Plato · Republic Πολιτεία

Plato, Republic 434a–437e: Book IV: Justice as doing one's own; the soul has parts like the city

Socrates says that justice is shown in the courts as the principle that no one should have what belongs to another, and that the greatest harm to a city is the meddling and exchange of tasks between the classes, as when a carpenter tries to be a shoemaker. He proposes to see whether the individual soul has the same three classes as the city, and says that the same quality cannot be in different forms in the large and the small. He notes that spirit is thought to belong to the Thracians, Scythians and northern peoples, the love of learning to the Greeks, and the love of money to the Phoenicians and Egyptians. He states the principle that the same thing cannot act or be acted on in opposite ways in the same respect at the same time, as the spinning top both stands and moves.

Sections 434a–437e · 1957 words · click a number to copy its link

καὶ ταύτῃ ἄρα πῃ ἡ τοῦ οἰκείου τε καὶ ἑαυτοῦ ἕξις τε καὶ πρᾶξις δικαιοσύνη ἂν ὁμολογοῖτο. ἔστι ταῦτα. ἰδὲ δὴ ἐὰν σοὶ ὅπερ ἐμοὶ συνδοκῇ. τέκτων σκυτοτόμου ἐπιχειρῶν ἔργα ἐργάζεσθαι ἢ σκυτοτόμος τέκτονος, ἢ τὰ ὄργανα μεταλαμβάνοντες τἀλλήλων ἢ τιμάς, ἢ καὶ ὁ αὐτὸς ἐπιχειρῶν ἀμφότερα πράττειν, πάντα τἆλλα μεταλλαττόμενα, ἆρά σοι ἄν τι δοκεῖ μέγα βλάψαι πόλιν; οὐ πάνυ, ἔφη. ἀλλʼ ὅταν γε οἶμαι δημιουργὸς ὢν ἤ τις ἄλλος χρηματιστὴς φύσει, ἔπειτα ἐπαιρόμενος ἢ πλούτῳ ἢ πλήθει ἢ ἰσχύι ἢ ἄλλῳ τῳ τοιούτῳ εἰς τὸ τοῦ πολεμικοῦ εἶδος ἐπιχειρῇ ἰέναι, ἢ τῶν πολεμικῶν τις εἰς τὸ τοῦ βουλευτικοῦ καὶ φύλακος ἀνάξιος ὤν, καὶ τὰ ἀλλήλων οὗτοι ὄργανα μεταλαμβάνωσι καὶ τὰς τιμάς, ἢ ὅταν ὁ αὐτὸς πάντα ταῦτα ἅμα ἐπιχειρῇ πράττειν, τότε οἶμαι καὶ σοὶ δοκεῖν ταύτην τὴν τούτων μεταβολὴν καὶ πολυπραγμοσύνην ὄλεθρον εἶναι τῇ πόλει. παντάπασι μὲν οὖν. ἡ τριῶν ἄρα ὄντων γενῶν πολυπραγμοσύνη καὶ μεταβολὴ εἰς ἄλληλα μεγίστη τε βλάβη τῇ πόλει καὶ ὀρθότατʼ ἂν προσαγορεύοιτο μάλιστα κακουργία. κομιδῇ μὲν οὖν. κακουργίαν δὲ τὴν μεγίστην τῆς ἑαυτοῦ πόλεως οὐκ ἀδικίαν φήσεις εἶναι; πῶς δʼ οὔ; τοῦτο μὲν ἄρα ἀδικία. πάλιν δὲ ὧδε λέγωμεν· χρηματιστικοῦ, ἐπικουρικοῦ, φυλακικοῦ γένους οἰκειοπραγία, ἑκάστου τούτων τὸ αὑτοῦ πράττοντος ἐν πόλει, τοὐναντίον ἐκείνου δικαιοσύνη τʼ ἂν εἴη καὶ τὴν πόλιν δικαίαν παρέχοι; οὐκ ἄλλῃ ἔμοιγε δοκεῖ, ἦ δʼ ὅς, ἔχειν ἢ ταύτῃ. μηδέν, ἦν δʼ ἐγώ, πω πάνυ παγίως αὐτὸ λέγωμεν, ἀλλʼ ἐὰν μὲν ἡμῖν καὶ εἰς ἕνα ἕκαστον τῶν ἀνθρώπων ἰὸν τὸ εἶδος τοῦτο ὁμολογῆται καὶ ἐκεῖ δικαιοσύνη εἶναι, συγχωρησόμεθα ἤδη—τί γὰρ καὶ ἐροῦμεν; —εἰ δὲ μή, τότε ἄλλο τι σκεψόμεθα. νῦν δʼ ἐκτελέσωμεν τὴν σκέψιν ἣν ᾠήθημεν, εἰ ἐν μείζονί τινι τῶν ἐχόντων δικαιοσύνην πρότερον ἢ ἐκεῖ ἐπιχειρήσαιμεν θεάσασθαι, ῥᾷον ἂν ἐν ἑνὶ ἀνθρώπῳ κατιδεῖν οἷόν ἐστιν. καὶ ἔδοξε δὴ ἡμῖν τοῦτο εἶναι πόλις, καὶ οὕτω ᾠκίζομεν ὡς ἐδυνάμεθα ἀρίστην, εὖ εἰδότες ὅτι ἔν γε τῇ ἀγαθῇ ἂν εἴη. ὃ οὖν ἡμῖν ἐκεῖ ἐφάνη, ἐπαναφέρωμεν εἰς τὸν ἕνα, κἂν μὲν ὁμολογῆται, καλῶς ἕξει·

