μέμνησαι οὖν, ἦν δʼ ἐγώ, ὅτι ἐν τοῖς πρόσθεν οὐκ οἶδα ὅτου λόγος ἡμῖν ἐπέπληξεν ὅτι τοὺς φύλακας οὐκ εὐδαίμονας ποιοῖμεν, οἷς ἐξὸν πάντα ἔχειν τὰ τῶν πολιτῶν οὐδὲν ἔχοιεν; ἡμεῖς δέ που εἴπομεν ὅτι τοῦτο μέν, εἴ που παραπίπτοι, εἰς αὖθις σκεψοίμεθα, νῦν δὲ τοὺς μὲν φύλακας φύλακας ποιοῖμεν, τὴν δὲ πόλιν ὡς οἷοί τʼ εἶμεν εὐδαιμονεστάτην, ἀλλʼ οὐκ εἰς ἓν ἔθνος ἀποβλέποντες ἐν αὐτῇ τοῦτο εὔδαιμον πλάττοιμεν; μέμνημαι, ἔφη. τί οὖν; νῦν ἡμῖν ὁ τῶν ἐπικούρων βίος, εἴπερ τοῦ γε τῶν Ὀλυμπιονικῶν πολύ τε καλλίων καὶ ἀμείνων φαίνεται, μή πῃ κατὰ τὸν τῶν σκυτοτόμων φαίνεται βίον ἤ τινων ἄλλων δημιουργῶν ἢ τὸν τῶν γεωργῶν; οὔ μοι δοκεῖ, ἔφη. ἀλλὰ μέντοι, ὅ γε καὶ ἐκεῖ ἔλεγον, δίκαιον καὶ ἐνταῦθα εἰπεῖν, ὅτι εἰ οὕτως ὁ φύλαξ ἐπιχειρήσει εὐδαίμων γίγνεσθαι, ὥστε μηδὲ φύλαξ εἶναι, μηδʼ ἀρκέσει αὐτῷ βίος οὕτω μέτριος καὶ βέβαιος καὶ ὡς ἡμεῖς φαμεν ἄριστος, ἀλλʼ ἀνόητός τε καὶ μειρακιώδης δόξα ἐμπεσοῦσα εὐδαιμονίας πέρι ὁρμήσει αὐτὸν διὰ δύναμιν ἐπὶ τὸ ἅπαντα τὰ ἐν τῇ πόλει οἰκειοῦσθαι, γνώσεται τὸν Ἡσίοδον ὅτι τῷ ὄντι ἦν σοφὸς λέγων πλέον εἶναί πως ἥμισυ παντός. ἐμοὶ μέν, ἔφη, συμβούλῳ χρώμενος μενεῖ ἐπὶ τούτῳ τῷ βίῳ. συγχωρεῖς ἄρα, ἦν δʼ ἐγώ, τὴν τῶν γυναικῶν κοινωνίαν τοῖς ἀνδράσιν, ἣν διεληλύθαμεν, παιδείας τε πέρι καὶ παίδων καὶ φυλακῆς τῶν ἄλλων πολιτῶν, κατά τε πόλιν μενούσας εἰς πόλεμόν τε ἰούσας καὶ συμφυλάττειν δεῖν καὶ συνθηρεύειν ὥσπερ κύνας, καὶ πάντα πάντῃ κατὰ τὸ δυνατὸν κοινωνεῖν, καὶ ταῦτα πραττούσας τά τε βέλτιστα πράξειν καὶ οὐ παρὰ φύσιν τὴν τοῦ θήλεος πρὸς τὸ ἄρρεν, ᾗ πεφύκατον πρὸς ἀλλήλω κοινωνεῖν; συγχωρῶ, ἔφη. οὐκοῦν, ἦν δʼ ἐγώ, ἐκεῖνο λοιπὸν διελέσθαι, εἰ ἄρα καὶ ἐν ἀνθρώποις δυνατόν, ὥσπερ ἐν ἄλλοις ζῴοις, ταύτην τὴν κοινωνίαν ἐγγενέσθαι, καὶ ὅπῃ δυνατόν; ἔφθης, ἔφη, εἰπὼν ᾗ ἔμελλον ὑπολήψεσθαι. περὶ μὲν γὰρ τῶν ἐν τῷ πολέμῳ οἶμαι, ἔφην, δῆλον ὃν τρόπον πολεμήσουσιν. πῶς; ἦ δʼ ὅς. ὅτι κοινῇ στρατεύσονται, καὶ πρός γε ἄξουσι τῶν παίδων εἰς τὸν πόλεμον ὅσοι ἁδροί, ἵνʼ ὥσπερ οἱ τῶν ἄλλων δημιουργῶν θεῶνται ταῦτα ἃ τελεωθέντας δεήσει δημιουργεῖν·
