Plato · Republic Πολιτεία

Plato, Republic 419a–424e: Book IV: Adeimantus' objection; the happiness of the whole city, wealth and poverty, size and unity

Adeimantus objects that the guardians, who have no property and live on a mere wage like hired mercenaries, will not be very happy, and Socrates answers that they are not founding the city to make one class happy but the whole. He says that if we painted the eyes of a statue with purple instead of black we should spoil it, and that if the potter lay on couches and feasted he would no longer be a potter, so each class must do its own work. Wealth and poverty are the two things that must be kept out of the city, since one brings luxury and idleness and the other meanness and bad work, and the city must not become too large but remain one. The guardians' chief care will be their education, and the community of wives, children and property will follow from it.

Sections 419a–424e · 2398 words · click a number to copy its link

καὶ ὁ Ἀδείμαντος ὑπολαβών, τί οὖν, ἔφη, ὦ Σώκρατες, ἀπολογήσῃ, ἐάν τίς σε φῇ μὴ πάνυ τι εὐδαίμονας ποιεῖν τούτους τοὺς ἄνδρας, καὶ ταῦτα διʼ ἑαυτούς, ὧν ἔστι μὲν ἡ πόλις τῇ ἀληθείᾳ, οἱ δὲ μηδὲν ἀπολαύουσιν ἀγαθὸν τῆς πόλεως, οἷον ἄλλοι ἀγρούς τε κεκτημένοι καὶ οἰκίας οἰκοδομούμενοι καλὰς καὶ μεγάλας, καὶ ταύταις πρέπουσαν κατασκευὴν κτώμενοι, καὶ θυσίας θεοῖς ἰδίας θύοντες, καὶ ξενοδοκοῦντες, καὶ δὴ καὶ ἃ νυνδὴ σὺ ἔλεγες, χρυσόν τε καὶ ἄργυρον κεκτημένοι καὶ πάντα ὅσα νομίζεται τοῖς μέλλουσιν μακαρίοις εἶναι;

And Adeimantus broke in and said, “What will be your defence, Socrates, if anyone objects that you are not making these men very happy, and that through their own fault? For the city really belongs to them and yet they get no enjoyment out of it as ordinary men do by owning lands and building fine big houses and providing them with suitable furniture and winning the favor of the gods by private sacrifices and entertaining guests and enjoying too those possessions which you just now spoke of, gold and silver and all that is customary for those who are expecting to be happy?”

