Aratus · Phaenomena Φαινόμενα

Aratus, Phaenomena 892–1028: Weather signs from the Manger, birds and animals

Aratus gives signs of rain and wind from the Manger and the two Asses beside it. He lists signs from the sea and shore, from shooting stars and lightning, from birds such as herons, ducks, swallows, crows and cranes, and from frogs, oxen, ants and worms. Further signs come from tame fowl, from the flame, sparks and ashes of the lamp and hearth, and from mist on the hills, with signs of coming calm as well as storm.

Lines 892–1028 · 1219 words · click a number to copy its link
892σκέπτεο καὶ Φάτνην. ἡ μέν τʼ ὀλίγῃ εἰκυῖα ἀχλύϊ βορραίη ὑπὸ Καρκίνῳ ἡγηλάζει· ἀμφὶ δέ μιν δύο λεπτὰ φαεινόμενοι φορέονται 895ἀστέρες, οὔτε τι πολλὸν ἀπήοροι, οὔτε μάλʼ ἐγγύς, ἀλλʼ ὅσσον τε μάλιστα πυγούσιον οἰίσασθαι· εἷς μὲν πὰρ βορέαο· νότῳ δʼ ἐπικέκλιται ἄλλος. καὶ τοὶ μὲν καλέονται Ὄνοι· μέσση δέ τε Φάτνη. ἥτε καὶ ἐξαπίνης πάντη Διὸς εὐδιόωντος 900γίνετʼ ἄφαντος ὅλη· τοὶ δʼ ἀμφοτέρωθεν ἰόντες ἀστέρες ἀλλήλων αὐτοσχεδὸν ἰνδάλλονται· οὐκ ὀλίγῳ χειμῶνι τότε κλύζονται ἄρουραι. εἰ δὲ μελαίνηται, τοὶ δʼ αὐτίκʼ ἐοικότες ὦσιν ἀστέρες ἀμφότεροι, περί χʼ ὕδατι σημαίνοιεν. 905εἰ δʼ ὁ μὲν ἐκ βορέω Φάτνης ἀμενηνὰ φαείνοι λεπτὸν ἐπαχλύων, νότιος δὌνος ἀγλαὸς εἴη, δειδέχθαι ἀνέμοιο νότου· βορέω δὲ μάλα χρὴ ἔμπαλιν ἀχλυόεντι φαεινομένῳ τε δοκεύειν. σῆμα δέ τοι ἀνέμοιο καὶ οἰδαίνουσα θάλασσα 910γινέσθω καὶ μακρὸν ἐπʼ αἰγιαλοὶ βοόωντες, ἀκταί τʼ εἰνάλιοι ὁπότʼ εὔδιοι ἠχήεσσαι γίνονται, κορυφαί τε βοώμεναι οὔρεος ἄκραι. καὶ δʼ ἂν ἐπὶ ξηρὴν ὅτʼ ἐρωδιὸς οὐ κατὰ κόσμον ἐξ ἁλὸς ἔρχηται φωνῇ περιπολλὰ λεληκώς, 915κινυμένου κε θάλασσαν ὕπερ φορέοιτʼ ἀνέμοιο. καί ποτε καὶ κέπφοι, ὁπότʼ εὔδιοι ποτέονται, ἀντία μελλόντων ἀνέμων εἰληδὰ φέρονται. πολλάκι δʼ ἀγριάδες νῆσσαι ἢ εἰναλίδιναι

Watch, too, the Manger. Like a faint mist in the North it plays the guide beneath Cancer. Around it are borne two faintly gleaming stars, not far apart nor very near but distant to the view a cubit’s length, one on the North, while the other looks towards the South. They are called the Asses, and between them is the Manger. On a sudden, when all the sky is clear, the Manger wholly disappears, while the stars that go on either side seem nearer drawn to one another: not slight then is the storm with which the fields are deluged. If the Manger darken and both stars remain unaltered, they herald rain. But if the Ass to the North of the Manger shine feebly through a faint mist, while the Southern Ass is gleaming bright, expect wind from the South: but if in turn the Southern Ass is cloudy and the Northern bright, watch for the North wind.