“Do you recall,” said I, “that in the preceding argument the objection of somebody or other rebuked us for not making our guardians happy, since, though it was in their power to have everything of the citizens, they had nothing, and we, I believe, replied that this was a consideration to which we would return if occasion offered, but that at present we were making our guardians guardians and the city as a whole as happy as possible, and that we were not modelling our ideal of happiness with reference to any one class?” “I do remember,” he said. “Well then, since now the life of our helpers has been shown to be fairer and better than that of the victors at Olympia, need we compare it with the life of cobblers and other craftsmen and farmers?” “I think not,” he said. “But further, we may fairly repeat what I was saying then also, that if the guardian shall strive for a kind of happiness that will unmake him as a guardian and shall not be content with the way of life that is moderate and secure and, as we affirm, the best, but if some senseless and childish opinion about happiness shall beset him and impel him to use his power to appropriate everything in the city for himself, then he will find out that Hesiod was indeed wise, who said that the half was in some sort more than the whole. ” “If he accepts my counsel,” he said, “he will abide in this way of life.” “You accept, then, as we have described it, this partnership of the women with our men in the matter of education and children and the guardianship of the other citizens, and you admit that both within the city and when they go forth to war they ought to keep guard together and hunt together as it were like hounds, and have all things in every way, so far as possible, in common, and that so doing they will do what is for the best and nothing that is contrary to female human nature in comparison with male or to their natural fellowship with one another.” “I do admit it,” he said. “Then,” I said, “is not the thing that it remains to determine this, whether, namely, it is possible for such a community to be brought about among men as it is in the other animals, and in what way it is possible?” “You have anticipated,” he said, “the point I was about to raise.” “For as for their wars,” I said, “the manner in which they will conduct them is too obvious for discussion.” “How so,” said he. “It is obvious that they will march out together, and, what is more, will conduct their children to war when they are sturdy, in order that, like the children of other craftsmen, they may observe the processes of which they must be masters in their maturity;”
