οὐκοῦν, ὃ ἐξ ἀρχῆς ἐλέγομεν, τοῖς ἡμετέροις παισὶν ἐννομωτέρου εὐθὺς παιδιᾶς μεθεκτέον, ὡς παρανόμου γιγνομένης αὐτῆς καὶ παίδων τοιούτων ἐννόμους τε καὶ σπουδαίους ἐξ αὐτῶν ἄνδρας αὐξάνεσθαι ἀδύνατον ὄν; πῶς δʼ οὐχί; ἔφη. ὅταν δὴ ἄρα καλῶς ἀρξάμενοι παῖδες παίζειν εὐνομίαν διὰ τῆς μουσικῆς εἰσδέξωνται, πάλιν τοὐναντίον ἢ ʼκείνοις εἰς πάντα συνέπεταί τε καὶ αὔξει, ἐπανορθοῦσα εἴ τι καὶ πρότερον τῆς πόλεως ἔκειτο. ἀληθῆ μέντοι, ἔφη. καὶ τὰ σμικρὰ ἄρα, εἶπον, δοκοῦντα εἶναι νόμιμα ἐξευρίσκουσιν οὗτοι, ἃ οἱ πρότερον ἀπώλλυσαν πάντα. τὰ ποῖα; τὰ τοιάδε· σιγάς τε τῶν νεωτέρων παρὰ πρεσβυτέροις ἃς πρέπει, καὶ κατακλίσεις καὶ ὑπαναστάσεις καὶ γονέων θεραπείας, καὶ κουράς γε καὶ ἀμπεχόνας καὶ ὑποδέσεις καὶ ὅλον τὸν τοῦ σώματος σχηματισμὸν καὶ τἆλλα ὅσα τοιαῦτα. ἢ οὐκ οἴει; ἔγωγε. νομοθετεῖν δʼ αὐτὰ οἶμαι εὔηθες· οὔτε γάρ που γίγνεται οὔτʼ ἂν μείνειεν λόγῳ τε καὶ γράμμασιν νομοθετηθέντα. πῶς γάρ; κινδυνεύει γοῦν, ἦν δʼ ἐγώ, ὦ Ἀδείμαντε, ἐκ τῆς παιδείας ὅποι ἄν τις ὁρμήσῃ, τοιαῦτα καὶ τὰ ἑπόμενα εἶναι. ἢ οὐκ ἀεὶ τὸ ὅμοιον ὂν ὅμοιον παρακαλεῖ; τί μήν; καὶ τελευτῶν δὴ οἶμαι φαῖμεν ἂν εἰς ἕν τι τέλεον καὶ νεανικὸν ἀποβαίνειν αὐτὸ ἢ ἀγαθὸν ἢ καὶ τοὐναντίον. τί γὰρ οὔκ; ἦ δʼ ὅς. ἐγὼ μὲν τοίνυν, εἶπον, διὰ ταῦτα οὐκ ἂν ἔτι τὰ τοιαῦτα ἐπιχειρήσαιμι νομοθετεῖν. εἰκότως γʼ, ἔφη. τί δέ, ὦ πρὸς θεῶν, ἔφην, τάδε τὰ ἀγοραῖα, συμβολαίων τε πέρι κατʼ ἀγορὰν ἕκαστοι ἃ πρὸς ἀλλήλους συμβάλλουσιν, εἰ δὲ βούλει, καὶ χειροτεχνικῶν περὶ συμβολαίων καὶ λοιδοριῶν καὶ αἰκίας καὶ δικῶν λήξεως καὶ δικαστῶν καταστάσεως, καὶ εἴ που τελῶν τινες ἢ πράξεις ἢ θέσεις ἀναγκαῖοί εἰσιν ἢ κατʼ ἀγορὰς ἢ λιμένας, ἢ καὶ τὸ παράπαν ἀγορανομικὰ ἄττα ἢ ἀστυνομικὰ ἢ ἐλλιμενικὰ ἢ ὅσα ἄλλα τοιαῦτα, τούτων τολμήσομέν τι νομοθετεῖν; ἀλλʼ οὐκ ἄξιον, ἔφη, ἀνδράσι καλοῖς κἀγαθοῖς ἐπιτάττειν· τὰ πολλὰ γὰρ αὐτῶν, ὅσα δεῖ νομοθετήσασθαι, ῥᾳδίως που εὑρήσουσιν. ναί, ὦ φίλε, εἶπον, ἐάν γε θεὸς αὐτοῖς διδῷ σωτηρίαν τῶν νόμων ὧν ἔμπροσθεν διήλθομεν. εἰ δὲ μή γε, ἦ δʼ ὅς, πολλὰ τοιαῦτα τιθέμενοι ἀεὶ καὶ ἐπανορθούμενοι τὸν βίον διατελοῦσιν, οἰόμενοι ἐπιλήψεσθαι τοῦ βελτίστου. λέγεις, ἔφην ἐγώ, βιώσεσθαι τοὺς τοιούτους ὥσπερ τοὺς κάμνοντάς τε καὶ οὐκ ἐθέλοντας ὑπὸ ἀκολασίας ἐκβῆναι πονηρᾶς διαίτης.
