Aratus · Phaenomena Φαινόμενα

Aratus, Phaenomena 1–115: Zeus and the northern sky: the Bears and the Dragon

Aratus begins with Zeus, who gave men the signs of the heavens, and with a prayer to the Muses. He describes the Axis and the two Bears, Helice and Cynosura, which were set in the sky for nursing the infant Zeus in Crete, and the Dragon winding between them. He goes on to the kneeling figure called Engonasin, the Crown, Ophiuchus with the Serpent and the Scorpion, Arctophylax or Boötes, and the Maiden, whom men called Justice and who lived on earth in the Golden Age.

Lines 1–115 · 1183 words · click a number to copy its link
1ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτʼ ἄνδρες ἐῶμεν ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες. 5τοῦ γὰρ καὶ γένος εἰμέν· ὁ δʼ ἤπιος ἀνθρώποισιν δεξιὰ σημαίνει, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρει, μιμνῄσκων βιότοιο, λέγει δʼ ὅτε βῶλος ἀρίστη βουσί τε καὶ μακέλῃσι, λέγει δʼ ὅτε δεξιαὶ ὧραι καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. 10αὐτὸς γὰρ τά γε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας, ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν ἀστέρας οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν ὡράων, ὄφρʼ ἔμπεδα πάντα φύωνται. τῶ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται. 15χαῖρε, πάτερ, μέγα θαῦμα, μέγʼ ἀνθρώποισιν ὄνειαρ, αὐτὸς καὶ προτέρη γενεή. Χαίροιτε δὲ Μοῦσαι μειλίχιαι μάλα πᾶσαι· ἐμοί γε μὲν ἀστέρας εἰπεῖν ᾗ θέμις εὐχομένῳ τεκμήρατε πᾶσαν ἀοιδήν. οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες

From Zeus let us begin; him do we mortals never leave unnamed; full of Zeus are all the streets and all the market-places of men; full is the sea and the havens thereof; always we all have need of Zeus. For we are also his offspring; and he in his kindness unto men giveth favourable signs and wakeneth the people to work, reminding them of livelihood. He tells what time the soil is best for the labour of the ox and for the mattock, and what time the seasons are favourable both for the planting of trees and for casting all manner of seeds. For himself it was who set the signs in heaven, and marked out the constellations, and for the year devised what stars chiefly should give to men right signs of the seasons, to the end that all things might grow unfailingly. Wherefore him do men ever worship first and last. Hail, O Father, mighty marvel, mighty blessing unto men. Hail to thee and to the Elder Race! Hail, ye Muses, right kindly, every one! But for me, too, in answer to my prayer direct all my lay, even as is meet, to tell the stars.

They, all alike, many though they be and other star in other path, are drawn across the heavens always through all time continually.

20οὐρανῷ ἕλκονται πάντʼ ἤματα συνεχὲς αἰεί· αὐτὰρ ὅ γʼ οὐδʼ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλʼ αὕτως ἄξων αἰὲν ἄρηρεν, ἔχει δʼ ἀτάλαντον ἁπάντη μεσσηγὺς γαῖαν, περὶ δʼ οὐρανὸν αὐτὸν ἀγινεῖ. καί μιν πειραίνουσι δύω πόλοι ἀμφοτέρωθεν· 25ἀλλʼ ὁ μὲν οὐκ ἐπίοπτος, ὁ δʼ ἀντίος ἐκ βορέαο ὑψόθεν ὠκεανοῖο· δύω δέ μιν ἀμφὶς ἔχουσαι Ἄρκτοι ἅμα τροχόωσι, τὸ δὴ καλέονται Ἅμαξαι. αἱ δʼ ἤτοι κεφαλὰς μὲν ἐπʼ ἰξύας αἰὲν ἔχουσιν ἀλλήλων, αἰεὶ δὲ κατωμάδιαι φορέονται, 30ἔμπαλιν εἰς ὤμους τετραμμέναι. εἰ ἐτεὸν δή, Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα Δίκτῳ ἐν εὐώδει, ὄρεος σχεδὸν Ἰδαίοιο, ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν, 35Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο. καὶ τὴν μὲν Κυνόσουραν ἐπίκλησιν καλέουσιν, τὴν δʼ ἑτέρην Ἑλίκην. Ἑλίκῃ γε μὲν ἄνδρες Ἀχαιοὶ εἰν ἁλὶ τεκμαίρονται ἵνα χρὴ νῆας ἀγινεῖν, τῇ δʼ ἄρα Φοίνικες πίσυνοι περόωσι θάλασσαν. 40ἀλλʼ ἡ μὲν καθαρὴ καὶ ἐπιφράσσασθαι ἑτοίμη πολλὴ φαινομένη Ἑλίκη πρώτης ἀπὸ νυκτός· ἡ δʼ ἑτέρη ὀλίγη μέν, ἀτὰρ ναύτῃσιν ἀρείων· μειοτέρῃ γὰρ πᾶσα περιστρέφεται στροφάλιγγι· τῇ καὶ Σιδόνιοι ἰθύντατα ναυτίλλονται.