πρὸς δὲ τῇ θέᾳ διακονεῖν καὶ ὑπηρετεῖν πάντα τὰ περὶ τὸν πόλεμον, καὶ θεραπεύειν πατέρας τε καὶ μητέρας. ἢ οὐκ ᾔσθησαι τὰ περὶ τὰς τέχνας, οἷον τοὺς τῶν κεραμέων παῖδας, ὡς πολὺν χρόνον διακονοῦντες θεωροῦσι πρὶν ἅπτεσθαι τοῦ κεραμεύειν; καὶ μάλα. ἦ οὖν ἐκείνοις ἐπιμελέστερον παιδευτέον ἢ τοῖς φύλαξι τοὺς αὑτῶν ἐμπειρίᾳ τε καὶ θέᾳ τῶν προσηκόντων; καταγέλαστον μεντἄν, ἔφη, εἴη. ἀλλὰ μὴν καὶ μαχεῖταί γε πᾶν ζῷον διαφερόντως παρόντων ὧν ἂν τέκῃ. ἔστιν οὕτω. κίνδυνος δέ, ὦ Σώκρατες, οὐ σμικρὸς σφαλεῖσιν, οἷα δὴ ἐν πολέμῳ φιλεῖ, πρὸς ἑαυτοῖς παῖδας ἀπολέσαντας ποιῆσαι καὶ τὴν ἄλλην πόλιν ἀδύνατον ἀναλαβεῖν. ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις. ἀλλὰ σὺ πρῶτον μὲν ἡγῇ παρασκευαστέον τὸ μή ποτε κινδυνεῦσαι; οὐδαμῶς. τί δʼ; εἴ που κινδυνευτέον, οὐκ ἐν ᾧ βελτίους ἔσονται κατορθοῦντες; δῆλον δή. ἀλλὰ σμικρὸν οἴει διαφέρειν καὶ οὐκ ἄξιον κινδύνου θεωρεῖν ἢ μὴ τὰ περὶ τὸν πόλεμον παῖδας τοὺς ἄνδρας πολεμικοὺς ἐσομένους; οὔκ, ἀλλὰ διαφέρει πρὸς ὃ λέγεις. τοῦτο μὲν ἄρα ὑπαρκτέον, θεωροὺς πολέμου τοὺς παῖδας ποιεῖν, προσμηχανᾶσθαι δʼ αὐτοῖς ἀσφάλειαν, καὶ καλῶς ἕξει· ἦ γάρ; ναί. οὐκοῦν, ἦν δʼ ἐγώ, πρῶτον μὲν αὐτῶν οἱ πατέρες, ὅσα ἄνθρωποι, οὐκ ἀμαθεῖς ἔσονται ἀλλὰ γνωμονικοὶ τῶν στρατειῶν ὅσαι τε καὶ μὴ ἐπικίνδυνοι; εἰκός, ἔφη. εἰς μὲν ἄρα τὰς ἄξουσιν, εἰς δὲ τὰς εὐλαβήσονται. ὀρθῶς. καὶ ἄρχοντάς γέ που, ἦν δʼ ἐγώ, οὐ τοὺς φαυλοτάτους αὐτοῖς ἐπιστήσουσιν ἀλλὰ τοὺς ἐμπειρίᾳ τε καὶ ἡλικίᾳ ἱκανοὺς ἡγεμόνας τε καὶ παιδαγωγοὺς εἶναι. πρέπει γάρ. ἀλλὰ γάρ, φήσομεν, καὶ παρὰ δόξαν πολλὰ πολλοῖς δὴ ἐγένετο. καὶ μάλα. πρὸς τοίνυν τὰ τοιαῦτα, ὦ φίλε, πτεροῦν χρὴ παιδία ὄντα εὐθύς, ἵνʼ, ἄν τι δέῃ, πετόμενοι ἀποφεύγωσιν. πῶς λέγεις; ἔφη. ἐπὶ τοὺς ἵππους, ἦν δʼ ἐγώ, ἀναβιβαστέον ὡς νεωτάτους, καὶ διδαξαμένους ἱππεύειν ἐφʼ ἵππων ἀκτέον ἐπὶ τὴν θέαν, μὴ θυμοειδῶν μηδὲ μαχητικῶν, ἀλλʼ ὅτι ποδωκεστάτων καὶ εὐηνιωτάτων. οὕτω γὰρ κάλλιστά τε θεάσονται τὸ αὑτῶν ἔργον, καὶ ἀσφαλέστατα, ἄν τι δέῃ, σωθήσονται μετὰ πρεσβυτέρων ἡγεμόνων ἑπόμενοι. ὀρθῶς, ἔφη, μοι δοκεῖς λέγειν.