“Then, as we were saying in the beginning, our youth must join in a more law-abiding play, since, if play grows lawless and the children likewise, it is impossible that they should grow up to be men of serious temper and lawful spirit.” “Of course,” he said. “And so we may reason that when children in their earliest play are imbued with the spirit of law and order through their music, the opposite of the former supposition happens—this spirit waits upon them in all things and fosters their growth, and restores and sets up again whatever was overthrown in the other type of state.” “True, indeed,” he said. “Then such men rediscover for themselves those seemingly trifling conventions which their predecessors abolished altogether.” “Of what sort?” “Such things as the becoming silence of the young in the presence of their elders; the giving place to them and rising up before them, and dutiful service of parents, and the cut of the hair and the garments and the fashion of the foot-gear, and in general the deportment of the body and everything of the kind. Don’t you think so?” “I do.” “Yet to enact them into laws would, I think, be silly. For such laws are not obeyed nor would they last, being enacted only in words and on paper.” “How could they?” “At any rate, Adeimantus,” I said, “the direction of the education from whence one starts is likely to determine the quality of what follows. Does not like ever summon like?” “Surely.” “And the final outcome, I presume, we would say is one complete and vigorous product of good or the reverse.” “Of course,” said he. “For my part, then,” I said, “for these reasons I would not go on to try to legislate on such matters.” “With good reason,” said he. “But what, in heaven’s name,” said I, “about business matters, the deals that men make with one another in the agora— and, if you please, contracts with workmen and actions for foul language and assault, the filing of declarations, the impanelling of juries, the payment and exaction of any dues that may be needful in markets or harbors and in general market, police or harbor regulations and the like, can we bring ourselves to legislate about these?” “Nay, ʼtwould not be fitting,” he said, “to dictate to good and honorable men. For most of the enactments that are needed about these things they will easily, I presume, discover.” “Yes, my friend, provided God grants them the preservation of the principles of law that we have already discussed.” “Failing that,” said he, “they will pass their lives multiplying such petty laws and amending them in the expectation of attaining what is best.” “You mean,” said I, “that the life of such citizens will resemble that of men who are sick, yet from intemperance are unwilling to abandon their unwholesome regimen.”
