καὶ πρῶτον ὅτι τοὺς μύθους ἀπεδέξαντο οὐχ οἱ ποιηταὶ μόνον, ἀλλὰ καὶ αἱ πόλεις πολὺ πρότερον καὶ οἱ νομοθέται τοῦ χρησίμου χάριν, βλέψαντες εἰς τὸ φυσικὸν πάθος τοῦ λογικοῦ ζῴου· φιλειδήμων γὰρ ἅνθρωπος, προοίμιον δὲ τούτου τὸ φιλόμυθον. ἐντεῦθεν οὖν ἄρχεται τὰ παιδία ἀκροᾶσθαι καὶ κοινωνεῖν λόγων ἐπὶ πλεῖον. αἴτιον δʼ, ὅτι καινολογία τίς ἐστιν ὁ μῦθος, οὐ τὰ καθεστηκότα φράζων ἀλλʼ ἕτερα παρὰ ταῦτα· ἡδὺ δὲ τὸ καινὸν καὶ ὃ μὴ πρότερον ἔγνω τις· τοῦτο δʼ αὐτό ἐστι καὶ τὸ ποιοῦν φιλειδήμονα. ὅταν δὲ προσῇ καὶ τὸ θαυμαστὸν καὶ τὸ τερατῶδες, ἐπιτείνει τὴν ἡδονήν, ἥπερ ἐστὶ τοῦ μανθάνειν φίλτρον. κατʼ ἀρχὰς μὲν οὖν ἀνάγκη τοιούτοις δελέασι χρῆσθαι, προϊούσης δὲ τῆς ἡλικίας ἐπὶ τὴν τῶν ὄντων μάθησιν ἄγειν, ἤδη τῆς διανοίας ἐρρωμένης καὶ μηκέτι δεομένης κολάκων. καὶ ἰδιώτης δὲ πᾶς καὶ ἀπαίδευτος τρόπον τινὰ παῖς ἐστι φιλομυθεῖ τε ὡσαύτως· ὁμοίως δὲ καὶ ὁ πεπαιδευμένος μετρίως· οὐδὲ γὰρ οὗτος ἰσχύει τῷ λογισμῷ, πρόσεστι δὲ καὶ τὸ ἐκ παιδὸς ἔθος. ἐπεὶ δʼ οὐ μόνον ἡδὺ ἀλλὰ καὶ φοβερὸν τὸ τερατῶδες, ἀμφοτέρων ἐστὶ τῶν εἰδῶν χρεία πρός τε τοὺς παῖδας καὶ τοὺς ἐν ἡλικίᾳ· τοῖς τε γὰρ παισὶ προσφέρομεν τοὺς ἡδεῖς μύθους εἰς προτροπήν, εἰς ἀποτροπὴν δὲ τοὺς φοβερούς· ἥ τε γὰρ Λάμια μῦθός ἐστι καὶ ἡ Γοργὼ καὶ ὁ Ἐφιάλτης καὶ ἡ Μορμολύκη. οἵ τε πολλοὶ τῶν τὰς πόλεις οἰκούντων εἰς μὲν προτροπὴν ἄγονται τοῖς ἡδέσι τῶν μύθων, ὅταν ἀκούωσι τῶν ποιητῶν ἀνδραγαθήματα μυθώδη διηγουμένων, οἷον Ἡρακλέους ἄθλους ἢ Θησέως, ἢ τιμὰς παρὰ θεῶν νεμομένας, ἢ νὴ Δία ὁρῶσι γραφὰς ἢ ξόανα ἢ πλάσματα τοιαύτην τινὰ περιπέτειαν ὑποσημαίνοντα μυθώδη· εἰς ἀποτροπὴν δέ, ὅταν κολάσεις παρὰ θεῶν καὶ φόβους καὶ ἀπειλὰς ἢ διὰ λόγων ἢ διὰ τύπων ἀοράτων τινῶν προσδέχωνται, ἢ καὶ πιστεύωσι περιπεσεῖν τινας. οὐ γὰρ ὄχλον γε γυναικῶν καὶ παντὸς χυδαίου πλήθους ἐπαγαγεῖν λόγῳ δυνατὸν φιλοσόφῳ καὶ προσκαλέσασθαι πρὸς εὐσέβειαν καὶ ὁσιότητα καὶ πίστιν, ἀλλὰ δεῖ καὶ διὰ δεισιδαιμονίας· τοῦτο δʼ οὐκ ἄνευ μυθοποιίας καὶ τερατείας. κεραυνὸς γὰρ καὶ αἰγὶς καὶ τρίαινα καὶ λαμπάδες καὶ δράκοντες καὶ θυρσόλογχα τῶν θεῶν ὅπλα μῦθοι καὶ πᾶσα θεολογία ἀρχαϊκή· ταῦτα δʼ ἀπεδέξαντο οἱ τὰς πολιτείας καταστησάμενοι μορμολύκας τινὰς πρὸς τοὺς νηπιόφρονας. τοιαύτης δὲ τῆς μυθοποιίας οὔσης καὶ καταστρεφούσης εἰς τὸ κοινωνικὸν καὶ τὸ πολιτικὸν τοῦ βίου σχῆμα καὶ τὴν τῶν ὄντων ἱστορίαν, οἱ μὲν ἀρχαῖοι τὴν παιδικὴν ἀγωγὴν ἐφύλαξαν μέχρι τῶν τελείων ἡλικιῶν, καὶ διὰ ποιητικῆς ἱκανῶς σωφρονίζεσθαι πᾶσαν ἡλικίαν ὑπέλαβον· χρόνοις δʼ ὕστερον ἡ τῆς ἱστορίας γραφὴ καὶ ἡ νῦν φιλοσοφία παρελήλυθεν εἰς μέσον. αὕτη μὲν οὖν πρὸς ὀλίγους, ἡ δὲ ποιητικὴ δημωφελεστέρα καὶ θέατρα πληροῦν δυναμένη, ἡ δὲ δὴ τοῦ Ὁμήρου ὑπερβαλλόντως· καὶ οἱ πρῶτοι δὲ ἱστορικοὶ καὶ φυσικοὶ μυθογράφοι.