“and in addition to looking on they must assist and minister in all the business of war and serve their fathers and mothers. Or have you never noticed the practice in the arts, how for example the sons of potters look on as helpers a long time before they put their hands to the clay?” “They do, indeed.” “Should these then be more concerned than our guardians to train the children by observation and experience of what is to be their proper business?” “That would be ridiculous,” he said. “But, further, when it comes to fighting, every creature will do better in the presence of its offspring?” “That is so, but the risk, Socrates, is not slight, in the event of disasters such as may happen in war, that, losing their children as well as themselves, they make it impossible for the remnant of the state to recover.” “What you say is true,” I replied; “but, in the first place, is it your idea that the one thing for which we must provide is the avoidance of all danger?” “By no means.” “And, if they are to take chances, should it not be for something success in which will make them better?” “Clearly.” “Do you think it makes a slight difference and not worth some risk whether men who are to be warriors do or do not observe war as boys?” “No, it makes a great difference for the purpose of which you speak.” “Starting, then, from this assumption that we are to make the boys spectators of war, we must further contrive security for them and all will be well, will it not?” “Yes.” “To begin with, then,” said I, “will not the fathers be, humanly speaking, not ignorant of war and shrewd judges of which campaigns are hazardous and which not?” “Presumably,” he said. “They will take the boys with them to the one and avoid the others?” “Rightly.” “And for officers, I presume,” said I, “they will put in charge of them not those who are good for nothing else but men who by age and experience are qualified to serve at once as leaders and as caretakers of children.” “Yes, that would be the proper way.” “Still, we may object, it is the unexpected that happens to many in many cases.” “Yes, indeed.” “To provide against such chances, then, we must wing the children from the start so that if need arises they may fly away and escape.” “What do you mean?” he said. “We must mount them when very young,” said I, “and first have them taught to ride, and then conduct them to the scene of war, not on mettlesome war-steeds, but on the swiftest and gentlest horses possible; for thus they will have the best view of their own future business and also, if need arises, will most securely escape to safety in the train of elder guides.” “I think you are right,” he said.
τί δὲ δή, εἶπον, τὰ περὶ τὸν πόλεμον; πῶς ἑκτέον σοι τοὺς στρατιώτας πρὸς αὑτούς τε καὶ τοὺς πολεμίους; ἆρʼ ὀρθῶς μοι καταφαίνεται ἢ οὔ; λέγʼ, ἔφη, ποῖʼ αὖ. αὐτῶν μέν, εἶπον, τὸν λιπόντα τάξιν ἢ ὅπλα ἀποβαλόντα ἤ τι τῶν τοιούτων ποιήσαντα διὰ κάκην ἆρα οὐ δημιουργόν τινα δεῖ καθιστάναι ἢ γεωργόν; πάνυ μὲν οὖν. τὸν δὲ ζῶντα εἰς τοὺς πολεμίους ἁλόντα ἆρʼ οὐ δωρεὰν διδόναι τοῖς ἑλοῦσι χρῆσθαι τῇ ἄγρᾳ ὅτι ἂν βούλωνται; κομιδῇ γε. τὸν δὲ ἀριστεύσαντά τε καὶ εὐδοκιμήσαντα οὐ πρῶτον μὲν ἐπὶ στρατιᾶς ὑπὸ τῶν συστρατευομένων μειρακίων τε καὶ παίδων ἐν μέρει ὑπὸ ἑκάστου δοκεῖ σοι χρῆναι στεφανωθῆναι; ἢ οὔ; ἔμοιγε. τί δέ; δεξιωθῆναι; καὶ τοῦτο. ἀλλὰ τόδʼ οἶμαι, ἦν δʼ ἐγώ, οὐκέτι σοι δοκεῖ. τὸ ποῖον; τὸ φιλῆσαί τε καὶ φιληθῆναι ὑπὸ ἑκάστου. πάντων, ἔφη, μάλιστα· καὶ προστίθημί γε τῷ νόμῳ, ἕως ἂν ἐπὶ ταύτης ὦσι τῆς στρατιᾶς, καὶ μηδενὶ ἐξεῖναι ἀπαρνηθῆναι ὃν ἂν βούληται