πάνυ μὲν οὖν. καὶ μὴν οὗτοί γε χαριέντως διατελοῦσιν· ἰατρευόμενοι γὰρ οὐδὲν περαίνουσιν, πλήν γε ποικιλώτερα καὶ μείζω ποιοῦσι τὰ νοσήματα, καὶ ἀεὶ ἐλπίζοντες, ἐάν τις φάρμακον συμβουλεύσῃ, ὑπὸ τούτου ἔσεσθαι ὑγιεῖς. πάνυ γάρ, ἔφη, τῶν οὕτω καμνόντων τὰ τοιαῦτα πάθη. τί δέ; ἦν δʼ ἐγώ· τόδε αὐτῶν οὐ χαρίεν, τὸ πάντων ἔχθιστον ἡγεῖσθαι τὸν τἀληθῆ λέγοντα, ὅτι πρὶν ἂν μεθύων καὶ ἐμπιμπλάμενος καὶ ἀφροδισιάζων καὶ ἀργῶν παύσηται, οὔτε φάρμακα οὔτε καύσεις οὔτε τομαὶ οὐδʼ αὖ ἐπῳδαὶ αὐτὸν οὐδὲ περίαπτα οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν ὀνήσει; οὐ πάνυ χαρίεν, ἔφη· τὸ γὰρ τῷ εὖ λέγοντι χαλεπαίνειν οὐκ ἔχει χάριν. οὐκ ἐπαινέτης εἶ, ἔφην ἐγώ, ὡς ἔοικας, τῶν τοιούτων ἀνδρῶν. οὐ μέντοι μὰ Δία. οὐδʼ ἂν ἡ πόλις ἄρα, ὅπερ ἄρτι ἐλέγομεν, ὅλη τοιοῦτον ποιῇ, οὐκ ἐπαινέσῃ. ἢ οὐ φαίνονταί σοι ταὐτὸν ἐργάζεσθαι τούτοις τῶν πόλεων ὅσαι κακῶς πολιτευόμεναι προαγορεύουσι τοῖς πολίταις τὴν μὲν κατάστασιν τῆς πόλεως ὅλην μὴ κινεῖν, ὡς ἀποθανουμένους, ὃς ἂν τοῦτο δρᾷ· ὃς δʼ ἂν σφᾶς οὕτω πολιτευομένους ἥδιστα θεραπεύῃ καὶ χαρίζηται ὑποτρέχων καὶ προγιγνώσκων τὰς σφετέρας βουλήσεις καὶ ταύτας δεινὸς ᾖ ἀποπληροῦν, οὗτος ἄρα ἀγαθός τε ἔσται ἀνὴρ καὶ σοφὸς τὰ μεγάλα καὶ τιμήσεται ὑπὸ σφῶν; ταὐτὸν μὲν οὖν, ἔφη, ἔμοιγε δοκοῦσι δρᾶν, καὶ οὐδʼ ὁπωστιοῦν ἐπαινῶ. τί δʼ αὖ τοὺς ἐθέλοντας θεραπεύειν τὰς τοιαύτας πόλεις καὶ προθυμουμένους; οὐκ ἄγασαι τῆς ἀνδρείας τε καὶ εὐχερείας; ἔγωγʼ, ἔφη, πλήν γʼ ὅσοι ἐξηπάτηνται ὑπʼ αὐτῶν καὶ οἴονται τῇ ἀληθείᾳ πολιτικοὶ εἶναι, ὅτι ἐπαινοῦνται ὑπὸ τῶν πολλῶν. πῶς λέγεις; οὐ συγγιγνώσκεις, ἦν δʼ ἐγώ, τοῖς ἀνδράσιν; ἢ οἴει οἷόν τʼ εἶναι ἀνδρὶ μὴ ἐπισταμένῳ μετρεῖν, ἑτέρων τοιούτων πολλῶν λεγόντων ὅτι τετράπηχύς ἐστιν, αὐτὸν ταῦτα μὴ ἡγεῖσθαι περὶ αὑτοῦ; οὐκ αὖ, ἔφη, τοῦτό γε. μὴ τοίνυν χαλέπαινε· καὶ γάρ πού εἰσι πάντων χαριέστατοι οἱ τοιοῦτοι, νομοθετοῦντές τε οἷα ἄρτι διήλθομεν καὶ ἐπανορθοῦντες, ἀεὶ οἰόμενοί τι πέρας εὑρήσειν περὶ τὰ ἐν τοῖς συμβολαίοις κακουργήματα καὶ περὶ ἃ νυνδὴ ἐγὼ ἔλεγον, ἀγνοοῦντες ὅτι τῷ ὄντι ὥσπερ Ὕδραν τέμνουσιν.