“From this point of view too, then, the having and doing of one’s own and what belongs to oneself would admittedly be justice.” “That is so.” “Consider now whether you agree with me. A carpenter undertaking to do the work of a cobbler or a cobbler of a carpenter or their interchange of one another’s tools or honors or even the attempt of the same man to do both—the confounding of all other functions would not, think you, greatly injure a state, would it?” “Not much,” he said. “But when I fancy one who is by nature an artisan or some kind of money-maker tempted and incited by wealth or command of votes or bodily strength or some similar advantage tries to enter into the class of the soldiers or one of the soldiers into the class of counsellors and guardians, for which he is not fitted, and these interchange their tools and their honors or when the same man undertakes all these functions at once, then, I take it, you too believe that this kind of substitution and meddlesomeness is the ruin of a state.” “By all means.” “The interference with one another’s business, then, of three existent classes and the substitution of the one for the other is the greatest injury to a state and would most rightly be designated as the thing which chiefly works it harm.” “Precisely so.” “And the thing that works the greatest harm to one’s own state, will you not pronounce to be injustice?” “Of course.” “This, then, is injustice.” “Again, let us put it in this way. The proper functioning of the money-making class, the helpers and the guardians, each doing its own work in the state, being the reverse of that just described, would be justice and would render the city just.” “I think the case is thus and no otherwise,” said he. “Let us not yet affirm it quite fixedly,” I said, “but if this form when applied to the individual man, accepted there also as a definition of justice, we will then concede the point—for what else will there be to say? But if not, then we will look for something else. But now let us work out the inquiry in which we supposed that, if we found some larger thing that contained justice and viewed it there, we should more easily discover its nature in the individual man. And we agreed that this larger thing is the city, and so we constructed the best city in our power, well knowing that in the good city it would of course be found. What, then, we thought we saw there we must refer back to the individual and, if it is confirmed, all will be well.”