φιλεῖν, ἵνα καί, ἐάν τίς του τύχῃ ἐρῶν ἢ ἄρρενος ἢ θηλείας, προθυμότερος ᾖ πρὸς τὸ τἀριστεῖα φέρειν. καλῶς, ἦν δʼ ἐγώ. ὅτι μὲν γὰρ ἀγαθῷ ὄντι γάμοι τε ἕτοιμοι πλείους ἢ τοῖς ἄλλοις καὶ αἱρέσεις τῶν τοιούτων πολλάκις παρὰ τοὺς ἄλλους ἔσονται, ἵνʼ ὅτι πλεῖστοι ἐκ τοῦ τοιούτου γίγνωνται, εἴρηται ἤδη. εἴπομεν γάρ, ἔφη. ἀλλὰ μὴν καὶ καθʼ Ὅμηρον τοῖς τοιοῖσδε δίκαιον τιμᾶν τῶν νέων ὅσοι ἀγαθοί. καὶ γὰρ Ὅμηρος τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ νώτοισιν Αἴαντα ἔφη διηνεκέεσσι γεραίρεσθαι, ὡς ταύτην οἰκείαν οὖσαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει. ὀρθότατα, ἔφη. πεισόμεθα ἄρα, ἦν δʼ ἐγώ, ταῦτά γε Ὁμήρῳ. καὶ γὰρ ἡμεῖς ἔν τε θυσίαις καὶ τοῖς τοιούτοις πᾶσι τοὺς ἀγαθούς, καθʼ ὅσον ἂν ἀγαθοὶ φαίνωνται, καὶ ὕμνοις καὶ οἷς νυνδὴ ἐλέγομεν τιμήσομεν, πρὸς δὲ τούτοις ἕδραις τε καὶ κρέασιν ἰδὲ πλείοις δεπάεσσιν, ἵνα ἅμα τῷ τιμᾶν ἀσκῶμεν τοὺς ἀγαθοὺς ἄνδρας τε καὶ γυναῖκας. κάλλιστα, ἔφη, λέγεις. εἶεν· τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατιᾶς ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ ἆρʼ οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι; πάντων γε μάλιστα.
“But now what of the conduct of war? What should be the attitude of the soldiers to one another and the enemy? Am I right in my notions or not?” “Tell me what notions,” he said. “Anyone of them who deserts his post, or flings away his weapons, or is guilty of any similar act of cowardice, should be reduced to the artisan or farmer class, should he not?” “By all means.” “And anyone who is taken alive by the enemy we will make a present of to his captors, shall we not, to deal with their catch as they please?” “Quite so.” “And don’t you agree that the one who wins the prize of valor and distinguishes himself shall first be crowned by his fellows in the campaign, by the lads and boys each in turn?” “I do.” “And be greeted with the right hand?” “That, too.” “But I presume you wouldn’t go as far as this?” “What?” “That he should kiss and be kissed by everyone?” “By all means,” he said, “and I add to the law the provision that during that campaign none whom he wishes to kiss be allowed to refuse, so that if one is in love with anyone, male or female, he may be the more eager to win the prize.” “Excellent,” said I, “and we have already said that the opportunity of marriage will be more readily provided for the good man, and that he will be more frequently selected than the others for participation in that sort of thing, in order that as many children as possible may be born from such stock.” “We have,” he replied. “But, furthermore, we may cite Homer too for the justice of honoring in such ways the valiant among our youth. For Homer says that Ajax, who had distinguished himself in the war, was honored with the long chine, assuming that the most fitting meed for a brave man in the prime of his youth is that from which both honor and strength will accrue to him.” “Most rightly,” he said. “We will then,” said I, “take Homer as our guide in this at least. We, too, at sacrifices and on other like occasions, will reward the good so far as they have proved themselves good with hymns and the other privileges of which we have just spoken, and also with seats of honor and meat and full cups , so as to combine physical training with honor for the good, both men and women.” “Nothing could be better,” he said. “Very well; and of those who die on campaign, if anyone’s death has been especially glorious, shall we not, to begin with, affirm that he belongs to the golden race?” “By all means.”