To begin. The poets were by no means the first to avail themselves of myths. States and lawgivers had taken advantage of them long before, having observed the constitutional bias of mankind. Man is eager after knowledge, and the love of legend is but the prelude thereto. This is why children begin to listen [to fables], and are acquainted with them before any other kind of knowledge; the cause of this is that the myth introduces them to a new train of ideas, relating not to every-day occurrences, but something in addition to these.
A charm hangs round whatever is new and hitherto unknown, inspiring us with a desire to become acquainted with it, but when the wonderful and the marvellous are likewise present, our delight is increased until at last it becomes a philtre of study. To children we are obliged to hold out such enticements, in order that in riper years, when the mind is powerful, and no longer needs such stimulants, it may be prepared to enter on the study of actual realities.
Every illiterate and uninstructed man is yet a child, and takes delight in fable. With the partially informed it is much the same; reason is not all-powerful within him, and he still possesses the tastes of a child. But the marvellous, which is capable of exciting fear as well as pleasure, influences not childhood only, but age as well. As we relate to children pleasing tales to incite them [to any course] of action, and frightful ones to deter them, such as those of Lamia, Gorgo, Ephialtes, and Mormolyca. So numbers of our citizens are incited to deeds of virtue by the beauties of fable, when they hear the poets in a strain of enthusiasm recording noble actions, such as the labours of Hercules or Theseus, and the honours bestowed on them by the gods, or even when they see paintings, sculptures, or figures bearing their romantic evidence to such events. In the same way they are restrained from vicious courses, when they think they have received from the gods by oracles or some other invisible intimations, threats, menaces, or chastisements, or even if they only believe they have befallen others. The great mass of women and common people, cannot be induced by mere force of reason to devote themselves to piety, virtue, and honesty; superstition must therefore be employed, and even this is insufficient without the aid of the marvellous and the terrible. For what are the thunderbolts, the aegis, the trident, the torches, the dragons, the barbed thyrses, the arms of the gods, and all the paraphernalia of antique theology, but fables employed by the founders of states, as bugbears to frighten timorous minds.