“By all means.” “And truly,” said I, “these latter go on in a most charming fashion. For with all their doctoring they accomplish nothing except to complicate and augment their maladies. And they are always hoping that some one will recommend a panacea that will restore their health.” “A perfect description,” he said, “of the state of such invalids.” “And isn’t this a charming trait in them, that they hate most in all the world him who tells them the truth that until a man stops drinking and gorging and wenching and idling, neither drugs nor cautery nor the knife, no, nor spells nor periapts will be of any avail?” “Not altogether charming,” he said, “for there is no grace or charm in being angry with him who speaks well.” “You do not seem to be an admirer of such people,” said I. “No, by heaven, I am not.” “Neither then, if an entire city, as we were just now saying, acts in this way, will it have your approval, or don’t you think that the way of such invalids is precisely that of those cities which being badly governed forewarn their citizens not to meddle with the general constitution of the state, denouncing death to whosoever attempts that—while whoever most agreeably serves them governed as they are and who curries favor with them by fawning upon them and anticipating their desires and by his cleverness in gratifying them, him they will account the good man, the man wise in worthwhile things, the man they will delight to honor?” “Yes,” he said, “I think their conduct is identical, and I don’t approve it in the very least.” “And what again of those who are willing and eager to serve such states? Don’t you admire their valiance and light-hearted irresponsibility?” “I do,” he said, “except those who are actually deluded and suppose themselves to be in truth statesmen because they are praised by the many.” “What do you mean? Can’t you make allowances for the men? Do you think it possible for a man who does not know how to measure when a multitude of others equally ignorant assure him that he is four cubits tall not to suppose this to be the fact about himself?” “Why no,” he said, “I don’t think that.” “Then don’t be harsh with them. For surely such fellows are the most charming spectacle in the world when they enact and amend such laws as we just now described and are perpetually expecting to find a way of putting an end to frauds in business and in the other matters of which I was speaking because they can’t see that they are in very truth trying to cut off a Hydra’s head.”