A sign of wind be the swelling sea, the far sounding beach, the sea-crags when in calm they echo, and the moaning of the mountain crests.

When, too, the heron in disordered flight comes landward from the sea with many a scream, he is precursor of the gale at sea. Anon, too, the stormy petrels when they flit in calm, move in companies to face the coming winds. Oft before a gale the wild ducks or sea-wheeling gulls beat their wings on the shore, or a cloud is lengthwise resting on the mountain peaks.

919αἴθυιαι χερσαῖα τινάσσονται πτερύγεσσιν· 920ἢ νεφέλη ὄρεος μηκύνεται ἐν κορυφῇσιν. ἤδη καὶ πάπποι, λευκῆς γήρειον ἀκάνθης, σῆμʼ ἐγένοντʼ ἀνέμου, κωφῆς ἁλὸς ὁππότε πολλοὶ ἄκρον ἐπιπλώωσι, τὰ μὲν πάρος, ἄλλα δʼ ὀπίσσω. καὶ θέρεος βρονταί τε καὶ ἀστραπαὶ ἔνθεν ἴωσιν, 925ἔνθεν ἐπερχομένοιο περισκοπέειν ἀνέμοιο. καὶ διὰ νύκτα μέλαιναν ὅτʼ ἀστέρες ἀΐσσωσιν ταρφέα, τοὶ δʼ ὄπιθεν ῥυμοὶ ὑπολευκαίνωνται, δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοιο πνεύματος· ἢν δὲ καὶ ἄλλοι ἐναντίοι ἀΐσσωσιν, 930ἄλλοι δʼ ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο παντοίων ἀνέμων, οἵ τʼ ἄκριτοί εἰσι μάλιστα, ἄκριτα δὲ πνείουσιν ἐπʼ ἀνδράσι τεκμήρασθαι. αὐτὰρ ὅτʼ ἐξ εὔροιο καὶ ἐκ νότου ἀστράπτῃσιν, ἄλλοτε δʼ ἐκ ζεφύροιο, καὶ ἄλλοτε πὰρ βορέαο, 935δὴ τότε τις πελάγει ἔνι δείδιε ναυτίλος ἀνήρ, μή μιν τῇ μὲν ἔχῃ πέλαγος τῇ δʼ ἐκ Διὸς ὕδωρ· ὕδατι γὰρ τοσσαίδε περὶ στεροπαὶ φορέονται. πολλάκι δʼ ἐρχομένων ὑετῶν νέφεα προπάροιθεν οἷα μάλιστα πόκοισιν ἐοικότα ἰνδάλλονται,

Marked, too, ere now as sign of wind have been the withered petals, the down of the white thistle, when they abundant float, some in front and others behind, on the surface of the silent sea.

From the quarter whence come the peals of summer thunder and the lightning flash, thence expect the onset of the gale. When through the dark night shooting stars fly thick and their track behind is white, expect a wind coming in the same path. If other shooting stars confront them and others from other quarters dart, then be on thy guard for winds from every quarter—winds, which beyond all else are hard to judge, and blow beyond man’s power to predict.

But when from East and South the lightnings flash, and again from the West and anon from the North, verily then the sailor on the sea fears to be caught at once by the waves beneath and the rain from heaven. For such lightnings herald rain. Often before the coming rain fleece-like clouds appear or