Such was mythology; and when our ancestors found it capable of subserving the purposes of social and political life, and even contributing to the knowledge of truth, they continued the education of childhood to maturer years, and maintained that poetry was sufficient to form the understanding of every age. In course of time history and our present philosophy were introduced; these, however, suffice but for the chosen few, and to the present day poetry is the main agent which instructs our people and crowds our theatres. Homer here stands pre-eminent, but in truth all the early historians and natural philosophers were mythologists as well.
̔́ατε δὴ πρὸς τὸ παιδευτικὸν εἶδος τοὺς μύθους ἀναφέρων ὁ ποιητὴς ἐφρόντισε πολὺ μέρος τἀληθοῦς, ἐν δʼ ἐτίθει καὶ ψεῦδος, τὸ μὲν ἀποδεχόμενος τῷ δὲ δημαγωγῶν καὶ στρατηγῶν τὰ πλήθη. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ, οὕτως ἐκεῖνος ταῖς ἀληθέσι περιπετείαις προσεπετίθει μῦθον, ἡδύνων καὶ κοσμῶν τὴν φράσιν, πρὸς δὲ τὸ αὐτὸ τέλος τοῦ ἱστορικοῦ καὶ τοῦ τὰ ὄντα λέγοντος βλέπων. οὕτω δὴ τόν τε Ἰλιακὸν πόλεμον γεγονότα παραλαβὼν ἐκόσμησε ταῖς μυθοποιίαις, καὶ τὴν Ὀδυσσέως πλάνην ὡσαύτως· ἐκ μηδενὸς δὲ ἀληθοῦς ἀνάπτειν κενὴν τερατολογίαν οὐχ Ὁμηρικόν. προσπίπτει γάρ, ὡς εἰκός, ὡς πιθανώτερον ἂν οὕτω τις ψεύδοιτο, εἰ καταμίσγοι τι καὶ αὐτῶν τῶν ἀληθινῶν· ὅπερ καὶ Πολύβιός φησι περὶ τῆς Ὀδυσσέως πλάνης ἐπιχειρῶν· τοιοῦτο δʼ ἐστὶ καὶ τό ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. οὐ γὰρ πάντα ἀλλὰ πολλά, ἐπεὶ οὐδʼ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. ἔλαβεν οὖν παρὰ τῆς ἱστορίας τὰς ἀρχάς. καὶ γὰρ τὸν Αἰόλον δυναστεῦσαί φασι τῶν περὶ τὴν Λιπάραν νήσων καὶ τῶν περὶ τὴν Αἴτνην καὶ Λεοντίνην Κύκλωπας καὶ Λαιστρυγόνας ἀξένους τινάς· διὸ καὶ τὰ περὶ τὸν πορθμὸν ἀπροσπέλαστα εἶναι τοῖς τότε καὶ τὴν Χάρυβδιν καὶ τὸ Σκύλλαιον ὑπὸ λῃστῶν κατέχεσθαι. οὕτω δὲ καὶ τοὺς ἄλλους τῶν ὑπὸ Ὁμήρου λεγομένων ἐν ἄλλοις τόποις ἱστοροῦμεν· οὕτω δὲ καὶ τοὺς Κιμμερίους εἰδὼς οἰκοῦντας τὸν Κιμμερικὸν Βόσπορον πρὸς βορρᾶν καὶ ζοφώδη μετήγαγεν οἰκείως εἰς σκοτεινόν τινα τόπον τὸν καθʼ ᾄδην, χρήσιμον ὄντα πρὸς τὴν μυθοποιίαν τὴν ἐν τῇ πλάνῃ. ὅτι δʼ οἶδεν αὐτούς, οἱ χρονογράφοι δηλοῦσιν ἢ μικρὸν πρὸ αὐτοῦ τὴν τῶν Κιμμερίων ἔφοδον ἢ κατʼ αὐτὸν ἀναγράφοντες.