καὶ μήν, ἔφη, οὐκ ἄλλο γέ τι ποιοῦσιν. ἐγὼ μὲν τοίνυν, ἦν δʼ ἐγώ, τὸ τοιοῦτον εἶδος νόμων πέρι καὶ πολιτείας οὔτʼ ἐν κακῶς οὔτʼ ἐν εὖ πολιτευομένῃ πόλει ᾤμην ἂν δεῖν τὸν ἀληθινὸν νομοθέτην πραγματεύεσθαι, ἐν τῇ μὲν ὅτι ἀνωφελῆ καὶ πλέον οὐδέν, ἐν δὲ τῇ ὅτι τὰ μὲν αὐτῶν κἂν ὁστισοῦν εὕροι, τὰ δὲ ὅτι αὐτόματα ἔπεισιν ἐκ τῶν ἔμπροσθεν ἐπιτηδευμάτων. τί οὖν, ἔφη, ἔτι ἂν ἡμῖν λοιπὸν τῆς νομοθεσίας εἴη; καὶ ἐγὼ εἶπον ὅτι ἡμῖν μὲν οὐδέν, τῷ μέντοι Ἀπόλλωνι τῷ ἐν Δελφοῖς τά γε μέγιστα καὶ κάλλιστα καὶ πρῶτα τῶν νομοθετημάτων. τὰ ποῖα; ἦ δʼ ὅς. ἱερῶν τε ἱδρύσεις καὶ θυσίαι καὶ ἄλλαι θεῶν τε καὶ δαιμόνων καὶ ἡρώων θεραπεῖαι· τελευτησάντων τε αὖ θῆκαι καὶ ὅσα τοῖς ἐκεῖ δεῖ ὑπηρετοῦντας ἵλεως αὐτοὺς ἔχειν. τὰ γὰρ δὴ τοιαῦτα οὔτʼ ἐπιστάμεθα ἡμεῖς οἰκίζοντές τε πόλιν οὐδενὶ ἄλλῳ πεισόμεθα, ἐὰν νοῦν ἔχωμεν, οὐδὲ χρησόμεθα ἐξηγητῇ ἀλλʼ ἢ τῷ πατρίῳ· οὗτος γὰρ δήπου ὁ θεὸς περὶ τὰ τοιαῦτα πᾶσιν ἀνθρώποις πάτριος ἐξηγητὴς [ἐν μέσῳ] τῆς γῆς ἐπὶ τοῦ ὀμφαλοῦ καθήμενος ἐξηγεῖται. καὶ καλῶς γʼ, ἔφη, λέγεις· καὶ ποιητέον οὕτω. ὠικισμένη μὲν τοίνυν, ἦν δʼ ἐγώ, ἤδη ἄν σοι εἴη, ὦ παῖ Ἀρίστωνος, ἡ πόλις· τὸ δὲ δὴ μετὰ τοῦτο σκόπει ἐν αὐτῇ, φῶς ποθὲν πορισάμενος ἱκανόν, αὐτός τε καὶ τὸν ἀδελφὸν παρακάλει καὶ Πολέμαρχον καὶ τοὺς ἄλλους, ἐάν πως ἴδωμεν ποῦ ποτʼ ἂν εἴη ἡ δικαιοσύνη καὶ ποῦ ἡ ἀδικία, καὶ τί ἀλλήλοιν διαφέρετον, καὶ πότερον δεῖ κεκτῆσθαι τὸν μέλλοντα εὐδαίμονα εἶναι, ἐάντε λανθάνῃ ἐάντε μὴ πάντας θεούς τε καὶ ἀνθρώπους. οὐδὲν λέγεις, ἔφη ὁ Γλαύκων· σὺ γὰρ ὑπέσχου ζητήσειν, ὡς οὐχ ὅσιόν σοι ὂν μὴ οὐ βοηθεῖν δικαιοσύνῃ εἰς δύναμιν παντὶ τρόπῳ. ἀληθῆ, ἔφην ἐγώ, ὑπομιμνῄσκεις, καὶ ποιητέον μέν γε οὕτως, χρὴ δὲ καὶ ὑμᾶς συλλαμβάνειν. ἀλλʼ, ἔφη, ποιήσομεν οὕτω. ἐλπίζω τοίνυν, ἦν δʼ ἐγώ, εὑρήσειν αὐτὸ ὧδε. οἶμαι ἡμῖν τὴν πόλιν, εἴπερ ὀρθῶς γε ᾤκισται, τελέως ἀγαθὴν εἶναι. ἀνάγκη γʼ, ἔφη. δῆλον δὴ ὅτι σοφή τʼ ἐστὶ καὶ ἀνδρεία καὶ σώφρων καὶ δικαία. δῆλον. οὐκοῦν ὅτι ἂν αὐτῶν εὕρωμεν ἐν αὐτῇ, τὸ ὑπόλοιπον ἔσται τὸ οὐχ ηὑρημένον;
“Indeed,” he said, “that is exactly what they are doing.” “I, then,” said I, “should not have supposed that the true lawgiver ought to work out matters of that kind in the laws and the constitution either of an ill-governed or a well-governed state—in the one because they are useless and accomplish nothing, in the other because some of them anybody could discover and others will result spontaneously from the pursuits already described.” “What part of legislation, then,” he said, “is still left for us?” And I replied, “For us nothing, but for the Apollo of Delphi, the chief, the fairest and the first of enactments.” “What are they?” he said. “The founding of temples, and sacrifices, and other forms of worship of gods, daemons, and heroes; and likewise the burial of the dead and the services we must render to the dwellers in the world beyond to keep them gracious. For of such matters we neither know anything nor in the founding of our city if we are wise shall we entrust them to any other or make use of any other interpreter than the God of our fathers. For this God surely is in such matters for all mankind the interpreter