Aratus · Phaenomena Φαινόμενα

Aratus, Phaenomena 1029–1154: Weather signs from the mastich, cranes and flocks; the close

Aratus continues with signs of storm from the bees and cranes, from gossamer and fire, and from ash and live coals that foretell snow and hail. The crops of the holm-oak, mastich and squill, and the behaviour of wasps, sheep, goats, oxen, wolves, mice, dogs and crabs, are signs of the coming season or storm. He ends by advising that signs be confirmed by one another, that eight nights at the turn of the month are deceptive for lack of the Moon, and that the signs be studied together throughout the year.

Lines 1029–1154 · 1102 words · click a number to copy its link
1029πρόσσω ποιήσαιντο νομὸν κηροῖο μέλισσαι, 1030ἀλλʼ αὐτοῦ μέλιτός τε καὶ ἔργων εἱλίσσονται· οὐδʼ ὑψοῦ γεράνων μακραὶ στίχες αὐτὰ κέλευθα τείνονται, στροφάδες δὲ παλιμπετὲς ἀπονέονται. μηδʼ, ὅτε νηνεμίῃ κεν ἀράχνια λεπτὰ φέρηται, καὶ φλόγες αἰθύσσωσι μαραινόμεναι λύχνοιο, 1035ἢ πῦρ αὔηται σπουδῇ καὶ ὑπεύδια λύχνα, πιστεύειν χειμῶνι. τί τοι λέγω ὅσσα πέλονται σήματʼ ἐπʼ ἀνθρώπους; δὴ γὰρ καὶ ἀεικέϊ τέφρῃ αὐτοῦ πηγνυμένῃ νιφετοῦ ἐπιτεκμήραιο, καὶ λύχνῳ χιόνος, κέγχροις ὅτʼ ἐοικότα πάντη 1040κύκλῳ σήματʼ ἔχει πυριλαμπέος ἐγγύθι μύξης, ἄνθρακι δὲ ζώοντι χαλάζης, ὁππότε λαμπρὸς αὐτὸς ἐείδηται, μέσσῳ δέ οἱ ἠΰτε λεπτὴ φαίνηται νεφέλη, πυρὸς ἔνδοθεν αἰθομένοιο. πρῖνοι δʼ αὖ καρποῖο καταχθέες οὐδὲ μέλαιναι 1045σχῖνοι ἀπείρητοι· πάντη δέ τε πολλὸς ἀλωεὺς αἰεὶ παπταίνει, μή οἱ θέρος ἐκ χερὸς ἔρρῃ. πρῖνοι μὲν θαμινῆς ἀκύλου κατὰ μέτρον ἔχουσαι χειμῶνός κε λέγοιεν ἐπὶ πλέον ἰσχύσοντος. μὴ μὲν ἄδην ἔκπαγλα περιβρίθοιεν ἁπάντη, 1050τηλοτέρω δʼ αὐχμοῖο συνασταχύοιεν ἄρουραι.

Look, too, for foul weather, when in windless calm airy gossamers are flying, and when the rays of the lamp are wan and flickering, or when in fair weather fire and torches are hard to kindle. Why recount all the warning hints that come to men? The unsightly clotting of the ash is sign of snow: the ring of spots like millet seed around the blazing wick of the lamp betokens snow; but sign of hail are live coals, when they outward brightly shine, but in their centre appears, as it were, a hazy mist within the glowing fire.

Nor are holm-oaks, laden with acorns, and the dark mastich untried. With frequent glance on every side the miller ever peers, anxious lest the summer slip from his hand. Holm-oaks with moderate crops of frequent acorns will tell of heavy storm to come. Pray that they may not be exceedingly heavy laden, but only that far from drought the cornfields flourish even as they.