ἐὰν δέ τι ἄλλο ἐν τῷ ἑνὶ ἐμφαίνηται, πάλιν ἐπανιόντες ἐπὶ τὴν πόλιν βασανιοῦμεν, καὶ τάχʼ ἂν παρʼ ἄλληλα σκοποῦντες καὶ τρίβοντες, ὥσπερ ἐκ πυρείων ἐκλάμψαι ποιήσαιμεν τὴν δικαιοσύνην· καὶ φανερὰν γενομένην βεβαιωσόμεθα αὐτὴν παρʼ ἡμῖν αὐτοῖς. ἀλλʼ, ἔφη, καθʼ ὁδόν τε λέγεις καὶ ποιεῖν χρὴ οὕτως. ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ὅ γε ταὐτὸν ἄν τις προσείποι μεῖζόν τε καὶ ἔλαττον, ἀνόμοιον τυγχάνει ὂν ταύτῃ ᾗ ταὐτὸν προσαγορεύεται, ἢ ὅμοιον; ὅμοιον, ἔφη. καὶ δίκαιος ἄρα ἀνὴρ δικαίας πόλεως κατʼ αὐτὸ τὸ τῆς δικαιοσύνης εἶδος οὐδὲν διοίσει, ἀλλʼ ὅμοιος ἔσται. ὅμοιος, ἔφη. ἀλλὰ μέντοι πόλις γε ἔδοξεν εἶναι δικαία ὅτε ἐν αὐτῇ τριττὰ γένη φύσεων ἐνόντα τὸ αὑτῶν ἕκαστον ἔπραττεν, σώφρων δὲ αὖ καὶ ἀνδρεία καὶ σοφὴ διὰ τῶν αὐτῶν τούτων γενῶν ἄλλʼ ἄττα πάθη τε καὶ ἕξεις. ἀληθῆ, ἔφη. καὶ τὸν ἕνα ἄρα, ὦ φίλε, οὕτως ἀξιώσομεν, τὰ αὐτὰ ταῦτα εἴδη ἐν τῇ αὑτοῦ ψυχῇ ἔχοντα, διὰ τὰ αὐτὰ πάθη ἐκείνοις τῶν αὐτῶν ὀνομάτων ὀρθῶς ἀξιοῦσθαι τῇ πόλει. πᾶσα ἀνάγκη, ἔφη. εἰς φαῦλόν γε αὖ, ἦν δʼ ἐγώ, ὦ θαυμάσιε, σκέμμα ἐμπεπτώκαμεν περὶ ψυχῆς, εἴτε ἔχει τὰ τρία εἴδη ταῦτα ἐν αὑτῇ εἴτε μή. οὐ πάνυ μοι δοκοῦμεν, ἔφη, εἰς φαῦλον· ἴσως γάρ, ὦ Σώκρατες, τὸ λεγόμενον ἀληθές, ὅτι χαλεπὰ τὰ καλά. φαίνεται, ἦν δʼ ἐγώ. καὶ εὖ γʼ ἴσθι, ὦ Γλαύκων, ὡς ἡ ἐμὴ δόξα, ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων, οἵαις νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε λάβωμεν— ἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδὸς ἡ ἐπὶ τοῦτο ἄγουσα —ἴσως μέντοι τῶν γε προειρημένων τε καὶ προεσκεμμένων ἀξίως. οὐκοῦν ἀγαπητόν; ἔφη· ἐμοὶ μὲν γὰρ ἔν γε τῷ παρόντι ἱκανῶς ἂν ἔχοι. ἀλλὰ μέντοι, εἶπον, ἔμοιγε καὶ πάνυ ἐξαρκέσει. μὴ τοίνυν ἀποκάμῃς, ἔφη, ἀλλὰ σκόπει. ἆρʼ οὖν ἡμῖν, ἦν δʼ ἐγώ, πολλὴ ἀνάγκη ὁμολογεῖν ὅτι γε τὰ αὐτὰ ἐν ἑκάστῳ ἔνεστιν ἡμῶν εἴδη τε καὶ ἤθη ἅπερ ἐν τῇ πόλει; οὐ γάρ που ἄλλοθεν ἐκεῖσε ἀφῖκται.