of the religion of their fathers who from his seat in the middle and at the very navel of the earth delivers his interpretation.” “Excellently said,” he replied; “and that is what we must do.” “At last, then, son of Ariston,” said I, “your city may be considered as established. The next thing is to procure a sufficient light somewhere and to look yourself, and call in the aid of your brother and of Polemarchus and the rest, if we may in any wise discover where justice and injustice should be in it, wherein they differ from one another and which of the two he must have who is to be happy, alike whether his condition is known or not known to all gods and men.” “Nonsense,” said Glaucon, “you promised that you would carry on the search yourself, admitting that it would be impious for you not to come to the aid of justice by every means in your power.” “A true reminder,” I said, “and I must do so, but you also must lend a hand.” “Well,” he said, “we will.” “I expect then,” said I, “that we shall find it in this way. I think our city, if it has been rightly founded is good in the full sense of the word.” “Necessarily,” he said. “Clearly, then, it will be wise, brave, sober, and just.” “Clearly.” “Then if we find any of these qualities in it, the remainder will be that which we have not found?”
τί μήν; ὥσπερ τοίνυν ἄλλων τινῶν τεττάρων, εἰ ἕν τι ἐζητοῦμεν αὐτῶν ἐν ὁτῳοῦν, ὁπότε πρῶτον ἐκεῖνο ἔγνωμεν, ἱκανῶς ἂν εἶχεν ἡμῖν, εἰ δὲ τὰ τρία πρότερον ἐγνωρίσαμεν, αὐτῷ ἂν τούτῳ ἐγνώριστο τὸ ζητούμενον· δῆλον γὰρ ὅτι οὐκ ἄλλο ἔτι ἦν ἢ τὸ ὑπολειφθέν. ὀρθῶς, ἔφη, λέγεις. οὐκοῦν καὶ περὶ τούτων, ἐπειδὴ τέτταρα ὄντα τυγχάνει, ὡσαύτως ζητητέον; δῆλα δή. καὶ μὲν δὴ πρῶτόν γέ μοι δοκεῖ ἐν αὐτῷ κατάδηλον εἶναι ἡ σοφία· καί τι ἄτοπον περὶ αὐτὴν φαίνεται. τί; ἦ δʼ ὅς. σοφὴ μὲν τῷ ὄντι δοκεῖ μοι ἡ πόλις εἶναι ἣν διήλθομεν· εὔβουλος γάρ, οὐχί; ναί. καὶ μὴν τοῦτό γε αὐτό, ἡ εὐβουλία, δῆλον ὅτι ἐπιστήμη τίς ἐστιν· οὐ γάρ που ἀμαθίᾳ γε ἀλλʼ ἐπιστήμῃ εὖ βουλεύονται. δῆλον. πολλαὶ δέ γε καὶ παντοδαπαὶ ἐπιστῆμαι ἐν τῇ πόλει εἰσίν. πῶς γὰρ οὔ; ἆρʼ οὖν διὰ τὴν τῶν τεκτόνων ἐπιστήμην σοφὴ καὶ εὔβουλος ἡ πόλις προσρητέα; οὐδαμῶς, ἔφη, διά γε ταύτην, ἀλλὰ τεκτονική. οὐκ ἄρα διὰ τὴν ὑπὲρ τῶν ξυλίνων σκευῶν ἐπιστήμην, βουλευομένη ὡς ἂν ἔχοι βέλτιστα, σοφὴ κλητέα πόλις. οὐ μέντοι. τί δέ; τὴν ὑπὲρ τῶν ἐκ τοῦ χαλκοῦ ἤ τινα ἄλλην τῶν τοιούτων; οὐδʼ ἡντινοῦν, ἔφη. οὐδὲ τὴν ὑπὲρ τοῦ καρποῦ τῆς γενέσεως ἐκ τῆς γῆς, ἀλλὰ γεωργική. δοκεῖ μοι. τί δʼ; ἦν δʼ ἐγώ· ἔστι τις ἐπιστήμη ἐν τῇ ἄρτι ὑφʼ ἡμῶν οἰκισθείσῃ παρά τισι τῶν πολιτῶν, ᾗ οὐχ ὑπὲρ τῶν ἐν τῇ πόλει τινὸς βουλεύεται, ἀλλʼ ὑπὲρ αὑτῆς ὅλης, ὅντινα τρόπον αὐτή τε πρὸς αὑτὴν καὶ πρὸς τὰς ἄλλας πόλεις ἄριστα ὁμιλοῖ; ἔστι μέντοι. τίς, ἔφην ἐγώ, καὶ ἐν τίσιν; αὕτη, ἦ δʼ ὅς, ἡ φυλακική, καὶ ἐν τούτοις τοῖς ἄρχουσιν οὓς νυνδὴ τελέους φύλακας ὠνομάζομεν. διὰ ταύτην οὖν τὴν ἐπιστήμην τί τὴν πόλιν προσαγορεύεις; εὔβουλον, ἔφη, καὶ τῷ ὄντι σοφήν. πότερον οὖν, ἦν δʼ ἐγώ, ἐν τῇ πόλει οἴει ἡμῖν χαλκέας πλείους ἐνέσεσθαι ἢ τοὺς ἀληθινοὺς φύλακας τούτους; πολύ, ἔφη, χαλκέας. οὐκοῦν, ἔφην, καὶ τῶν ἄλλων ὅσοι ἐπιστήμας ἔχοντες ὀνομάζονταί τινες εἶναι, πάντων τούτων οὗτοι ἂν εἶεν ὀλίγιστοι; πολύ γε.