But the Axis shifts not a whit, but unchanging is for ever fixed, and in the midst it holds the earth in equipoise, and wheels the heaven itself around.

On either side the Axis ends in two Poles, but thereof the one is not seen, whereas the other faces us in the north high above the ocean. Encompassing it two Bears wheel together—wherefore they are also called the Wains. Now they ever hold their heads each toward the flank of the other, and are borne along always shoulder-wise, turned alternate on their shoulders. If, indeed, the tale be true, from Crete they by the will of mighty Zeus entered up into heaven, for that when in olden days he played as a child in fragrant Dicte, near the hill of Ida, they set him in a cave and nurtured him for the space of a year, what time the Dictaean Curetes were deceiving Cronus. Now the one men call by name Cynosura and the other Helice. It is by Helice that the Achaeans on the sea divine which way to steer their ships, but in the other the Phoenicians put their trust when they cross the sea. But Helice appearing large at earliest night, is bright and easy to mark; but the other is small, yet better for sailors: for in a smaller orbit wheel all her stars. By her guidance, then, the men of Sidon steer the straightest course.

45τὰς δὲ διʼ ἀμφοτέρας οἵη ποταμοῖο ἀπορρὼξ εἰλεῖται μέγα θαῦμα, Δράκων, περί τʼ ἀμφί τʼ ἐαγὼς μυρίος· αἱ δʼ ἄρα οἱ σπείρης ἑκάτερθε φέρονται Ἄρκτοι, κυανέου πεφυλαγμέναι ὠκεανοῖο. αὐτὰρ ὅ γʼ ἄλλην μὲν νεάτῃ ἐπιτείνεται οὐρῇ, 50ἄλλην δὲ σπείρῃ περιτέμνεται. ἡ μέν οἱ ἄκρη οὐρὴ πὰρ κεφαλὴν Ἑλίκης ἀποπαύεται Ἄρκτου· σπείρῃ δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δέ κατʼ αὐτὴν εἰλεῖται κεφαλὴν καί οἱ ποδὸς ἔρχεται ἄχρις, ἐκ δʼ αὖτις παλίνορσος ἀνατρέχει. οὐ μὲν ἐκείνῃ 55οἰόθεν οὐδʼ οἶος κεφαλῇ ἐπιλάμπεται ἀστήρ, ἀλλὰ δύο κροτάφοις, δύο δʼ ὄμμασιν· εἷς δʼ ὑπένερθεν ἐσχατιὴν ἐπέχει γένυος δεινοῖο πελώρου. λοξὸν δʼ ἐστὶ κάρη, νεύοντι δὲ πάμπαν ἔοικεν ἄκρην εἰς Ἑλίκης οὐρήν· μάλα δʼ ἐστὶ κατʼ ἰθύ 60καὶ στόμα καὶ κροτάφοιο τὰ δεξιὰ νειάτῳ οὐρῇ. κείνη που κεφαλὴ τῇ νίσσεται, ἧχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν. Τῇδʼ αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ ἐοικὸς εἴδωλον. τὸ μὲν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν,

Between them, as it were the branch of a river, circles in wondrous way the Dragon, winding infinite around and about; on either side of his coil are borne along the Bears, that shun evermore the blue sea. Now towards the one he stretches the end of his tail, but with the coil he intercepts the Lesser Bear. The tip of his tail ends by the head of Helice, but in the coil Cynosura has her head. For his coil circles past her very head and comes near her feet, but again, turning back, runs upward. Not one lone star shines on his head, but on his brows are two stars lit, and two in his eyes, and one beneath is set upon the chin-point of the dread monster. Aslant is his head, and he seems most like as if he were nodding to the tip of the tail of Helice; his mouth and right temple straight confront the end of her tail. That head wheels near where the limits of setting and rising blend.