“But if something different manifests itself in the individual, we will return again to the state and test it there and it may be that, by examining them side by side and rubbing them against one another, as it were from the fire-sticks we may cause the spark of justice to flash forth, and when it is thus revealed confirm it in our own minds.” “Well,” he said, “that seems a sound method and that is what we must do.” “Then,” said I, “if you call a thing by the same name whether it is big or little, is it unlike in the way in which it is called the same or like?” “Like,” he said. “Then a just man too will not differ at all from a just city in respect of the very form of justice, but will be like it.” “Yes, like.” “But now the city was thought to be just because three natural kinds existing in it performed each its own function, and again it was sober, brave, and wise because of certain other affections and habits of these three kinds.” “True,” he said. “Then, my friend, we shall thus expect the individual also to have these same forms in his soul, and by reason of identical affections of these with those in the city to receive properly the same appellations.” “Inevitable,” he said. “Goodness gracious,” said I, “here is another trifling inquiry into which we have plunged, the question whether the soul really contains these three forms in itself or not.” “It does not seem to me at all trifling,” he said, “for perhaps, Socrates, the saying is true that ’fine things are difficult.’” “Apparently,” said I; “and let me tell you, Glaucon, that in my opinion we shall never in the world apprehend this matter from such methods as we are now employing in discussion. For there is another longer and harder way that conducts to this. Yet we may perhaps discuss it on the level of previous statements and inquiries.” “May we acquiesce in that?” he said. “I for my part should be quite satisfied with that for the present.” “And I surely should be more than satisfied,” I replied. “Don’t you weary then,” he said, “but go on with the inquiry.” “Is it not, then,” said I, “impossible for us to avoid admitting this much, that the same forms and qualities are to be found in each one of us that are in the state? They could not get there from any other source.”