ἀλλʼ ἀτεχνῶς, φαίη ἄν, ὥσπερ ἐπίκουροι μισθωτοὶ ἐν τῇ πόλει φαίνονται καθῆσθαι οὐδὲν ἄλλο ἢ φρουροῦντες. ναί, ἦν δʼ ἐγώ, καὶ ταῦτά γε ἐπισίτιοι καὶ οὐδὲ μισθὸν πρὸς τοῖς σιτίοις λαμβάνοντες ὥσπερ οἱ ἄλλοι, ὥστε οὐδʼ ἂν ἀποδημῆσαι βούλωνται ἰδίᾳ, ἐξέσται αὐτοῖς, οὐδʼ ἑταίραις διδόναι, οὐδʼ ἀναλίσκειν ἄν ποι βούλωνται ἄλλοσε, οἷα δὴ οἱ εὐδαίμονες δοκοῦντες εἶναι ἀναλίσκουσι. ταῦτα καὶ ἄλλα τοιαῦτα συχνὰ τῆς κατηγορίας ἀπολείπεις. ἀλλʼ, ἦ δʼ ὅς, ἔστω καὶ ταῦτα κατηγορημένα. τί οὖν δὴ ἀπολογησόμεθα, φῄς; ναί. τὸν αὐτὸν οἶμον, ἦν δʼ ἐγώ, πορευόμενοι εὑρήσομεν, ὡς ἐγᾦμαι, ἃ λεκτέα. ἐροῦμεν γὰρ ὅτι θαυμαστὸν μὲν ἂν οὐδὲν εἴη εἰ καὶ οὗτοι οὕτως εὐδαιμονέστατοί εἰσιν, οὐ μὴν πρὸς τοῦτο βλέποντες τὴν πόλιν οἰκίζομεν, ὅπως ἕν τι ἡμῖν ἔθνος ἔσται διαφερόντως εὔδαιμον, ἀλλʼ ὅπως ὅτι μάλιστα ὅλη ἡ πόλις. ᾠήθημεν γὰρ ἐν τῇ τοιαύτῃ μάλιστα ἂν εὑρεῖν δικαιοσύνην καὶ αὖ ἐν τῇ κάκιστα οἰκουμένῃ ἀδικίαν, κατιδόντες δὲ κρῖναι ἂν ὃ πάλαι ζητοῦμεν. νῦν μὲν οὖν, ὡς οἰόμεθα, τὴν εὐδαίμονα πλάττομεν οὐκ ἀπολαβόντες ὀλίγους ἐν αὐτῇ τοιούτους τινὰς τιθέντες, ἀλλʼ ὅλην· αὐτίκα δὲ τὴν ἐναντίαν σκεψόμεθα. ὥσπερ οὖν ἂν εἰ ἡμᾶς ἀνδριάντα γράφοντας προσελθών τις ἔψεγε λέγων ὅτι οὐ τοῖς καλλίστοις τοῦ ζῴου τὰ κάλλιστα φάρμακα προστίθεμεν—οἱ γὰρ ὀφθαλμοὶ κάλλιστον ὂν οὐκ ὀστρείῳ ἐναληλιμμένοι εἶεν ἀλλὰ μέλανι—μετρίως ἂν ἐδοκοῦμεν πρὸς αὐτὸν ἀπολογεῖσθαι λέγοντες· «ὦ θαυμάσιε, μὴ οἴου δεῖν ἡμᾶς οὕτω καλοὺς ὀφθαλμοὺς γράφειν, ὥστε μηδὲ ὀφθαλμοὺς φαίνεσθαι, μηδʼ αὖ τἆλλα μέρη, ἀλλʼ ἄθρει εἰ τὰ προσήκοντα ἑκάστοις ἀποδιδόντες τὸ ὅλον καλὸν ποιοῦμεν· καὶ δὴ καὶ νῦν μὴ ἀνάγκαζε ἡμᾶς τοιαύτην εὐδαιμονίαν τοῖς φύλαξι προσάπτειν, ἣ ἐκείνους πᾶν μᾶλλον ἀπεργάσεται ἢ φύλακας. ἐπιστάμεθα γὰρ καὶ τοὺς γεωργοὺς ξυστίδας ἀμφιέσαντες καὶ χρυσὸν περιθέντες πρὸς ἡδονὴν ἐργάζεσθαι κελεύειν τὴν γῆν, καὶ τοὺς κεραμέας κατακλίναντες ἐπὶ δεξιὰ πρὸς τὸ πῦρ διαπίνοντάς τε καὶ εὐωχουμένους, τὸν τροχὸν παραθεμένους, ὅσον ἂν ἐπιθυμῶσι κεραμεύειν, καὶ τοὺς ἄλλους πάντας τοιούτῳ τρόπῳ μακαρίους ποιεῖν, ἵνα δὴ ὅλη ἡ πόλις εὐδαιμονῇ.»

“But they seem, one might say, to be established in idleness in the city, exactly like hired mercenaries, with nothing to do but keep guard.” “Yes,” said I, “and what is more, they serve for board-wages and do not even receive pay in addition to their food as others do, so that they will not even be able to take a journey on their own account, if they wish to, or make presents to their mistresses, or spend money in other directions according to their desires like the men who are thought to be happy. These and many similar counts of the indictment you are omitting.” “Well,” said he, “assume these counts too.” “What then will be our apology you ask?” “Yes.” “By following the same path I think we shall find what to reply. For we shall say that while it would not surprise us if these men thus living prove to be the most happy, yet the object on which we fixed our eyes in the establishment of our state was not the exceptional happiness of any one class but the greatest possible happiness of the city as a whole. For we thought that in a state so constituted we should be most likely to discover justice as we should injustice in the worst governed state, and that when we had made these out we could pass judgement on the issue of our long inquiry. Our first task then, we take it, is to mold the model of a happy state—we are not isolating a small class in it and postulating their happiness, but that of the city as a whole. But the opposite type of state we will consider presently. It is as if we were coloring a statue and someone approached and censured us, saying that we did not apply the most beautiful pigments to the most beautiful parts of the image, since the eyes, which are the most beautiful part, have not been painted with purple but with black— we should think it a reasonable justification to reply, ‘Don’t expect us, quaint friend, to paint the eyes so fine that they will not be like eyes at all, nor the other parts. But observe whether by assigning what is proper to each we render the whole beautiful.’ And so in the present case you must not require us to attach to the guardians a happiness that will make them anything but guardians. For in like manner we could clothe the farmers in robes of state and deck them with gold and bid them cultivate the soil at their pleasure, and we could make the potters recline on couches from left to right before the fire drinking toasts and feasting with their wheel alongside to potter with when they are so disposed, and we can make all the others happy in the same fashion, so that thus the entire city may be happy.”