“Surely.” “Take the case of any four other things. If we were looking for any one of them in anything and recognized the object of our search first, that would have been enough for us, but if we had recognized the other three first, that in itself would have made known to us the thing we were seeking. For plainly there was nothing left for it to be but the remainder.” “Right,” he said. “And so, since these are four, we must conduct the search in the same way.” “Clearly.” “And, moreover, the first thing that I think I clearly see therein is the wisdom, and there is something odd about that, it appears.” “What?” said he. “Wise in very deed I think the city that we have described is, for it is well counselled, is it not?” “Yes.” “And surely this very thing, good counsel, is a form of wisdom. For it is not by ignorance but by knowledge that men counsel well.” “Obviously.” “But there are many and manifold knowledges or sciences in the city.” “Of course.” “Is it then owing to the science of her carpenters that a city is to be called wise and well advised?” “By no means for that, but rather mistress of the arts of building.” “Then a city is not to be styled wise because of the deliberations of the science of wooden utensils for their best production?” “No, I grant you.” “Is it, then, because of that of brass implements or any other of that kind?” “None whatsoever,” he said. “Nor yet because of the science of the production of crops from the soil, but the name it takes from that is agricultural.” “I think so.” “Then,” said I, “is there any science in the city just founded by us residing in any of its citizens which does not take counsel about some particular thing in the city but about the city as a whole and the betterment of its relations with itself and other states?” “Why, there is.” “What is it,” said I, “and in whom is it found?” “It is the science of guardianship or government and it is to be found in those rulers to whom we just now gave the name of guardians in the full sense of the word.” “And what term then do you apply to the city because of this knowledge?” “Well advised,” he said, “and truly wise.” “Which class, then,” said I, “do you suppose will be the more numerous in our city, the smiths or these true guardians?” “The smiths, by far,” he said. “And would not these rulers be the smallest of all the groups of those who possess special knowledge and receive distinctive appellations?” “By far.”