Right there in its orbit wheels a Phantom form, man knows how to read clearly, nor on what task he is bent, but men simply call him On His Knees.

65οὐδʼ ὅτινι κρέμαται κεῖνος πόνῳ, ἀλλά μιν αὕτως Ἐγγόνασιν καλέουσι. τὸ δʼ αὖτʼ ἐν γούνασι κάμνον ὀκλάζοντι ἔοικεν· ἀπʼ ἀμφοτέρων δέ οἱ ὤμων χεῖρες ἀείρονται· τάνυταί γε μὲν ἄλλυδις ἄλλη ὅσσον ἐς ὀργυιήν· μέσσῳ δʼ ἐφύπερθε καρήνῳ 70δεξιτεροῦ ποδὸς ἄκρον ἔχει σκολιοῖο Δράκοντος. αὐτοῦ κἀκεῖνος Στέφανος, τὸν ἀγαυὸς ἔθηκεν σῆμʼ ἔμεναι Διόνυσος ἀποιχομένης Ἀριάδνης, νώτῳ ὑποστρέφεται κεκμηότος Εἰδώλοιο. νώτῳ μὲν Στέφανος πελάει, κεφαλῇ γε μὲν ἄκρῃ 75σκέπτεο πὰρ κεφαλὴν Ὀφιούχεον, ἐκ δʼ ἄρʼ ἐκείνης αὐτὸν ἐπιφράσσαιο φαεινόμενον Ὀφιοῦχον· τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ εἰσωποὶ τελέθοιεν· ἀτὰρ χέρες οὐ μάλα ἶσαι· 80λεπτὴ γὰρ καὶ τῇ καὶ τῇ ἐπιδέδρομεν αἴγλη. ἀλλʼ ἔμπης κἀκεῖναι ἐπόψιαι· οὐ γὰρ ἐλαφραί· ἀμφότεραι δʼ Ὄφιος πεπονήαται, ὅς ῥά τε μέσσον δινεύει Ὀφιοῦχον· ὁ δʼ ἐμμενὲς εὖ ἐπαρηρὼς ποσσὶν ἐπιθλίβει μέγα θηρίον ἀμφοτέροισιν, 85Σκορπίον, ὀφθαλμῷ τε καὶ ἐν θώρηκι βεβηκὼς ὀρθός. ἀτάρ οἱ Ὄφις γε δύω στρέφεται μετὰ χερσίν, δεξιτερῇ ὀλίγος, σκαιῇ γε μὲν ὑψόθι πολλός.

Now that Phantom, that toils on his knees, seems to sit on bended knee, and from both his shoulders his hands are upraised and stretch, one this way, one that, a fathom’s length. Over the middle of the head of the crooked Dragon, he has the tip of his right foot.

Here too that Crown, which glorious Dionysus set to be memorial of the dead Ariadne, wheels beneath the back of the toil-spent Phantom.

To the Phantom’s back the Crown is near, but by his head mark near at hand the head of Ophiuchus, and then from it you can trace the starlit Ophiuchus himself: so brightly set beneath his head appear his gleaming shoulders. They would be clear to mark even at the midmonth moon, but his hands are not at all so bright; for faint runs the gleam of stars along on this side and on that. Yet they too can be seen, for they are not feeble. Both firmly clutch the Serpent, which encircles the waist of Ophiuchus, but he, stedfast with both his feet well set, tramples a huge monster, even the Scorpion, standing upright on his eye and breast. Now the Serpent is wreathed about his two hands—a little above his right hand, but in many folds high above his left.