« ἀλλʼ ἡμᾶς μὴ οὕτω νουθέτει· ὡς, ἄν σοι πειθώμεθα, οὔτε ὁ γεωργὸς γεωργὸς ἔσται οὔτε ὁ κεραμεὺς κεραμεὺς οὔτε ἄλλος οὐδεὶς οὐδὲν ἔχων σχῆμα ἐξ ὧν πόλις γίγνεται. ἀλλὰ τῶν μὲν ἄλλων ἐλάττων λόγος· νευρορράφοι γὰρ φαῦλοι γενόμενοι καὶ διαφθαρέντες καὶ προσποιησάμενοι εἶναι μὴ ὄντες πόλει οὐδὲν δεινόν, φύλακες δὲ νόμων τε καὶ πόλεως μὴ ὄντες ἀλλὰ δοκοῦντες ὁρᾷς δὴ ὅτι πᾶσαν ἄρδην πόλιν ἀπολλύασιν, καὶ αὖ τοῦ εὖ οἰκεῖν καὶ εὐδαιμονεῖν μόνοι τὸν καιρὸν ἔχουσιν.» εἰ μὲν οὖν ἡμεῖς μὲν φύλακας ὡς ἀληθῶς ποιοῦμεν ἥκιστα κακούργους τῆς πόλεως, ὁ δʼ ἐκεῖνο λέγων γεωργούς τινας καὶ ὥσπερ ἐν πανηγύρει ἀλλʼ οὐκ ἐν πόλει ἑστιάτορας εὐδαίμονας, ἄλλο ἄν τι ἢ πόλιν λέγοι. σκεπτέον οὖν πότερον πρὸς τοῦτο βλέποντες τοὺς φύλακας καθιστῶμεν, ὅπως ὅτι πλείστη αὐτοῖς εὐδαιμονία ἐγγενήσεται, ἢ τοῦτο μὲν εἰς τὴν πόλιν ὅλην βλέποντας θεατέον εἰ ἐκείνῃ ἐγγίγνεται, τοὺς δʼ ἐπικούρους τούτους καὶ τοὺς φύλακας ἐκεῖνο ἀναγκαστέον ποιεῖν καὶ πειστέον, ὅπως ὅτι ἄριστοι δημιουργοὶ τοῦ ἑαυτῶν ἔργου ἔσονται, καὶ τοὺς ἄλλους ἅπαντας ὡσαύτως, καὶ οὕτω συμπάσης τῆς πόλεως αὐξανομένης καὶ καλῶς οἰκιζομένης ἐατέον ὅπως ἑκάστοις τοῖς ἔθνεσιν ἡ φύσις ἀποδίδωσι τοῦ μεταλαμβάνειν εὐδαιμονίας. ἀλλʼ, ἦ δʼ ὅς, καλῶς μοι δοκεῖς λέγειν. ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ τὸ τούτου ἀδελφὸν δόξω σοι μετρίως λέγειν; τί μάλιστα; τοὺς ἄλλους αὖ δημιουργοὺς σκόπει εἰ τάδε διαφθείρει, ὥστε καὶ κακοὺς γίγνεσθαι. τὰ ποῖα δὴ ταῦτα; πλοῦτος, ἦν δʼ ἐγώ, καὶ πενία. πῶς δή; ὧδε. πλουτήσας χυτρεὺς δοκεῖ σοι ἔτʼ ἐθελήσειν ἐπιμελεῖσθαι τῆς τέχνης; οὐδαμῶς, ἔφη. Ἀργὸς δὲ καὶ ἀμελὴς γενήσεται μᾶλλον αὐτὸς αὑτοῦ; πολύ γε. οὐκοῦν κακίων χυτρεὺς γίγνεται; καὶ τοῦτο, ἔφη, πολύ. καὶ μὴν καὶ ὄργανά γε μὴ ἔχων παρέχεσθαι ὑπὸ πενίας ἤ τι ἄλλο τῶν εἰς τὴν τέχνην τά τε ἔργα πονηρότερα ἐργάσεται καὶ τοὺς ὑεῖς ἢ ἄλλους οὓς ἂν διδάσκῃ χείρους δημιουργοὺς διδάξεται. πῶς δʼ οὔ; ὑπʼ ἀμφοτέρων δή, πενίας τε καὶ πλούτου, χείρω μὲν τὰ τῶν τεχνῶν ἔργα, χείρους δὲ αὐτοί. φαίνεται. ἕτερα δή, ὡς ἔοικε, τοῖς φύλαξιν ηὑρήκαμεν, ἃ παντὶ τρόπῳ φυλακτέον ὅπως μήποτε αὐτοὺς λήσει εἰς τὴν πόλιν παραδύντα. τὰ ποῖα ταῦτα;