940ἢ διδύμη ἔζωσε διὰ μέγαν οὐρανὸν ἶρις, ἢ καί πού τις ἅλωα μελαινομένην ἔχει ἀστήρ. πολλάκι λιμναῖαι ἢ εἰνάλιαι ὄρνιθες ἄπληστον κλύζονται ἐνιέμεναι ὑδάτεσσιν, ἢ λίμνην πέρι δηθὰ χελιδόνες ἀΐσσονται 945γαστέρι τύπτουσαι αὕτως εἰλυμένον ὕδωρ, ἢ μᾶλλον δειλαὶ γενεαί, ὕδροισιν ὄνειαρ, αὐτόθεν ἐξ ὕδατος πατέρες βοόωσι γυρίνων, ἢ τρύζει ὀρθρινὸν ἐρημαίη ὀλολυγών, ἤ που καὶ λακέρυζα παρʼ ἠϊόνι προὐχούσῃ 950χείματος ἐρχομένου χέρσῳ ὑπέτυψε κορώνη, ἤ που καὶ ποταμοῖο ἐβάψατο μέχρι παρʼ ἄκρους ὤμους ἐκ κεφαλῆς, ἢ καὶ μάλα πᾶσα κολυμβᾷ, ἢ πολλὴ στρέφεται παρʼ ὕδωρ παχέα κρώζουσα. καὶ βόες ἤδη τοι πάρος ὕδατος ἐνδίοιο 955οὐρανὸν εἰσανιδόντες ἀπʼ αἰθέρος ὠσφρήσαντο· καὶ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα θᾶσσον ἀνηνέγκαντο· καὶ ἀθρόοι ὦφθεν ἴουλοι τείχη ἀνέρποντες, καὶ πλαζόμενοι σκώληκες κεῖνοι, τοὺς καλέουσι μελαίνης ἔντερα γαίης.

a double rainbow girds the wide sky or some star is ringed with darkening halo.

Often the birds of lake or sea insatiably dive and plunge in the water, or around the mere for long the swallows dart, smiting with their breasts the rippling water, or more hapless tribes, a boon to watersnakes, the fathers of the tadpoles croak from the lake itself, or the lonely tree-frog drones his matin lay, or by jutting bank the chattering crow stalks on the dry land before the coming storm, or it may be dips from head to shoulder in the river, or even dives completely, or hoarsely cawing ruffles it beside the water.

And ere now before rain from the sky, the oxen gazing heavenward have been seen to sniff the air, and the ants from their hollow nests bring up in haste all their eggs, and in swarms the centipedes are seen to climb the walls, and wandering forth crawl those worms that men call dark earth's intestines

960καὶ τιθαὶ ὄρνιθες, ταὶ ἀλέκτορος ἐξεγένοντο, εὖ ἐφθειρίσσαντο καὶ ἔκρωξαν μάλα φωνῇ, οἷόν τε σταλάον ψοφέει ἐπὶ ὕδατι ὕδωρ. δή ποτε καὶ γενεαὶ κοράκων καὶ φῦλα κολοιῶν ὕδατος ἐρχομένοιο Διὸς πάρα σῆμʼ ἐγένοντο, 965φαινόμενοι ἀγεληδὰ καὶ ἱρήκεσσιν ὁμοῖον φθεγξάμενοι. καί που κόρακες δίους σταλαγμοὺς φωνῇ ἐμιμήσαντο σὺν ὕδατος ἐρχομένοιο· ἤ ποτε καὶ κρώξαντε βαρείῃ δισσάκι φωνῇ μακρὸν ἐπιρροιζεῦσι τιναξάμενοι πτερὰ πυκνά· 970καὶ νῆσσαι οἰκουροὶ ὑπωρόφιοί τε κολοιοὶ ἐρχόμενοι κατὰ γεῖσα τινάσσονται πτερύγεσσιν, ἢ ἐπὶ κῦμα διώκει ἐρωδιὸς ὀξὺ λεληκώς. τῶν τοι μηδὲν ἀπόβλητον πεφυλαγμένῳ ὕδωρ γινέσθω· μηδʼ εἴ κεν ἐπὶ πλέον ἠὲ πάροιθεν 975δάκνωσιν μυῖαι καὶ ἐφʼ αἵματος ἱμείρωνται, ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν νύκτα κατὰ σκοτίην· μηδʼ ἢν ὑπὸ χείματος ὥρην λύχνων ἄλλοτε μέν τε φάος κατὰ κόσμον ὀρώρῃ, ἄλλοτε δʼ ἀΐσσωσιν ἄπο φλόγες ἠΰτε κοῦφαι 980πομφόλυγες, μηδʼ εἴ κεν ἐπʼ αὐτόφι μαρμαίρωσιν ἀκτῖνες, μηδʼ ἢν θέρεος μέγα πεπταμένοιο

(earthworms). Tame fowl with father Chanticleer well preen their plumes and cluck aloud with voice like noise of water dripping upon water.