88καὶ δή οἱ Στεφάνῳ παρακέκλιται ἄκρα γένεια, νειόθι δὲ σπείρης μεγάλας ἐπιμαίεο Χηλάς. 90ἀλλʼ αἱ μέν φαέων ἐπιδευέες, οὐδὲν ἀγαυαί. ἐξόπιθεν δʼ Ἑλίκης φέρεται ἐλάοντι ἐοικὼς Ἀρκτοφύλαξ, τόν ῥʼ ἄνδρες ἐπικλείουσι Βοώτην, οὕνεχʼ ἁμαξαίης ἐπαφώμενος εἴδεται Ἄρκτου. καὶ μάλα πᾶς ἀρίδηλος· ὑπὸ ζώνῃ δέ οἱ αὐτὸς 95ἐξ ἄλλων Ἀρκτοῦρος ἑλίσσεται ἀμφαδὸν ἀστήρ. ἀμφοτέροισι δὲ ποσσὶν ὕπο σκέπτοιο Βοώτεω Παρθένον, ἥ ῥʼ ἐν χερσὶ φέρει Στάχυν αἰγλήεντα. εἴτʼ οὖν Ἀστραίου κείνη γένος, ὅν ῥά τέ φασιν ἄστρων ἀρχαῖον πατέρʼ ἔμμεναι, εἴτε τευ ἄλλου, 100εὔκηλος φορέοιτο· λόγος γε μὲν ἐντρέχει ἄλλος ἀνθρώποις, ὡς δῆθεν ἐπιχθονίη πάρος ἦεν, ἤρχετο δʼ ἀνθρώπων κατεναντίη, οὐδέ ποτʼ ἀνδρῶν οὐδέ ποτʼ ἀρχαίων ἠνήνατο φῦλα γυναικῶν, ἀλλʼ ἀναμὶξ ἐκάθητο, καὶ ἀθανάτη περ ἐοῦσα. 105καί ἑ Δίκην καλέεσκον· ἀγειρομένη δὲ γέροντας, ἠέ που εἰν ἀγορῇ ἢ εὐρυχόρῳ ἐν ἀγυιῇ, δημοτέρας ἤειδεν ἐπισπέρχουσα θέμιστας. οὔπω λευγαλέου τότε νείκεος ἠπίσταντο οὐδὲ διακρίσιος πολυμεμφέος οὐδὲ κυδοιμοῦ, 110αὕτως δʼ ἔζωον· χαλεπὴ δʼ ἀπέκειτο θάλασσα, καὶ βίον οὔπω νῆες ἀπόπροθεν ἠγίνεσκον, ἀλλὰ βόες καὶ ἄροτρα καὶ αὐτή, πότνια λαῶν, μυρία πάντα παρεῖχε Δίκη, δώτειρα δικαίων. τόφρʼ ἦν, ὄφρʼ ἔτι γαῖα γένος χρύσειον ἔφερβεν. 115ἀργυρέῳ δʼ ὀλίγη τε καὶ οὐκέτι πάμπαν ἑτοίμη

Toward the Crown leans the Serpent’s jaw, but beneath his coiling form seek thou for the mighty Claws; they are scant of light and nowise brilliant.

Behind Helice, like to one that drives, is borne along Arctophylax whom men also call Boötes, since he seems to lay hand on the wain-like Bear. Very bright is he all; but beneath his belt wheels a star, bright beyond the others, Arcturus himself.

Beneath both feet of Boötes mark the Maiden, who in her hands bears the gleaming Ear of Corn. Whether she be daughter of Astraeus, who, men say, was of old the father of the stars, or child of other sire, untroubled be her course! But another tale is current among men, how of old she dwelt on earth and met men face to face, nor ever disdained in olden time the tribes of men and women, but mingling with them took her seat, immortal though she was. Her men called Justice; but she assembling the elders, it might be in the market-place or in the wide-wayed streets, uttered her voice, ever urging on them judgements kinder to the people. Not yet in that age had men knowledge of hateful strife, or carping contention, or din of battle, but a simple life they lived. Far from them was the cruel sea and not yet from afar did ships bring their livelihood, but the oxen and the plough and Justice herself, queen of the peoples, giver of things just, abundantly supplied their every need. Even so long as the earth still nurtured the Golden Race, she had her dwelling on earth. But with the Silver Race only a little and no longer with utter readiness did she mingle, for that she yearned for the ways of the men of old.

People and places in this passage

English translation by G. R. Mair (1921). Original text: A. W. Mair and G. R. Mair (eds. and trs.), Callimachus and Lycophron, Aratus, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1921 (Greek text as digitised by Perseus, tlg0653.tlg001 perseus-grc2).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain (OCR from the Internet Archive scan). Introductions, summaries and notes © GreekMythology.com.

Phaenomena 1–115: Zeus and the northern sky | Aratus