Thus it is that our poet, though he sometimes employs fiction for the purposes of instruction, always gives the preference to truth; he makes use of what is false, merely tolerating it in order the more easily to lead and govern the multitude. As a man Binds with a golden verge / Bright silver: / so Homer, heightening by fiction actual occurrences, adorns and embellishes his subject; but his end is always the same as that of the historian, who relates nothing but facts. In this manner he undertook the narration of the Trojan war, gilding it with the beauties of fancy and the wanderings of Ulysses; but we shall never find Homer inventing an empty fable apart from the inculcation of truth. It is ever the case that a person lies most successfully, when he intermingles [into the falsehood] a sprinkling of truth. Such is the remark of Polybius in treating of the wanderings of Ulysses; such is also the meaning of the verse, He fabricated many falsehoods, relating them like truths: / not all, but many falsehoods, otherwise it would not have looked like the truth. Homer’s narrative is founded on history. He tells us that king Aeolus governed the Lipari Islands, that around Mount Aetna and Leontini dwelt the Cyclopae, and certain Laestrygonians inhospitable to strangers. That at that time the districts surrounding the strait were unapproachable; and Scylla and Charybdis were infested by banditti. In like manner in the writings of Homer we are informed of other freebooters, who dwelt in divers regions. Being aware that the Cimmerians dwelt on the Cimmerian Bosphorus, a dark northern country, he felicitously locates them in a gloomy region close by Hades, a fit theatre for the scene in the wanderings of Ulysses. That he was acquainted with these people we may satisfy ourselves from the chroniclers, who report an incursion made by the Cimmerians either during his life-time or just before.
̔ωσαύτως καὶ τοὺς Κόλχους εἰδὼς καὶ τὸν Ἰάσονος πλοῦν τὸν εἰς Αἶαν καὶ τὰ περὶ Κίρκης καὶ Μηδείας μυθευόμενα καὶ ἱστορούμενα περὶ τῆς φαρμακείας καὶ τῆς ἄλλης ὁμοιοτροπίας συγγενείας τε ἔπλασε τῶν οὕτω διῳκισμένων, τῆς μὲν ἐν τῷ μυχῷ τοῦ Πόντου τῆς δʼ ἐν τῇ Ἰταλίᾳ, καὶ ἐξωκεανισμὸν ἀμφοῖν, τάχα καὶ τοῦ Ἰάσονος μέχρι τῆς Ἰταλίας πλανηθέντος· δείκνυται γάρ τινα καὶ περὶ τὰ Κεραύνια ὄρη καὶ περὶ τὸν Ἀδρίαν καὶ ἐν τῷ Ποσειδωνιάτῃ κόλπῳ καὶ ταῖς πρὸ τῆς Τυρρηνίας νήσοις τῆς τῶν Ἀργοναυτῶν πλάνης σημεῖα. προσέδοσαν δέ τι καὶ αἱ Κυάνεαι, ἅσπερ Συμπληγάδας καλοῦσι πέτρας τινές, τραχὺν ποιοῦσαι τὸν διέκπλουν τὸν διὰ τοῦ Βυζαντιακοῦ στόματος· ὥστε παρὰ μὲν τὴν Αἶαν ἡ Αἰαίη, παρὰ δὲ τὰς Συμπληγάδας αἱ Πλαγκταὶ καὶ ὁ διʼ αὐτῶν πλοῦς τοῦ Ἰάσονος πιθανὸς ἐφάνη, παρὰ δὲ τὴν Σκύλλαν καὶ τὴν Χάρυβδιν ὁ διὰ τῶν σκοπέλων πλοῦς. ἁπλῶς δʼ οἱ τότε τὸ πέλαγος τὸ Ποντικὸν ὥσπερ ἄλλον τινὰ ὠκεανὸν ὑπελάμβανον, καὶ τοὺς πλέοντας ἐκεῖσε ὁμοίως ἐκτοπίζειν ἐδόκουν ὥσπερ τοὺς ἔξω στηλῶν ἐπὶ πολὺ προϊόντας· καὶ γὰρ μέγιστον τῶν καθʼ ἡμᾶς ἐνομίζετο, καὶ διὰ τοῦτο κατʼ ἐξοχὴν ἰδίως πόντον προσηγόρευον, ὡς ποιητὴν Ὅμηρον. ἴσως οὖν καὶ διὰ τοῦτο μετήνεγκε τὰ ἐκ τοῦ Πόντου πρὸς τὸν ὠκεανὸν ὡς εὐπαράδεκτα διὰ τὴν κατέχουσαν δόξαν. οἶμαι δὲ καὶ τῶν Σολύμων τὰ ἄκρα τοῦ Ταύρου τὰ περὶ τὴν Λυκίαν ἕως Πισιδίας κατεχόντων τὰ ὑψηλότατα καὶ τὰς ἀπὸ τῆς μεσημβρίας ὑπερβολὰς ἐπιφανεστάτας παρεχόντων τοῖς ἐντὸς τοῦ Ταύρου καὶ μάλιστα τοῖς περὶ τὸν Πόντον, καθʼ ὁμοιότητά τινα καὶ τούτους ἐξωκεανισθῆναι· φησὶ γὰρ ἐπὶ τοῦ πλέοντος ἐν τῇ σχεδίᾳ τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων Ἐνοσίχθων τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν. τάχα δὲ καὶ τοὺς μονομμάτους Κύκλωπας ἐκ τῆς Σκυθικῆς ἱστορίας μετενήνοχε· τοιούτους γάρ τινας τοὺς Ἀριμασπούς φασιν, οὓς ἐν τοῖς Ἀριμασπείοις ἔπεσιν ἐνδέδωκεν Ἀριστέας ὁ Προκοννήσιος.
Being acquainted with Colchis, and the voyage of Jason to Aea, and also with the historical and fabulous relations concerning Circe and Medea, their enchantments and their various other points of resemblance, he feigns there was a relationship between them, notwithstanding the vast distance by which they were separated, the one dwelling in an inland creek of the Euxine, and the other in Italy, and both of them beyond the ocean.
It is possible that Jason himself wandered as far as Italy, for traces of the Argonautic expedition are pointed out near the Ceraunian mountains, by the Adriatic, at the Possidonian Gulf, and the isles adjacent to Tyrrhenia. The Cyaneae, called by some the Symplegades, or Jostling Rocks, which render the passage through the Strait of Constantinople so difficult, also afforded matter to our poet. The actual existence of a place named Aea, stamped credibility upon his Aeaea; so did the Symplegades upon the Planctae, (the Jostling Rocks upon the Wandering Rocks,) and the passage of Jason through the midst of them; in the same way Scylla and Charybdis accredited the passage [of Ulysses] past those rocks. In his time people absolutely regarded the Euxine as a kind of second ocean, and placed those who had crossed it in the same list with navigators who had passed the Pillars. It was looked upon as the largest of our seas, and was therefore par excellence styled the Sea, in the same way as Homer [is called] the Poet. In order therefore to be well received, it is probable he transferred the scenes from the Euxine to the ocean, so as not to stagger the general belief. And in my opinion those Solymi who possess the highest ridges of Taurus, lying between Lycia and Pisidia, and those who in their southern heights stand out most conspicuously to the dwellers on this side Taurus, and the inhabitants of the Euxine by a figure of speech, he describes as being beyond the ocean. For narrating the voyage of Ulysses in his ship, he says, But Neptune, traversing in his return / From Ethiopia’s sons, the mountain heights / Of Solymè, descried him from afar. /
It is probable he took his account of the one-eyed Cyclopae from Scythian history, for the Arimaspi, whom Aristaeus of Proconnesus describes in his Tales of the Arimaspi, are said to be distinguished by this peculiarity.