1051τριπλόα δὲ σχῖνος κυέει, τρισσαὶ δέ οἱ αὖξαι γίνονται καρποῖο, φέρει δέ τε σήμαθʼ ἑκάστη ἑξείης ἀρότῳ. καὶ γάρ τʼ ἀροτήσιον ὥρην τριπλόα μείρονται, μέσσην καὶ ἐπʼ ἀμφότερʼ ἄκρα· 1055πρῶτος μὲν πρώτην ἄροσιν, μέσσος δέ τε μέσσην καρπὸς ἀπαγγέλλει, πυμάτην γε μὲν ἔσχατος ἄλλων. ὅντινα γὰρ κάλλιστα λοχαίη σχῖνος ἄρηται, κείνῳ γʼ ἐξ ἄλλων ἄροσις πολυλήϊος εἴη, τῷ δέ γʼ ἀφαυροτάτῳ ὀλίγη, μέσσῳ δέ τε μέσση. 1060αὕτως δʼ ἀνθέρικος τριχθὰ σκίλλης ὑπερανθεῖ σήματʼ ἐπιφράσσασθαι ὁμοιίου ἀμητοῖο. ὅσσα δʼ ἐνὶ σχίνου ἀροτὴρ ἐφράσσατο καρπῷ, τόσσα δὲ καὶ σκίλλης τεκμαίρεται ἄνθεϊ λευκῷ. αὐτὰρ ὅτε σφῆκες μετοπωρινὸν ἤλιθα πολλοὶ 1065πάντη βεβρίθωσι, καὶ ἑσπερίων προπάροιθεν Πληϊάδων εἴποι τις ἐπερχόμενον χειμῶνα, οἷος ἐπὶ σφήκεσσιν ἑλίσσεται αὐτίκα δῖνος. θήλειαι δὲ σύες, θήλεια δὲ μῆλα καὶ αἶγες ὁππότʼ ἀναστρωφῶσιν ὀχῆς, τὰ δέ γʼ ἄρσενα πάντα 1070δεξάμεναι πάλιν αὖτις ἀναβλήδην ὀχέωνται, αὕτως κε σφήκεσσι μέγαν χειμῶνα λέγοιεν.

Thrice the mastich buds and thrice wax ripe its berries. Each crop in turn brings a sign for the sowing. For men divide the sowing season into three—early, middle, late. The first crop of mastich heralds the first of grain; the second the middle; the latest the last of all. The richest crop that the teaming mastich bears will hint of the wealthiest harvest from the plough: the meanest crop foretells scanty grain, and average mastich heralds average corn. Likewise the stalk of the squill flowers thrice to give hint of corresponding harvest. All the hints the farmer marked in the mastich crop, the same he learns from the white blossom of the squill.

But when in autumn frequent swarms of wasps crowd on every side, one can foretell the winter-storm to come even before the Pleiads are westering, swift and sudden as the eddy wherein the wasps are wheeling. Sows and ewes and she-goats, when after mating with the male they mate again, equally with wasps foretell heavy storm. When she-goats

1072ὀψὲ δὲ μισγομένων αἰγῶν μήλων τε συῶν τε χαίρει ἄνολβος ἀνήρ, ὅ οἱ οὐ μάλα θαλπιόωντι εὔδιον φαίνουσι βιβαιόμεναι ἐνιαυτόν. 1075χαίρει καὶ γεράνων ἀγέλαις ὡραῖος ἀροτρεὺς ὥριον ἐρχομέναις, ὁ δʼ ἀώριος αὐτίκα μᾶλλον· αὕτως γὰρ χειμῶνες ἐπέρχονται γεράνοισιν· πρώϊα μὲν καὶ μᾶλλον ὁμιλαδὸν ἐρχομένῃσιν πρώιον· αὐτὰρ ὅτʼ ὀψὲ καὶ οὐκ ἀγεληδὰ φανεῖσαι 1080πλειότερον φορέονται ἐπὶ χρόνον οὐδʼ ἅμα πολλαί, ἀμβολίῃ χειμῶνος ὀφέλλεται ὕστερα ἔργα. εἰ δὲ βόες καὶ μῆλα μετὰ βρίθουσαν ὀπώρην γαῖαν ὀρύσσωσιν, κεφαλὰς δʼ ἀνέμοιο βορῆος ἀντία τείνωσιν, μάλα κεν τότε χείμερον αὐταὶ 1085Πληϊάδες χειμῶνα κατερχόμεναι φορέοιεν. μὴ δὲ λίην ὀρύχοιεν· ἐπεὶ μέγας οὐ κατὰ κόσμον γίνεται οὔτε φυτοῖς χειμὼν φίλος οὔτʼ ἀρότοισιν. ἀλλὰ χιὼν εἴη πολλὴ μεγάλαις ἐν ἀρούραις, μήπω κεκριμένῃ μηδὲ βλωθρῇ ἐπὶ ποίῃ, 1090ὄφρα τις εὐεστοῖ χαίρῃ ποτιδέγμενος ἀνήρ. οἱ δʼ εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί· μηδʼ εἷς μήτε δύω μήτε πλέονες κομόωντες· πολλοὶ γὰρ κομόωσιν ἐπʼ αὐχμηρῷ ἐνιαυτῷ. οὐδὲ μὲν ὀρνίθων ἀγέλαις ἠπειρόθεν ἀνήρ, 1095ἐκ νήσων ὅτε πολλαὶ ἐπιπλήσσωσιν ἀρούραις, ἐρχομένου θέρεος χαίρει· περιδείδιε δʼ αἰνῶς ἀμητῷ, μή οἱ κενεὸς καὶ ἀχύρμιος ἔλθῃ αὐχμῷ ἀνιηθείς. χαίρει δέ που αἰπόλος ἀνὴρ

and ewes and sows mate late in the season, the poor man rejoices, because their mating reveals to him that is thinly clad the coming of an open winter.

