνο Θυτήριον ἀρχαίη Νύξ, ἀνθρώπων κλαίουσα πόνον, χειμῶνος ἔθηκεν 410εἰναλίου μέγα σῆμα. κεδαιόμεναι γὰρ ἐκείνῃ νῆες ἄπο φρενός εἰσι, τὰ δʼ ἄλλοθεν ἄλλα πιφαύσκει σήματʼ, ἐποικτείρουσα πολυρροθίους ἀνθρώπους. τῶ μή μοι πελάγει νεφέων εἰλυμένον ἄλλων εὔχεο μεσσόθι κεῖνο φανήμεναι οὐρανῷ ἄστρον, 415αὐτὸ μὲν ἀνέφελόν τε καὶ ἀγλαόν, ὕψι δὲ μᾶλλον κυμαίνοντι νέφει πεπιεσμένον, οἷά τε πολλὰ θλίβετʼ ἀναστέλλοντος ὀπωρινοῦ ἀνέμοιο. πολλάκι γὰρ καὶ τοῦτο νότῳ ἔπι σῆμα τιτύσκει Νὺξ αὐτή, μογεροῖσι χαριζομένη ναύτῃσιν. 420οἱ δʼ εἰ μέν κε πίθωνται ἐναίσιμα σημαινούσῃ,

This cluster as a whole men call The Water. But others low beneath the forefeet of the Archer (Centaur), turned in a circled ring, go wheeling round the sky.

Below the fiery sting of the dread monster, Scorpion, and near the South is hung the Altar. Brief is the space thou wilt behold it above the horizon: for it rises over against Arcturus. High runs the path of Arcturus, but sooner passes the Altar to the western sea. But that Altar even beyond aught else hath ancient Night, weeping the woe of men, set to be a mighty sign of storm at sea. For ships in trouble pain her heart, and other signs in other quarters she kindles in sorrow for mariners, storm-buffeted at sea. Wherefore I bid thee pray, when in the open sea, that that constellation wrapt in clouds appear not amidst the others in the heavens, herself unclouded and resplendent but banked above with billowing clouds, as often it is beset when the autumn wind drives them back. For often Night herself reveals this sign, also, for the South Wind in her kindness to toiling sailors. If they heed her favouring signs and quickly lighten their craft and set all in order, on a sudden lo! their task is easier: but if from on high a dread gust of wind smite their ship, all unforeseen, and throw in turmoil all the sails, sometimes they make their voyage all beneath the waves, but at other times, if they win by their prayers Zeus to their aid, and the might of the north wind pass in lightning, after much toil they yet again see each other on the ship.

People and places in this passage

English translation by G. R. Mair (1921). Original text: A. W. Mair and G. R. Mair (eds. and trs.), Callimachus and Lycophron, Aratus, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1921 (Greek text as digitised by Perseus, tlg0653.tlg001 perseus-grc2).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.

Phaenomena 266–420: The Lyre, Orion, Argo and the southern…