Ere now, too, the generations of crows and tribes of jackdaws have been a sign of rain to come from Zeus, when they appear in flocks and screech like hawks. Crows, too, imitate with their note the heavy splash of clashing rain, or after twice croaking deeply they raise a loud whirring with frequent flapping of their wings, and ducks of the homestead and jackdaws which haunt the roof seek cover under the eaves and clap their wings, or seaward flies the heron with shrill screams.

Slight not aught of these things when on thy guard for rain, and heed the warning, if beyond their wont the midges sting and are fain for blood, or if on a misty night snuff gather on the nozzle of the lamp, or if in winter's season the flame of the lamp now rise steadily and anon sparks fly fast from it, like light bubbles, or if on the light itself there dart quivering rays, or if in height of summer the island birds are borne in crowding companies.

982νησαῖοι ὄρνιθες ἐπασσύτεροι φορέωνται. μηδὲ σύ γʼ ἢ χύτρης ἠὲ τρίποδος πυριβήτεω, σπινθῆρες ὅτʼ ἔωσι πέρι πλέονες, λελαθέσθαι· 985μηδὲ κατὰ σποδιὴν ὁπότʼ ἄνθρακος αἰθομένοιο λάμπηται πέρι σήματʼ ἐοικότα κεγχρείοισιν, ἀλλʼ ἐπὶ καὶ τὰ δόκευε περισκοπέων ὑετοῖο. εἴ γε μὲν ἠερόεσσα παρὲξ ὄρεος μεγάλοιο πυθμένα τείνηται νεφέλη, ἄκραι δὲ κολῶναι 990φαίνωνται καθαραί, μάλα κεν τόθʼ ὑπεύδιος εἴης. εὔδιός κʼ εἴης καὶ ὅτε πλατέος παρὰ πόντου φαίνηται χθαμαλὴ νεφέλη, μηδʼ ὑψόθι κύρῃ, ἀλλʼ αὐτοῦ πλαταμῶνι παραθλίβηται ὁμοίη. σκέπτεο δʼ εὔδιος μὲν ἐὼν ἐπὶ χείματι μᾶλλον, 995ἐς δὲ γαληναίην χειμωνόθεν. εὖ δὲ μάλα χρὴ ἐς Φάτνην ὁράαν, τὴν Καρκίνος ἀμφιελίσσει, πρῶτα καθαιρομένην πάσης ὑπένερθεν ὁμίχλης· κείνη γὰρ φθίνοντι καθαίρεται ἐν χειμῶνι. καὶ φλόγες ἡσύχιαι λύχνων καὶ νυκτερίη γλαὺξ 1000ἥσυχον ἀείδουσα μαραινομένου χειμῶνος γινέσθω τοι σῆμα, καὶ ἥσυχα ποικίλλουσα ὥρῃ ἐν ἑσπερίῃ κρώξῃ πολύφωνα κορώνη· καὶ κόρακες μοῦνοι μὲν ἐρημαῖοι βοοῶντες δισσάκις, αὐτὰρ ἔπειτα μετʼ ἀθρόα κεκλήγοντες· 1005πλειότεροι δʼ ἀγεληδόν, ἐπὴν κοίτοιο μέδωνται,

Be not heedless of the pot or tripod on the fire, if many sparks encircle it, nor heedless when in the ashes of blazing coal there gleam spots like millet seed, but scan those too when seeking signs of rain.

But if a misty cloud be stretched along the base of a high hill, while the upper peaks shine clear, very bright will be the sky. Fair weather, too, shalt thou have, when by the sea-verge is seen a cloud low on the ground, never reaching a height, but penned there like a flat reef of rock.

Seek in calm for signs of storms, and in storm for signs of calm. Scan well the Manger, whereby wheels the Crab, when first it is freed of every covering cloud. For its clearing marks the waning tempest.