γελοῖον γὰρ ἂν εἴη εἴ τις οἰηθείη τὸ θυμοειδὲς μὴ ἐκ τῶν ἰδιωτῶν ἐν ταῖς πόλεσιν ἐγγεγονέναι, οἳ δὴ καὶ ἔχουσι ταύτην τὴν αἰτίαν, οἷον οἱ κατὰ τὴν Θρᾴκην τε καὶ Σκυθικὴν καὶ σχεδόν τι κατὰ τὸν ἄνω τόπον, ἢ τὸ φιλομαθές, ὃ δὴ τὸν παρʼ ἡμῖν μάλιστʼ ἄν τις αἰτιάσαιτο τόπον, ἢ τὸ φιλοχρήματον τὸ περὶ τούς τε Φοίνικας εἶναι καὶ τοὺς κατὰ Αἴγυπτον φαίη τις ἂν οὐχ ἥκιστα. καὶ μάλα, ἔφη. τοῦτο μὲν δὴ οὕτως ἔχει, ἦν δʼ ἐγώ, καὶ οὐδὲν χαλεπὸν γνῶναι. οὐ δῆτα. τόδε δὲ ἤδη χαλεπόν, εἰ τῷ αὐτῷ τούτῳ ἕκαστα πράττομεν ἢ τρισὶν οὖσιν ἄλλο ἄλλῳ· μανθάνομεν μὲν ἑτέρῳ, θυμούμεθα δὲ ἄλλῳ τῶν ἐν ἡμῖν, ἐπιθυμοῦμεν δʼ αὖ τρίτῳ τινὶ τῶν περὶ τὴν τροφήν τε καὶ γέννησιν ἡδονῶν καὶ ὅσα τούτων ἀδελφά, ἢ ὅλῃ τῇ ψυχῇ καθʼ ἕκαστον αὐτῶν πράττομεν, ὅταν ὁρμήσωμεν. ταῦτʼ ἔσται τὰ χαλεπὰ διορίσασθαι ἀξίως λόγου. καὶ ἐμοὶ δοκεῖ, ἔφη. ὧδε τοίνυν ἐπιχειρῶμεν αὐτὰ ὁρίζεσθαι, εἴτε τὰ αὐτὰ ἀλλήλοις εἴτε ἕτερά ἐστι. πῶς; δῆλον ὅτι ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν γε καὶ πρὸς ταὐτὸν οὐκ ἐθελήσει ἅμα, ὥστε ἄν που εὑρίσκωμεν ἐν αὐτοῖς ταῦτα γιγνόμενα, εἰσόμεθα ὅτι οὐ ταὐτὸν ἦν ἀλλὰ πλείω. εἶεν. σκόπει δὴ ὃ λέγω. λέγε, ἔφη. ἑστάναι, εἶπον, καὶ κινεῖσθαι τὸ αὐτὸ ἅμα κατὰ τὸ αὐτὸ ἆρα δυνατόν; οὐδαμῶς. ἔτι τοίνυν ἀκριβέστερον ὁμολογησώμεθα, μή πῃ προϊόντες ἀμφισβητήσωμεν. εἰ γάρ τις λέγοι ἄνθρωπον ἑστηκότα, κινοῦντα δὲ τὰς χεῖράς τε καὶ τὴν κεφαλήν, ὅτι ὁ αὐτὸς ἕστηκέ τε καὶ κινεῖται ἅμα, οὐκ ἂν οἶμαι ἀξιοῖμεν οὕτω λέγειν δεῖν, ἀλλʼ ὅτι τὸ μέν τι αὐτοῦ ἕστηκε, τὸ δὲ κινεῖται. οὐχ οὕτω; οὕτω. οὐκοῦν καὶ εἰ ἔτι μᾶλλον χαριεντίζοιτο ὁ ταῦτα λέγων, κομψευόμενος ὡς οἵ γε στρόβιλοι ὅλοι ἑστᾶσί τε ἅμα καὶ κινοῦνται, ὅταν ἐν τῷ αὐτῷ πήξαντες τὸ κέντρον περιφέρωνται, ἢ καὶ ἄλλο τι κύκλῳ περιιὸν ἐν τῇ αὐτῇ ἕδρᾳ τοῦτο δρᾷ, οὐκ ἂν ἀποδεχοίμεθα, ὡς οὐ κατὰ ταὐτὰ ἑαυτῶν τὰ τοιαῦτα τότε μενόντων τε καὶ φερομένων, ἀλλὰ φαῖμεν ἂν ἔχειν αὐτὰ εὐθύ τε καὶ περιφερὲς ἐν αὑτοῖς, καὶ κατὰ μὲν τὸ εὐθὺ ἑστάναι—οὐδαμῇ γὰρ ἀποκλίνειν—κατὰ δὲ τὸ περιφερὲς κύκλῳ κινεῖσθαι, καὶ ὅταν δὲ τὴν εὐθυωρίαν ἢ εἰς δεξιὰν ἢ εἰς ἀριστερὰν ἢ εἰς τὸ πρόσθεν ἢ εἰς τὸ ὄπισθεν ἐγκλίνῃ ἅμα περιφερόμενον, τότε οὐδαμῇ [ἔστιν] ἑστάναι. καὶ ὀρθῶς γε, ἔφη.