“But urge us not to this, since, if we yield, the farmer will not be a farmer nor the potter a potter, nor will any other of the types that constitute state keep its form. However, for the others it matters less. For cobblers who deteriorate and are spoiled and pretend to be the workmen that they are not are no great danger to a state. But guardians of laws and of the city who are not what they pretend to be, but only seem, destroy utterly, I would have you note, the entire state, and on the other hand, they alone are decisive of its good government and happiness. If then we are forming true guardians and keepers of our liberties, men least likely to harm the commonwealth, but the proponent of the other ideal is thinking of farmers and ‘happy’ feasters as it were in a festival and not in a civic community, he would have something else in mind than a state. Consider, then, whether our aim in establishing the guardians is the greatest possible happiness among them or whether that is something we must look to see develop in the city as a whole, but these helpers and guardians are to be constrained and persuaded to do what will make them the best craftsmen in their own work, and similarly all the rest. And so, as the entire city develops and is ordered well, each class is to be left, to the share of happiness that its nature comports.” “Well,” he said, “I think you are right.” “And will you then,” I said, “also think me reasonable in another point akin to this?” “What pray?” “Consider whether these are the causes that corrupt other craftsmen too so as positively to spoil them.” “What causes?” “Wealth and poverty,” said I. “How so?” “Thus! do you think a potter who grew rich would any longer be willing to give his mind to his craft?” “By no means,” said he. “But will he become more idle and negligent than he was?” “Far more.” “Then he becomes a worse potter?” “Far worse too.” “And yet again, if from poverty he is unable to provide himself with tools and other requirements of his art, the work that he turns out will be worse, and he will also make inferior workmen of his sons or any others whom he teaches.” “Of course.” “From both causes, then, poverty and wealth, the products of the arts deteriorate, and so do the artisans?” “So it appears.” “Here, then, is a second group of things it seems that our guardians must guard against and do all in their power to keep from slipping into the city without their knowledge.” “What are they?”