ἀλλʼ οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοῦ τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα— οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν, / ἐσθλοί, ἀλεξίκακοι, φύλακες μερόπων ἀνθρώπων; / πεισόμεθα μὲν οὖν. διαπυθόμενοι ἄρα τοῦ θεοῦ πῶς χρὴ τοὺς δαιμονίους τε καὶ θείους τιθέναι καὶ τίνι διαφόρῳ, οὕτω καὶ ταύτῃ θήσομεν ᾗ ἂν ἐξηγῆται; τί δʼ οὐ μέλλομεν; καὶ τὸν λοιπὸν δὴ χρόνον ὡς δαιμόνων, οὕτω θεραπεύσομέν τε καὶ προσκυνήσομεν αὐτῶν τὰς θήκας; ταὐτὰ δὲ ταῦτα νομιοῦμεν ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ βίῳ ἀγαθοὶ κριθῶσιν; δίκαιον γοῦν, ἔφη. τί δέ; πρὸς τοὺς πολεμίους πῶς ποιήσουσιν ἡμῖν οἱ στρατιῶται; τὸ ποῖον δή; πρῶτον μὲν ἀνδραποδισμοῦ πέρι, δοκεῖ δίκαιον Ἕλληνας Ἑλληνίδας πόλεις ἀνδραποδίζεσθαι, ἢ μηδʼ ἄλλῃ ἐπιτρέπειν κατὰ τὸ δυνατὸν καὶ τοῦτο ἐθίζειν, τοῦ Ἑλληνικοῦ γένους φείδεσθαι, εὐλαβουμένους τὴν ὑπὸ τῶν βαρβάρων δουλείαν; ὅλῳ καὶ παντί, ἔφη, διαφέρει τὸ φείδεσθαι. μηδὲ Ἕλληνα ἄρα δοῦλον ἐκτῆσθαι μήτε αὐτούς, τοῖς τε ἄλλοις Ἕλλησιν οὕτω συμβουλεύειν; πάνυ μὲν οὖν, ἔφη· μᾶλλόν γʼ ἂν οὖν οὕτω πρὸς τοὺς βαρβάρους τρέποιντο, ἑαυτῶν δʼ ἀπέχοιντο. τί δέ; σκυλεύειν, ἦν δʼ ἐγώ, τοὺς τελευτήσαντας πλὴν ὅπλων, ἐπειδὰν νικήσωσιν, ἦ καλῶς ἔχει; ἢ οὐ πρόφασιν μὲν τοῖς δειλοῖς ἔχει μὴ πρὸς τὸν μαχόμενον ἰέναι, ὥς τι τῶν δεόντων δρῶντας ὅταν περὶ τὸν τεθνεῶτα κυπτάζωσι, πολλὰ δὲ ἤδη στρατόπεδα διὰ τὴν τοιαύτην ἁρπαγὴν ἀπώλετο; καὶ μάλα. ἀνελεύθερον δὲ οὐ δοκεῖ καὶ φιλοχρήματον νεκρὸν συλᾶν, καὶ γυναικείας τε καὶ σμικρᾶς διανοίας τὸ πολέμιον νομίζειν τὸ σῶμα τοῦ τεθνεῶτος ἀποπταμένου τοῦ ἐχθροῦ, λελοιπότος δὲ ᾧ ἐπολέμει; ἢ οἴει τι διάφορον δρᾶν τοὺς τοῦτο ποιοῦντας τῶν κυνῶν, αἳ τοῖς λίθοις οἷς ἂν βληθῶσι χαλεπαίνουσι, τοῦ βάλλοντος οὐχ ἁπτόμεναι; οὐδὲ σμικρόν, ἔφη. ἐατέον ἄρα τὰς νεκροσυλίας καὶ τὰς τῶν ἀναιρέσεων διακωλύσεις; ἐατέον μέντοι, ἔφη, νὴ Δία.
“And shall we not believe Hesiod who tells us that when anyone of this race dies, so it is that they become Hallowed spirits dwelling on earth, averters of evil, / Guardians watchful and good of articulate-speaking mortals? / ” “We certainly shall believe him.” “We will inquire of Apollo, then, how and with what distinction we are to bury men of more than human, of divine, qualities, and deal with them according to his response.” “How can we do otherwise?” “And ever after we will bestow on their graves the tendance and worship paid to spirits divine. And we will practice the same observance when any who have been adjudged exceptionally good in the ordinary course of life die of old age or otherwise.” “That will surely be right,” he said. “But again, how will our soldiers conduct themselves toward enemies?” “In what respect?” “First, in the matter of making slaves of the defeated, do you think it right for Greeks to reduce Greek cities to slavery, or rather that so far as they are able, they should not suffer any other city to do so, but should accustom Greeks to spare Greeks, foreseeing the danger of enslavement by the barbarians?” “Sparing them is wholly and altogether the better,” said he. “They are not, then, themselves to own Greek slaves, either, and they should advise the other Greeks not to?” “By all means,” he said; “at any rate in that way they would be more likely to turn against the barbarians and keep their hands from one another.” “And how about stripping the dead after victory of anything except their weapons: is that well? Does it not furnish a pretext to cowards not to advance on the living foe, as if they were doing something needful when poking about the dead? Has not this snatching at the spoils ere new destroyed many an army?” “Yes, indeed.” “And don’t you think it illiberal and greedy to plunder a corpse, and is it not the mark of a womanish and petty spirit to deem the body of the dead an enemy when the real foeman has flown away and left behind only the instrument with which he fought? Do you see any difference between such conduct and that of the dogs who snarl at the stones that hit them but don’t touch the thrower?” “Not the slightest.” “We must abandon, then, the plundering of corpses and the refusal to permit their burial.” “By heaven, we certainly must,” he said.