In seasonable flight of thronging cranes rejoices the seasonable farmer: in untimely flight the untimely ploughman. For ever so the winters follow the cranes: early winters, when their flight is early and in flocks: when they fly late and not in flocks, but over a longer period in small bands, the later farming benefits by the delay of winter.

If oxen and sheep after the heavy-laden Autumn dig the ground and stretch their heads to face the North wind, verily the Pleiads at their setting will bring a stormy winter. Pray that their digging be not excessive, for then is the winter exceedingly severe and a foe both to tree and tilth. May deep snow clothe the mighty fields, veiling the tender shoot, not yet separate nor tall, so that the anxious husbandman may rejoice in well-being.

May the stars above shine ever with due brightness; and may no comets, one nor two nor more, appear! for many comets herald a season of drought.

Nor on the mainland does the husbandman rejoice at the coming of summer to see trooping flocks of birds, when from the islands they alight upon his fields, but exceeding dread is his for the harvest, lest vexed by drought it come with empty ears and chaff. But the goat-herd rejoices even in the birds, when they come in moderate flocks with promise of a season of plenteous milk.

1099αὐταῖς ὀρνίθεσσιν, ἐπὴν κατὰ μέτρον ἴωσιν, 1100ἐλπόμενος μετέπειτα πολυγλαγέος ἐνιαυτοῦ. οὕτω γὰρ μογεροὶ καὶ ἀλήμονες ἄλλοθεν ἄλλοι ζώομεν ἄνθρωποι. τὰ δὲ πὰρ ποσὶ πάντες ἑτοῖμοι σήματʼ ἐπιγνῶναι καὶ ἐσαυτίκα ποιήσασθαι. Ἀρνάσι μὲν χειμῶνας ἐτεκμήραντο νομῆες, 1105ἐς νομὸν ὁππότε μᾶλλον ἐπειγόμενοι τροχόωσιν, ἄλλοι δʼ ἐξ ἀγέλης κριοί, ἄλλοι δὲ καὶ ἀμνοὶ εἰνόδιοι παίζωσιν ἐρειδόμενοι κεράεσσιν· ἢ ὁπότʼ ἄλλοθεν ἄλλοι ἀναπλήσσωσι πόδεσσιν τέτρασιν οἱ κοῦφοι, κεραοί γε μὲν ἀμφοτέροισιν· 1110ἢ καὶ ὅτʼ ἐξ ἀγλης ἀεκούσια κινήσωσιν δείελον εἰσελάοντες ὅμως, τὰ δὲ πάντοθι ποίης δάκνωσιν πυκινῇσι κελευόμενα λιθάκεσσιν. ἐκ δὲ βοῶν ἐπύθοντʼ ἀρόται καὶ βουκόλοι ἄνδρες κινυμένου χειμῶνος· ἐπεὶ βόες ὁππότε χηλὰς 1115γλώσσῃ ὑπωμαίοιο ποδὸς περιλιχμήσωνται, ἢ κοίτῳ πλευρὰς ἐπὶ δεξιτερὰς τανύσωνται, ἀμβολίην ἀρότοιο γέρων ἐπιέλπετʼ ἀροτρεύς. οὐδʼ ὅτε μυκηθμοῖο περίπλειοι ἀγέρωνται ἐρχόμεναι σταθμόνδε βόες βουλύσιον ὥρην, 1120σκυθραὶ λειμῶνος πόριες καὶ βουβοσίοιο αὐτίκα τεκμαίρονται ἀχείμεροι ἐμπλήσεσθαι. οὐδʼ αἶγες πρίνοιο περισπεύδουσαι ἀκάνθαις εὔδιοι, οὐδὲ σύες φορυτῷ ἐπιμαργαίνουσαι.

For thus do we poor, changeful mortals win in divers ways our livelihood, and all are ready to mark the warnings at their feet and adopt them for the moment.

Sheep warn the shepherd of coming storm when they rush to pasture in haste beyond their wont, but some behind the flock, now rams, now lambs, sport by the way with butting horns, when some here, some there, they bound aloft, the sillier young with four feet off the ground, the horned elders with two, or when the shepherd moves an unwilling flock, though it be evening when he drives them to their pens, while ever and anon they pluck the grass, though urged by many a stone.

From oxen too the ploughman and the neat-herd learn of the stirring of the storm. When oxen lick with their tongue around the hooves of their fore-feet or in their stalls stretch themselves on their right side, the old ploughman expects the sowing to be delayed. When with ceaseless lowing the kine collect as they wend at eventide to their stalls, the heifers reluctant to leave the meadow pastureland give warning that anon they will not feed in stormless weather. Not fair weather do the goats betide when greedy for prickly holm-oak, and the sows rage furiously over their bedding.