“It would be absurd to suppose that the element of high spirit was not derived in states from the private citizens who are reputed to have this quality as the populations of the Thracian and Scythian lands and generally of northern regions; or the quality of love of knowledge, which would chiefly be attributed to the region where we dwell, or the love of money which we might say is not least likely to be found in Phoenicians and the population of Egypt.” “One certainly might,” he replied. “This is the fact then,” said I, “and there is no difficulty in recognizing it.” “Certainly not.” “But the matter begins to be difficult when you ask whether we do all these things with the same thing or whether there are three things and we do one thing with one and one with another—learn with one part of ourselves, feel anger with another, and with yet a third desire the pleasures of nutrition and generation and their kind, or whether it is with the entire soul that we function in each case when we once begin. That is what is really hard to determine properly.” “I think so too,” he said. “Let us then attempt to define the boundary and decide whether they are identical with one another in this way.” “How?” “It is obvious that the same thing will never do or suffer opposites in the same respect in relation to the same thing and at the same time. So that if ever we find these contradictions in the functions of the mind we shall know that it was not the same thing functioning but a plurality.” “Very well.” “Consider, then, what I am saying.” “Say on,” he replied. “Is it possible for the same thing at the same time in the same respect to be at rest and in motion?” “By no means.” “Let us have our understanding still more precise, lest as we proceed we become involved in dispute. If anyone should say of a man standing still but moving his hands and head that the same man is at the same time at rest and in motion we should not, I take it, regard that as the right way of expressing it, but rather that a part of him is at rest and a part in motion. Is not that so?” “It is.” “Then if the disputant should carry the jest still further with the subtlety that tops at any rate stand still as a whole at the same time that they are in motion when with the peg fixed in one point they revolve, and that the same is true of any other case of circular motion about the same spot—we should reject the statement on the ground that the repose and the movement in such cases were not in relation to the same parts of the objects, but we would say that there was a straight line and a circumference in them and that in respect of the straight line they are standing still since they do not incline to either side, but in respect of the circumference they move in a circle; but that when as they revolve they incline the perpendicular to right or left or forward or back, then they are in no wise at rest.” “And that would be right,” he said.

οὐδὲν ἄρα ἡμᾶς τῶν τοιούτων λεγόμενον ἐκπλήξει, οὐδὲ μᾶλλόν τι πείσει ὥς ποτέ τι ἂν τὸ αὐτὸ ὂν ἅμα κατὰ τὸ αὐτὸ πρὸς τὸ αὐτὸ τἀναντία πάθοι ἢ καὶ εἴη ἢ καὶ ποιήσειεν. οὔκουν ἐμέ γε, ἔφη. ἀλλʼ ὅμως, ἦν δʼ ἐγώ, ἵνα μὴ ἀναγκαζώμεθα πάσας τὰς τοιαύτας ἀμφισβητήσεις ἐπεξιόντες καὶ βεβαιούμενοι ὡς οὐκ ἀληθεῖς οὔσας μηκύνειν, ὑποθέμενοι ὡς τούτου οὕτως ἔχοντος εἰς τὸ πρόσθεν προΐωμεν, ὁμολογήσαντες, ἐάν ποτε ἄλλῃ φανῇ ταῦτα ἢ ταύτῃ, πάντα ἡμῖν τὰ ἀπὸ τούτου συμβαίνοντα λελυμένα ἔσεσθαι. ἀλλὰ χρή, ἔφη, ταῦτα ποιεῖν. ἆρʼ ἂν οὖν, ἦν δʼ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιημάτων εἴτε παθημάτων; οὐδὲν γὰρ ταύτῃ διοίσει. ἀλλʼ, ἦ δʼ ὅς, τῶν ἐναντίων. τί οὖν; ἦν δʼ ἐγώ· διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυμίας, καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νυνδὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυμοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυμῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί οἱ γενέσθαι, ἢ αὖ, καθʼ ὅσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὑτὴν ὥσπερ τινὸς ἐρωτῶντος, ἐπορεγομένην