οὐδὲ μήν που πρὸς τὰ ἱερὰ τὰ ὅπλα οἴσομεν ὡς ἀναθήσοντες, ἄλλως τε καὶ τὰ τῶν Ἑλλήνων, ἐάν τι ἡμῖν μέλῃ τῆς πρὸς τοὺς ἄλλους Ἕλληνας εὐνοίας· μᾶλλον δὲ καὶ φοβησόμεθα μή τι μίασμα ᾖ πρὸς ἱερὸν τὰ τοιαῦτα ἀπὸ τῶν οἰκείων φέρειν, ἐὰν μή τι δὴ ὁ θεὸς ἄλλο λέγῃ. ὀρθότατα, ἔφη. τί δὲ γῆς τε τμήσεως τῆς Ἑλληνικῆς καὶ οἰκιῶν ἐμπρήσεως; ποῖόν τί σοι δράσουσιν οἱ στρατιῶται πρὸς τοὺς πολεμίους; σοῦ, ἔφη, δόξαν ἀποφαινομένου ἡδέως ἂν ἀκούσαιμι. ἐμοὶ μὲν τοίνυν, ἦν δʼ ἐγώ, δοκεῖ τούτων μηδέτερα ποιεῖν, ἀλλὰ τὸν ἐπέτειον καρπὸν ἀφαιρεῖσθαι. καὶ ὧν ἕνεκα, βούλει σοι λέγω; πάνυ γε. φαίνεταί μοι, ὥσπερ καὶ ὀνομάζεται δύο ταῦτα ὀνόματα, πόλεμός τε καὶ στάσις, οὕτω καὶ εἶναι δύο, ὄντα ἐπὶ δυοῖν τινοιν διαφοραῖν. λέγω δὲ τὰ δύο τὸ μὲν οἰκεῖον καὶ συγγενές, τὸ δὲ ἀλλότριον καὶ ὀθνεῖον. ἐπὶ μὲν οὖν τῇ τοῦ οἰκείου ἔχθρᾳ στάσις κέκληται, ἐπὶ δὲ τῇ τοῦ ἀλλοτρίου πόλεμος. καὶ οὐδέν γε, ἔφη, ἀπὸ τρόπου λέγεις. ὅρα δὴ καὶ εἰ τόδε πρὸς τρόπου λέγω. φημὶ γὰρ τὸ μὲν Ἑλληνικὸν γένος αὐτὸ αὑτῷ οἰκεῖον εἶναι καὶ συγγενές, τῷ δὲ βαρβαρικῷ ὀθνεῖόν τε καὶ ἀλλότριον. καλῶς γε, ἔφη. Ἕλληνας μὲν ἄρα βαρβάροις καὶ βαρβάρους Ἕλλησι πολεμεῖν μαχομένους τε φήσομεν καὶ πολεμίους φύσει εἶναι, καὶ πόλεμον τὴν ἔχθραν ταύτην κλητέον· Ἕλληνας δὲ Ἕλλησιν, ὅταν τι τοιοῦτον δρῶσιν, φύσει μὲν φίλους εἶναι, νοσεῖν δʼ ἐν τῷ τοιούτῳ τὴν Ἑλλάδα καὶ στασιάζειν, καὶ στάσιν τὴν τοιαύτην ἔχθραν κλητέον. ἐγὼ μέν, ἔφη, συγχωρῶ οὕτω νομίζειν. σκόπει δή, εἶπον, ὅτι ἐν τῇ νῦν ὁμολογουμένῃ στάσει, ὅπου ἄν τι τοιοῦτον γένηται καὶ διαστῇ πόλις, ἐὰν ἑκάτεροι ἑκατέρων τέμνωσιν ἀγροὺς καὶ οἰκίας ἐμπιμπρῶσιν, ὡς ἀλιτηριώδης τε δοκεῖ ἡ στάσις εἶναι καὶ οὐδέτεροι αὐτῶν φιλοπόλιδες—οὐ γὰρ ἄν ποτε ἐτόλμων τὴν τροφόν τε καὶ μητέρα κείρειν—ἀλλὰ μέτριον εἶναι τοὺς καρποὺς ἀφαιρεῖσθαι τοῖς κρατοῦσι τῶν κρατουμένων, καὶ διανοεῖσθαι ὡς διαλλαγησομένων καὶ οὐκ ἀεὶ πολεμησόντων. πολὺ γάρ, ἔφη, ἡμερωτέρων αὕτη ἡ διάνοια ἐκείνης. τί δὲ δή; ἔφην· ἣν σὺ πόλιν οἰκίζεις, οὐχ Ἑλληνὶς ἔσται; δεῖ γʼ αὐτήν, ἔφη. οὐκοῦν καὶ ἀγαθοί τε καὶ ἥμεροι ἔσονται; σφόδρα γε. ἀλλʼ οὐ φιλέλληνες; οὐδὲ οἰκείαν τὴν Ἑλλάδα ἡγήσονται, οὐδὲ κοινωνήσουσιν ὧνπερ οἱ ἄλλοι ἱερῶν; καὶ σφόδρα γε.