1124καὶ λύκος ὁππότε μακρὰ μονόλυκος ὠρύηται, 1125ἢ ὅγʼ ἀροτρήων ὀλίγον πεφυλαγμένος ἀνδρῶν ἔργα κατέρχηται, σκέπαος χατέοντι ἐοικώς, ἐγγύθεν ἀνθρώπων, ἵνα οἱ λέχος αὐτόθεν εἴη, τρὶς περιτελλομένης ἠοῦς χειμῶνα δοκεύειν. οὕτω καὶ προτέροις ἐπὶ σήμασι τεκμήραιο 1130ἐσσομένων ἀνέμων ἢ χείματος ἢ ὑετοῖο, αὐτὴν ἢ μετὰ τὴν ἢ καὶ τριτάτην ἔτʼ ἐς ἠῶ. ἀλλὰ γὰρ οὐδὲ μύες, τετριγότες εἴ ποτε μᾶλλον εὔδιοι ἐσκίρτησαν ἐοικότες ὀρχηθμοῖσιν, ἄσκεπτοι ἐγένοντο παλαιοτέροις ἀνθρώποις· 1135οὐδὲ κύνες· καὶ γάρ τε κύων ὠρύξατο ποσσὶν ἀμφοτέροις χειμῶνος ἐπερχομένοιο δοκεύων, καὶ κεῖνοι χειμῶνα μύες τότε μαντεύονται. καὶ μὴν ἐξ ὕδατος καὶ καρκίνος ᾤχετο χέρσον, χειμῶνος μέλλοντος ἐπαΐσσεσθαι ὁδοῖο. 1140καὶ μύες ἡμέριοι ποσσὶ στιβάδα στρωφῶντες κοίτης ἱμείρονται, ὅτʼ ὄμβρου σήματα φαίνοι. τῶν μηδὲν κατόνοσσο· καλὸν δʼ ἐπὶ σήματι σῆμα σκέπτεσθαι· μᾶλλον δὲ δυοῖν εἰς ταὐτὸν ἰόντων ἐλπωρὴ τελέθοι, τριτάτῳ δέ κε θαρσήσειας. 1145αἰεὶ δʼ ἂν παριόντος ἀριθμοίης ἐνιαυτοῦ σήματα, συμβάλλων εἴ που καὶ ἐπʼ ἀστέρι τοίη ἠὼς ἀντέλλοντι φαείνεται ἢ κατιόντι, ὁπποίην καὶ σῆμα λέγοι, μάλα δʼ ἄρκιον εἴη φράζεσθαι φθίνοντος ἐφισταμένοιό τε μηνὸς 1150τετράδας ἀμφοτέρας· αἱ γάρ τʼ ἄμυδις συνιόντων

When a solitary wolf howls loud, or when, as if he sought for shelter, recking little of farmer men, he descends to the cultivated lands near to men to seek a lair there, expect a storm when the third dawn comes round. So, too, by the previous signs thou canst forecast the winds or storm or rain to come on the self-same day or on the morrow or it may be on the third morn.

Mice, too, as sign of storm, whenever with louder squeaking than their wont they gambolled and seemed to dance in fair weather, were not unmarked by the weather-seers of old. Nor were dogs. The dog with both his paws digs when he suspects the coming of a storm, and then too those mice turn prophets. And landward comes the crab, when the storm is about to burst.

Mice in the daytime toss straw and are fain to build a nest when Zeus shows signs of rain.

Make light of none of these warnings. Good rule it is—to look for sign confirming sign. When two point the same way, forecast with hope; when three, with confidence. Thou canst always add the signs of the passing season, comparing whether at rising or at setting of a star the day dawn such as the calendar would herald. It would profit much to mark the last four days of the old and the first four of the new month. They hold the terms of

1151μηνῶν πείρατʼ ἔχουσιν, ὅτε σφαλερώτερος αἰθὴρ ὀκτὼ νυξὶ πέλει, χήτει χαροποῖο σελήνης. τῶν ἄμυδις πάντων ἐσκεμμένος εἰς ἐνιαυτὸν οὐδέποτε σχεδίως κεν ἐπʼ αἰθέρι τεκμήραιο.

the meeting months, when the sky on eight nights is deceptive beyond its wont for lack of the bright-eyed Moon.

Study all the signs together throughout the year and never shall thy forecast of the weather be a random guess.

English translation by G. R. Mair (1921). Original text: A. W. Mair and G. R. Mair (eds. and trs.), Callimachus and Lycophron, Aratus, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1921 (Greek text as digitised by Perseus, tlg0653.tlg001 perseus-grc2).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.