αὐτοῦ τῆς γενέσεως; ἔγωγε. τί δέ; τὸ ἀβουλεῖν καὶ μὴ ἐθέλειν μηδʼ ἐπιθυμεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπʼ αὐτῆς καὶ εἰς ἅπαντα τἀναντία ἐκείνοις θήσομεν; πῶς γὰρ οὔ; τούτων δὴ οὕτως ἐχόντων ἐπιθυμιῶν τι φήσομεν εἶναι εἶδος, καὶ ἐναργεστάτας αὐτῶν τούτων ἥν τε δίψαν καλοῦμεν καὶ ἣν πεῖναν; φήσομεν, ἦ δʼ ὅς. οὐκοῦν τὴν μὲν ποτοῦ, τὴν δʼ ἐδωδῆς; ναί. ἆρʼ οὖν, καθʼ ὅσον δίψα ἐστί, πλέονος ἄν τινος ἢ οὗ λέγομεν ἐπιθυμία ἐν τῇ ψυχῇ εἴη, οἷον δίψα ἐστὶ δίψα ἆρά γε θερμοῦ ποτοῦ ἢ ψυχροῦ, ἢ πολλοῦ ἢ ὀλίγου, ἢ καὶ ἑνὶ λόγῳ ποιοῦ τινος πώματος; ἢ ἐὰν μέν τις θερμότης τῷ δίψει προσῇ, τὴν τοῦ ψυχροῦ ἐπιθυμίαν προσπαρέχοιτʼ ἄν, ἐὰν δὲ ψυχρότης, τὴν τοῦ θερμοῦ; ἐὰν δὲ διὰ πλήθους παρουσίαν πολλὴ ἡ δίψα ᾖ, τὴν τοῦ πολλοῦ παρέξεται, ἐὰν δὲ ὀλίγη, τὴν τοῦ ὀλίγου; αὐτὸ δὲ τὸ διψῆν οὐ μή ποτε ἄλλου γένηται ἐπιθυμία ἢ οὗπερ πέφυκεν, αὐτοῦ πώματος, καὶ αὖ τὸ πεινῆν βρώματος; οὕτως, ἔφη, αὐτή γε ἡ ἐπιθυμία ἑκάστη αὐτοῦ μόνον ἑκάστου οὗ πέφυκεν, τοῦ δὲ τοίου ἢ τοίου τὰ προσγιγνόμενα.

“No such remarks then will disconcert us or any whit the more make us believe that it is ever possible for the same thing at the same time in the same respect and the same relation to suffer, be, or do opposites.” “They will not me, I am sure,” said he. “All the same,” said I, “that we may not be forced to examine at tedious length the entire list of such contentions and convince ourselves that they are false, let us proceed on the hypothesis that this is so, with the understanding that, if it ever appear otherwise, everything that results from the assumption shall be invalidated.” “That is what we must do,” he said. “Will you not then,” said I, “set down as opposed to one another assent and dissent, and the endeavor after a thing to the rejection of it, and embracing to repelling—do not these and all things like these belong to the class of opposite actions or passions; it will make no difference which?” “None,” said he, “but they are opposites.” “What then,” said I, “of thirst and hunger and the appetites generally, and again consenting and willing, would you not put them all somewhere in the classes just described? Will you not say, for example, that the soul of one who desires either strives for that which he desires or draws towards its embrace what it wishes to accrue to it; or again, in so far as it wills that anything be presented to it, nods assent to itself thereon as if someone put the question, striving towards its attainment?” “I would say so,” he said. “But what of not-willing and not consenting nor yet desiring, shall we not put these under the soul’s rejection and repulsion from itself and generally into the opposite class from all the former?” “Of course.” “This being so, shall we say that the desires constitute a class and that the most conspicuous members of that class are what we call thirst and hunger?” “We shall,” said he. “Is not the one desire of drink, the other of food?” “Yes.” “Then in so far as it is thirst, would it be of anything more than that of which we say it is a desire in the soul? I mean is thirst thirst for hot drink or cold or much or little or in a word for a draught of any particular quality, or is it the fact that if heat is attached to the thirst it would further render the desire—a desire of cold, and if cold of hot? But if owing to the presence of muchness the thirst is much it would render it a thirst for much and if little for little. But mere thirst will never be desire of anything else than that of which it is its nature to be, mere drink, and so hunger of food.” “That is so,” he said; “each desire in itself is of that thing only of which it is its nature to be. The epithets belong to the quality—such or such.”

English translation by Paul Shorey (1930). Original text: Paul Shorey (trans.), Plato: The Republic, Loeb Classical Library, vol. 1 (Books I-V), 1930, and vol. 2 (Books VI-X), 1935, Cambridge, MA: Harvard University Press; London: William Heinemann; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.