“And again, we will not take weapons to the temples for dedicatory offerings, especially the weapons of Greeks, if we are at all concerned to preserve friendly relations with the other Greeks. Rather we shall fear that there is pollution in bringing such offerings to the temples from our kind unless in a case where the god bids otherwise.” “Most rightly,” he said. “And in the matter of devastating the land of Greeks and burning their houses, how will your soldiers deal with their enemies.” “I would gladly hear your opinion of that.” “In my view,” said I, “they ought to do neither, but confine themselves to taking away the annual harvest. Shall I tell you why?” “Do.” “In my opinion, just as we have the two terms, war and faction, so there are also two things, distinguished by two differentiae. The two things I mean are the friendly and kindred on the one hand and the alien and foreign on the other. Now the term employed for the hostility of the friendly is faction, and for that of the alien is war.” “What you say is in nothing beside the mark,” he replied. “Consider, then, if this goes to the mark. I affirm that the Hellenic race is friendly to itself and akin, and foreign and alien to the barbarian.” “Rightly,” he said. “We shall then say that Greeks fight and wage war with barbarians, and barbarians with Greeks, and are enemies by nature, and that war is the fit name for this enmity and hatred. Greeks, however, we shall say, are still by nature the friends of Greeks when they act in this way, but that Greece is sick in that case and divided by faction, and faction is the name we must give to that enmity.” “I will allow you that habit of speech,” he said. “Then observe,” said I, “that when anything of this sort occurs in faction, as the word is now used, and a state is divided against itself, if either party devastates the land and burns the houses of the other such factional strife is thought to be an accursed thing and neither party to be true patriots. Otherwise, they would never have endured thus to outrage their nurse and mother. But the moderate and reasonable thing is thought to be that the victors shall take away the crops of the vanquished, but that their temper shall be that of men who expect to be reconciled and not always to wage war.” “That way of feeling,” he said, “is far less savage than the other.” “Well, then,” said I, “is not the city that you are founding to be a Greek city?” “It must be,” he said. “Will they then not be good and gentle?” “Indeed they will.” “And won’t they be philhellenes, lovers of Greeks, and will they not regard all Greece as their own and not renounce their part in the holy places common to all Greeks ?” “Most certainly.”