πλοῦτός τε, ἦν δʼ ἐγώ, καὶ πενία· ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δὲ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ. πάνυ μὲν οὖν, ἔφη. τόδε μέντοι, ὦ Σώκρατες, σκόπει, πῶς ἡμῖν ἡ πόλις οἵα τʼ ἔσται πολεμεῖν, ἐπειδὰν χρήματα μὴ κεκτημένη ᾖ, ἄλλως τε κἂν πρὸς μεγάλην τε καὶ πλουσίαν ἀναγκασθῇ πολεμεῖν. δῆλον, ἦν δʼ ἐγώ, ὅτι πρὸς μὲν μίαν χαλεπώτερον, πρὸς δὲ δύο τοιαύτας ῥᾷον. πῶς εἶπες; ἦ δʼ ὅς. πρῶτον μέν που, εἶπον, ἐὰν δέῃ μάχεσθαι, ἆρα οὐ πλουσίοις ἀνδράσι μαχοῦνται αὐτοὶ ὄντες πολέμου ἀθληταί; ναὶ τοῦτό γε, ἔφη. τί οὖν, ἦν δʼ ἐγώ, ὦ Ἀδείμαντε; εἷς πύκτης ὡς οἷόν τε κάλλιστα ἐπὶ τοῦτο παρεσκευασμένος δυοῖν μὴ πύκταιν, πλουσίοιν δὲ καὶ πιόνοιν, οὐκ ἂν δοκεῖ σοι ῥᾳδίως μάχεσθαι; οὐκ ἂν ἴσως, ἔφη, ἅμα γε. οὐδʼ εἰ ἐξείη, ἦν δʼ ἐγώ, ὑποφεύγοντι τὸν πρότερον ἀεὶ προσφερόμενον ἀναστρέφοντα κρούειν, καὶ τοῦτο ποιοῖ πολλάκις ἐν ἡλίῳ τε καὶ πνίγει; ἆρά γε οὐ καὶ πλείους χειρώσαιτʼ ἂν τοιούτους ὁ τοιοῦτος; ἀμέλει, ἔφη, οὐδὲν ἂν γένοιτο θαυμαστόν. ἀλλʼ οὐκ οἴει πυκτικῆς πλέον μετέχειν τοὺς πλουσίους ἐπιστήμῃ τε καὶ ἐμπειρίᾳ ἢ πολεμικῆς; ἔγωγʼ, ἔφη. ῥᾳδίως ἄρα ἡμῖν οἱ ἀθληταὶ ἐκ τῶν εἰκότων διπλασίοις τε καὶ τριπλασίοις αὑτῶν μαχοῦνται. συγχωρήσομαί σοι, ἔφη· δοκεῖς γάρ μοι ὀρθῶς λέγειν. τί δʼ ἂν πρεσβείαν πέμψαντες εἰς τὴν ἑτέραν πόλιν τἀληθῆ εἴπωσιν, ὅτι «ἡμεῖς μὲν οὐδὲν χρυσίῳ οὐδʼ ἀργυρίῳ χρώμεθα, οὐδʼ ἡμῖν θέμις, ὑμῖν δέ· συμπολεμήσαντες οὖν μεθʼ ἡμῶν ἔχετε τὰ τῶν ἑτέρων;» οἴει τινὰς ἀκούσαντας ταῦτα αἱρήσεσθαι κυσὶ πολεμεῖν στερεοῖς τε καὶ ἰσχνοῖς μᾶλλον ἢ μετὰ κυνῶν προβάτοις πίοσί τε καὶ ἁπαλοῖς; οὔ μοι δοκεῖ. ἀλλʼ ἐὰν εἰς μίαν, ἔφη, πόλιν συναθροισθῇ τὰ τῶν ἄλλων χρήματα, ὅρα μὴ κίνδυνον φέρῃ τῇ μὴ πλουτούσῃ. εὐδαίμων εἶ, ἦν δʼ ἐγώ, ὅτι οἴει ἄξιον εἶναι ἄλλην τινὰ προσειπεῖν πόλιν ἢ τὴν τοιαύτην οἵαν ἡμεῖς κατεσκευάζομεν. ἀλλὰ τί μήν; ἔφη. μειζόνως, ἦν δʼ ἐγώ, χρὴ προσαγορεύειν τὰς ἄλλας· ἑκάστη γὰρ αὐτῶν πόλεις εἰσὶ πάμπολλαι ἀλλʼ οὐ πόλις, τὸ τῶν παιζόντων.

“Wealth and poverty,” said I, “since the one brings luxury, idleness and innovation, and the other illiberality and the evil of bad workmanship in addition to innovation.” “Assuredly,” he said; “yet here is a point for your consideration, Socrates, how our city, possessing no wealth, will be able to wage war, especially if compelled to fight a large and wealthy state.” “Obviously,” said I, “it would be rather difficult to fight one such, but easier to fight two.” “What did you mean by that?” he said. “Tell me first,” I said, “whether, if they have to fight, they will not be fighting as athletes of war against men of wealth?” “Yes, that is true,” he said. “Answer me then, Adeimantus. Do you not think that one boxer perfectly trained in the art could easily fight two fat rich men who knew nothing of it?” “Not at the same time perhaps,” said he. “Not even,” said I, “if he were allowed to retreat and then turn and strike the one who came up first, and if he repeated the procedure many times under a burning and stifling sun? Would not such a fighter down even a number of such opponents?” “Doubtless,” he said; “it wouldn’t be surprising if he did.” “Well, don’t you think that the rich have more of the skill and practice of boxing than of the art of war?” “I do,” he said. “It will be easy, then, for our athletes in all probability to fight with double and triple their number.” “I shall have to concede the point,” he said, “for I believe you are right.” “Well then, if they send an embassy to the other city and say what is in fact true: ‘We make no use of gold and silver nor is it lawful for us but it is for you: do you then join us in the war and keep the spoils of the enemy,’—do you suppose any who heard such a proposal would choose to fight against hard and wiry hounds rather than with the aid of the hounds against fat and tender sheep?” “I think not.” “Yet consider whether the accumulation of all the wealth of other cities in one does not involve danger for the state that has no wealth.” “What happy innocence,” said I, “to suppose that you can properly use the name city of any other than the one we are constructing.” “Why, what should we say?” he said. “A greater predication,” said I, “must be applied to the others. For they are each one of them many cities, not a city, as it goes in the game.”