Take for sign of storm abating the steady-burning flame of the lamp, the gentle hooting of the owl at night, and the crow if with gentle varying note she caw at eventide, and the rooks, when singly they utter two lonely notes followed by frequent rapid screams, and when in fuller company they bethink them of the roost, full of voice.

1006φωνῆς ἔμπλειοι· χαίρειν κέ τις οἰίσσαιτο, οἷα τὰ μὲν βοόωσι λιγαινομένοισιν ὁμοῖα, πολλὰ δὲ δενδρείοιο περὶ φλόον, ἄλλοτʼ ἐπʼ αὐτοῦ, ἧχί τε κείουσιν καὶ ὑπότροποι ἀπτερύονται. 1010καὶ δʼ ἄν που γέρανοι μαλακῆς προπάροιθε γαλήνης ἀσφαλέως τανύσαιεν ἕνα δρόμον ἤλιθα πᾶσαι, οὐδὲ παλιρρόθιοί κεν ὑπεύδιοι φορέοιντο. ἦμος δʼ ἀστερόθεν καθαρὸν φάος ἀμβλύνηται, οὐδέ ποθεν νεφέλαι πεπιεσμέναι ἀντιόωσιν, 1015οὐδέ ποθεν ζόφος ἄλλος ὑποτρέχῃ οὐδὲ σελήνη, ἀλλὰ τά γʼ ἐξαπίνης αὕτως ἀμενηνὰ φέρωνται, μηκέτι τοι τόδε σῆμα γαληναίης ἐπικείσθω, ἀλλʼ ἐπὶ χεῖμα δόκευε· καὶ ὁππότε ταὶ μὲν ἔωσιν αὐτῇ ἐνὶ χώρῃ νεφέλαι, ταὶ δʼ ἄλλαι ὑπʼ αὐταῖς 1020ταὶ μὲν ἀμειβόμεναι, ταὶ δʼ ἐξόπιθεν φορέωνται. καὶ χῆνες κλαγγηδὸν ἐπειγόμεναι βρωμοῖο χειμῶνος μέγα σῆμα, καὶ ἐννεάγηρα κορώνη νύκτερον ἀείδουσα, καὶ ὀψὲ βοῶντε κολοιοί, καὶ σπίνος ἠῶα σπίζων, καὶ ὄρνεα πάντα 1025ἐκ πελάγους φεύγοντα, καὶ ὀρχίλος ἢ καὶ ἐριθεὺς δύνων ἐς κοίλας ὀχεάς, καὶ φῦλα κολοιῶν ἐκ νομοῦ ἐρχόμενα τραφεροῦ ἐπὶ ὄψιον αὖλιν. οὐδʼ ἂν ἐπιξουθαὶ μεγάλου χειμῶνος ἰόντος

One would think them glad, seeing how they caw now in shrill screams, now with frequent flight around the foliage of the tree, now on the tree, whereon they roost, and anon they wheel and clap their wings. Cranes, too, before a gentle calm will wing their way steadily onward in one track, all in a company, and in fair weather will be borne in no disordered flight.

But when the clear light from the stars is dimmed, though no thronging clouds veil, nor other darkness hide nor Moon obscure, but the stars on a sudden thus causelessly wax wan, hold that no more for sign of calm but look for storm. Foul weather, too, will come, when of the clouds some are stationary, but others passing by and others following after.

Sure signs of storm are geese hastening with many a cackle to their food, the nine-generation crow cawing at night, the jackdaw chattering late, the chaffinch piping in the dawn, waterfowl all fleeing inward from the sea, the wren or the robin retreating into hollow clefts, and tribes of jackdaws returning late to roost from dry feeding-grounds. When the furious tempest is imminent, the tawny bees go not far afield to cull wax, but wheel hard by their honey and their stores, nor do cranes on high in long lines wing their steady onward course, but wheel and double in their flight.

English translation by G. R. Mair (1921). Original text: A. W. Mair and G. R. Mair (eds. and trs.), Callimachus and Lycophron, Aratus, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1921 (Greek text as digitised by Perseus, tlg0653.tlg001 perseus-grc2).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.