δύο μέν, κἂν ὁτιοῦν ᾖ, πολεμία ἀλλήλαις, ἡ μὲν πενήτων, ἡ δὲ πλουσίων· τούτων δʼ ἐν ἑκατέρᾳ πάνυ πολλαί, αἷς ἐὰν μὲν ὡς μιᾷ προσφέρῃ, παντὸς ἂν ἁμάρτοις, ἐὰν δὲ ὡς πολλαῖς, διδοὺς τὰ τῶν ἑτέρων τοῖς ἑτέροις χρήματά τε καὶ δυνάμεις ἢ καὶ αὐτούς, συμμάχοις μὲν ἀεὶ πολλοῖς χρήσῃ, πολεμίοις δʼ ὀλίγοις. καὶ ἕως ἂν ἡ πόλις σοι οἰκῇ σωφρόνως ὡς ἄρτι ἐτάχθη, μεγίστη ἔσται, οὐ τῷ εὐδοκιμεῖν λέγω, ἀλλʼ ὡς ἀληθῶς μεγίστη, καὶ ἐὰν μόνον ᾖ χιλίων τῶν προπολεμούντων· οὕτω γὰρ μεγάλην πόλιν μίαν οὐ ῥᾳδίως οὔτε ἐν Ἕλλησιν οὔτε ἐν βαρβάροις εὑρήσεις, δοκούσας δὲ πολλὰς καὶ πολλαπλασίας τῆς τηλικαύτης. ἢ ἄλλως οἴει; οὐ μὰ τὸν Δίʼ, ἔφη. οὐκοῦν, ἦν δʼ ἐγώ, οὗτος ἂν εἴη καὶ κάλλιστος ὅρος τοῖς ἡμετέροις ἄρχουσιν, ὅσην δεῖ τὸ μέγεθος τὴν πόλιν ποιεῖσθαι καὶ ἡλίκῃ οὔσῃ ὅσην χώραν ἀφορισαμένους τὴν ἄλλην χαίρειν ἐᾶν. τίς, ἔφη, ὅρος; οἶμαι μέν, ἦν δʼ ἐγώ, τόνδε· μέχρι οὗ ἂν ἐθέλῃ αὐξομένη εἶναι μία, μέχρι τούτου αὔξειν, πέρα δὲ μή. καὶ καλῶς γʼ, ἔφη. οὐκοῦν καὶ τοῦτο αὖ ἄλλο πρόσταγμα τοῖς φύλαξι προστάξομεν, φυλάττειν παντὶ τρόπῳ ὅπως μήτε σμικρὰ ἡ πόλις ἔσται μήτε μεγάλη δοκοῦσα, ἀλλά τις ἱκανὴ καὶ μία. καὶ φαῦλόν γʼ, ἔφη, ἴσως αὐτοῖς προστάξομεν. καὶ τούτου γε, ἦν δʼ ἐγώ, ἔτι φαυλότερον τόδε, οὗ καὶ ἐν τῷ πρόσθεν ἐπεμνήσθημεν λέγοντες ὡς δέοι, ἐάντε τῶν φυλάκων τις φαῦλος ἔκγονος γένηται, εἰς τοὺς ἄλλους αὐτὸν ἀποπέμπεσθαι, ἐάντʼ ἐκ τῶν ἄλλων σπουδαῖος, εἰς τοὺς φύλακας. τοῦτο δʼ ἐβούλετο δηλοῦν ὅτι καὶ τοὺς ἄλλους πολίτας, πρὸς ὅ τις πέφυκεν, πρὸς τοῦτο ἕνα πρὸς ἓν ἕκαστον ἔργον δεῖ κομίζειν, ὅπως ἂν ἓν τὸ αὑτοῦ ἐπιτηδεύων ἕκαστος μὴ πολλοὶ ἀλλʼ εἷς γίγνηται, καὶ οὕτω δὴ σύμπασα ἡ πόλις μία φύηται ἀλλὰ μὴ πολλαί. ἔστι γάρ, ἔφη, τοῦτο ἐκείνου σμικρότερον. οὔτοι, ἦν δʼ ἐγώ, ὦ ἀγαθὲ Ἀδείμαντε, ὡς δόξειεν ἄν τις, ταῦτα πολλὰ καὶ μεγάλα αὐτοῖς προστάττομεν ἀλλὰ πάντα φαῦλα, ἐὰν τὸ λεγόμενον ἓν μέγα φυλάττωσι, μᾶλλον δʼ ἀντὶ μεγάλου ἱκανόν. τί τοῦτο; ἔφη.

“There are two at the least at enmity with one another, the city of the rich and the city of the poor, and in each of these there are many. If you deal with them as one you will altogether miss the mark, but if you treat them as a multiplicity by offering to the one faction the property, the power, the very persons of the other, you will continue always to have few enemies and many allies. And so long as your city is governed soberly in the order just laid down, it will be the greatest of cities. I do not mean greatest in repute, but in reality, even though it have only a thousand defenders. For a city of this size that is really one you will not easily discover either among Greeks or barbarians—but of those that seem so you will find many and many times the size of this. Or do you think otherwise?” “No, indeed I don’t,” said he. “Would not this, then, be the best rule and measure for our governors of the proper size of the city and of the territory that they should mark off for a city of that size and seek no more?” “What is the measure?” “I think,” said I, “that they should let it grow so long as in its growth it consents to remain a unity, but no further.” “Excellent,” he said. “Then is not this still another injunction that we should lay upon our guardians, to keep guard in every way that the city shall not be too small, nor great only in seeming, but that it shall be a sufficient city and one?” “That behest will perhaps be an easy one for them,” he said. “And still easier, haply,” I said, “is this that we mentioned before when we said that if a degenerate offspring was born to the guardians he must be sent away to the other classes, and likewise if a superior to the others he must be enrolled among the guardians; and the purport of all this was that the other citizens too must be sent to the task for which their natures were fitted, one man to one work, in order that each of them fulfilling his own function may be not many men, but one, and so the entire city may come to be not a multiplicity but a unity.” “Why yes,” he said, “this is even more trifling than that.” “These are not, my good Adeimantus, as one might suppose, numerous and difficult injunctions that we are imposing upon them, but they are all easy, provided they guard, as the saying is, the one great thing—or instead of great let us call it sufficient.” “What is that?” he said.

τὴν παιδείαν, ἦν δʼ ἐγώ, καὶ τροφήν· ἐὰν γὰρ εὖ παιδευόμενοι μέτριοι ἄνδρες γίγνωνται, πάντα ταῦτα ῥᾳδίως διόψονται, καὶ ἄλλα γε ὅσα νῦν ἡμεῖς παραλείπομεν, τήν τε τῶν γυναικῶν κτῆσιν καὶ γάμων καὶ παιδοποιίας, ὅτι δεῖ ταῦτα κατὰ τὴν παροιμίαν πάντα ὅτι μάλιστα κοινὰ τὰ φίλων ποιεῖσθαι. ὀρθότατα γάρ, ἔφη, γίγνοιτʼ ἄν. καὶ μήν, εἶπον, πολιτεία ἐάνπερ ἅπαξ ὁρμήσῃ εὖ, ἔρχεται ὥσπερ κύκλος αὐξανομένη· τροφὴ γὰρ καὶ παίδευσις χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ἐμποιεῖ, καὶ αὖ φύσεις χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν προτέρων φύονται, εἴς τε τἆλλα καὶ εἰς τὸ γεννᾶν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις. εἰκός γʼ, ἔφη. ὡς τοίνυν διὰ βραχέων εἰπεῖν, τούτου ἀνθεκτέον τοῖς ἐπιμεληταῖς τῆς πόλεως, ὅπως ἂν αὐτοὺς μὴ λάθῃ διαφθαρὲν ἀλλὰ παρὰ πάντα αὐτὸ φυλάττωσι, τὸ μὴ νεωτερίζειν περὶ γυμναστικήν τε καὶ μουσικὴν παρὰ τὴν τάξιν, ἀλλʼ ὡς οἷόν τε μάλιστα φυλάττειν, φοβουμένους ὅταν τις λέγῃ ὡς τὴν […] ἀοιδὴν μᾶλλον ἐπιφρονέουσʼ ἄνθρωποι, / ἥτις ἀειδόντεσσι νεωτάτη ἀμφιπέληται, / μὴ πολλάκις τὸν ποιητήν τις οἴηται λέγειν οὐκ ᾄσματα νέα ἀλλὰ τρόπον ᾠδῆς νέον, καὶ τοῦτο ἐπαινῇ. δεῖ δʼ οὔτʼ ἐπαινεῖν τὸ τοιοῦτον οὔτε ὑπολαμβάνειν. εἶδος γὰρ καινὸν μουσικῆς μεταβάλλειν εὐλαβητέον ὡς ἐν ὅλῳ κινδυνεύοντα· οὐδαμοῦ γὰρ κινοῦνται μουσικῆς τρόποι ἄνευ πολιτικῶν νόμων τῶν μεγίστων, ὥς φησί τε Δάμων καὶ ἐγὼ πείθομαι. καὶ ἐμὲ τοίνυν, ἔφη ὁ Ἀδείμαντος, θὲς τῶν πεπεισμένων. τὸ δὴ φυλακτήριον, ἦν δʼ ἐγώ, ὡς ἔοικεν, ἐνταῦθά που οἰκοδομητέον τοῖς φύλαξιν, ἐν μουσικῇ. ἡ γοῦν παρανομία, ἔφη, ῥᾳδίως αὕτη λανθάνει παραδυομένη. ναί, ἔφην, ὡς ἐν παιδιᾶς γε μέρει καὶ ὡς κακὸν οὐδὲν ἐργαζομένη. οὐδὲ γὰρ ἐργάζεται, ἔφη, ἄλλο γε ἢ κατὰ σμικρὸν εἰσοικισαμένη ἠρέμα ὑπορρεῖ πρὸς τὰ ἤθη τε καὶ τὰ ἐπιτηδεύματα· ἐκ δὲ τούτων εἰς τὰ πρὸς ἀλλήλους συμβόλαια μείζων ἐκβαίνει, ἐκ δὲ δὴ τῶν συμβολαίων ἔρχεται ἐπὶ τοὺς νόμους καὶ πολιτείας σὺν πολλῇ, ὦ Σώκρατες, ἀσελγείᾳ, ἕως ἂν τελευτῶσα πάντα ἰδίᾳ καὶ δημοσίᾳ ἀνατρέψῃ. εἶεν, ἦν δʼ ἐγώ· οὕτω τοῦτʼ ἔχει; δοκεῖ μοι, ἔφη.

“Their education and nurture,” I replied. “For if a right education makes of them reasonable men they will easily discover everything of this kind—and other principles that we now pass over, as that the possession of wives and marriage, and the procreation of children and all that sort of thing should be made as far as possible the proverbial goods of friends that are common.” “Yes, that would be the best way,” he said. “And, moreover,” said I, “the state, if it once starts well, proceeds as it were in a cycle of growth. I mean that a sound nurture and education if kept up creates good natures in the state, and sound natures in turn receiving an education of this sort develop into better men than their predecessors both for other purposes and for the production of offspring as among animals also.” “It is probable,” he said. “To put it briefly, then,” said I, “it is to this that the overseers of our state must cleave and be watchful against its insensible corruption. They must throughout be watchful against innovations in music and gymnastics counter to the established order, and to the best of their power guard against them, fearing when anyone says that That song is most regarded among men / Which hovers newest on the singer’s lips, / lest haply it be supposed that the poet means not new songs but a new way of song and is commending this. But we must not praise that sort of thing nor conceive it to be the poet’s meaning. For a change to a new type of music is something to beware of as a hazard of all our fortunes. For the modes of music are never disturbed without unsettling of the most fundamental political and social conventions, as Damon affirms and as I am convinced.” “Set me too down in the number of the convinced,” said Adeimantus. “It is here, then,” I said, “in music, as it seems, that our guardians must build their guard-house and post of watch.” “It is certain,” he said, “that this is the kind of lawlessness that easily insinuates itself unobserved.” “Yes,” said I, “because it is supposed to be only a form of play and to work no harm.” “Nor does it work any,” he said, “except that by gradual infiltration it softly overflows upon the characters and pursuits of men and from these issues forth grown greater to attack their business dealings, and from these relations it proceeds against the laws and the constitution with wanton licence, Socrates, till finally it overthrows all things public and private.” “Well,” said I, “are these things so?” “I think so,” he said.

English translation by Paul Shorey (1930). Original text: Paul Shorey (trans.), Plato: The Republic, Loeb Classical Library, vol. 1 (Books I-V), 1930, and vol. 2 (Books VI-X), 1935, Cambridge, MA: Harvard University Press; London: William Heinemann; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.