ἐπὶ δὴ δύʼ ὄντε τούτω, ὡς ἔοικε, δύο τέχνα θεὸν ἔγωγʼ ἄν τινα φαίην δεδωκέναι τοῖς ἀνθρώποις, μουσικήν τε καὶ γυμναστικὴν ἐπὶ τὸ θυμοειδὲς καὶ τὸ φιλόσοφον, οὐκ ἐπὶ ψυχὴν καὶ σῶμα, εἰ μὴ εἰ πάρεργον, ἀλλʼ ἐπʼ ἐκείνω, ὅπως ἂν ἀλλήλοιν συναρμοσθῆτον ἐπιτεινομένω καὶ ἀνιεμένω μέχρι τοῦ προσήκοντος. καὶ γὰρ ἔοικεν, ἔφη. τὸν κάλλιστʼ ἄρα μουσικῇ γυμναστικὴν κεραννύντα καὶ μετριώτατα τῇ ψυχῇ προσφέροντα, τοῦτον ὀρθότατʼ ἂν φαῖμεν εἶναι τελέως μουσικώτατον καὶ εὐαρμοστότατον, πολὺ μᾶλλον ἢ τὸν τὰς χορδὰς ἀλλήλαις συνιστάντα. εἰκότως γʼ, ἔφη, ὦ Σώκρατες. οὐκοῦν καὶ ἐν τῇ πόλει ἡμῖν, ὦ Γλαύκων, δεήσει τοῦ τοιούτου τινὸς ἀεὶ ἐπιστάτου, εἰ μέλλει ἡ πολιτεία σῴζεσθαι; δεήσει μέντοι ὡς οἷόν τέ γε μάλιστα. οἱ μὲν δὴ τύποι τῆς παιδείας τε καὶ τροφῆς οὗτοι ἂν εἶεν. χορείας γὰρ τί ἄν τις διεξίοι τῶν τοιούτων καὶ θήρας τε καὶ κυνηγέσια καὶ γυμνικοὺς ἀγῶνας καὶ ἱππικούς; σχεδὸν γάρ τι δῆλα δὴ ὅτι τούτοις ἑπόμενα δεῖ αὐτὰ εἶναι, καὶ οὐκέτι χαλεπὰ εὑρεῖν. ἴσως, ἦ δʼ ὅς, οὐ χαλεπά. εἶεν, ἦν δʼ ἐγώ· τὸ δὴ μετὰ τοῦτο τί ἂν ἡμῖν διαιρετέον εἴη; ἆρʼ οὐκ αὐτῶν τούτων οἵτινες ἄρξουσί τε καὶ ἄρξονται; τί μήν; οὐκοῦν ὅτι μὲν πρεσβυτέρους τοὺς ἄρχοντας δεῖ εἶναι, νεωτέρους δὲ τοὺς ἀρχομένους, δῆλον; δῆλον. καὶ ὅτι γε τοὺς ἀρίστους αὐτῶν; καὶ τοῦτο. οἱ δὲ γεωργῶν ἄριστοι ἆρʼ οὐ γεωργικώτατοι γίγνονται; ναί. νῦν δʼ, ἐπειδὴ φυλάκων αὐτοὺς ἀρίστους δεῖ εἶναι, ἆρʼ οὐ φυλακικωτάτους πόλεως; ναί. οὐκοῦν φρονίμους τε εἰς τοῦτο δεῖ ὑπάρχειν καὶ δυνατοὺς καὶ ἔτι κηδεμόνας τῆς πόλεως; ἔστι ταῦτα. κήδοιτο δέ γʼ ἄν τις μάλιστα τούτου ὃ τυγχάνοι φιλῶν. ἀνάγκη. καὶ μὴν τοῦτό γʼ ἂν μάλιστα φιλοῖ, ᾧ συμφέρειν ἡγοῖτο τὰ αὐτὰ καὶ ἑαυτῷ καὶ [ὅταν μάλιστα] ἐκείνου μὲν εὖ πράττοντος οἴοιτο συμβαίνειν καὶ ἑαυτῷ εὖ πράττειν, μὴ δέ, τοὐναντίον. οὕτως, ἔφη. ἐκλεκτέον ἄρʼ ἐκ τῶν ἄλλων φυλάκων τοιούτους ἄνδρας, οἳ ἂν σκοποῦσιν ἡμῖν μάλιστα φαίνωνται παρὰ πάντα τὸν βίον, ὃ μὲν ἂν τῇ πόλει ἡγήσωνται συμφέρειν, πάσῃ προθυμίᾳ ποιεῖν, ὃ δʼ ἂν μή, μηδενὶ τρόπῳ πρᾶξαι ἂν ἐθέλειν. ἐπιτήδειοι γάρ, ἔφη. δοκεῖ δή μοι τηρητέον αὐτοὺς εἶναι ἐν ἁπάσαις ταῖς ἡλικίαις, εἰ φυλακικοί εἰσι τούτου τοῦ δόγματος καὶ μήτε γοητευόμενοι μήτε βιαζόμενοι ἐκβάλλουσιν ἐπιλανθανόμενοι δόξαν τὴν τοῦ ποιεῖν δεῖν ἃ τῇ πόλει βέλτιστα. τίνα, ἔφη, λέγεις τὴν ἐκβολήν;
“For these two, then, it seems there are two arts which I would say some god gave to mankind, music and gymnastics for the service of the high-spirited principle and the love of knowledge in them—not for the soul and the body except incidentally, but for the harmonious adjustment of these two principles by the proper degree of tension and relaxation of each.” “Yes, so it appears,” he said. “Then he who best blends gymnastics with music and applies them most suitably to the soul is the man whom we should most rightly pronounce to be the most perfect and harmonious musician, far rather than the one who brings the strings into unison with one another.” “That seems likely, Socrates,” he said. “And shall we not also need in our city, Glaucon, a permanent overseer of this kind if its constitution is to be preserved?” “We most certainly shall.” “Such would be the outlines of their education and breeding. For why should one recite the list of the dances of such citizens, their hunts and chases with hounds, their athletic contests and races? It is pretty plain that they must conform to these principles and there is no longer any difficulty in discovering them.” “There is, it may be, no difficulty,” he said. “Very well,” said I; “what, then, have we next to determine? Is it not which ones among them shall be the rulers and the ruled?” “Certainly.” “That the rulers must be the elder and the ruled the younger is obvious.” “It is.” “And that the rulers must be their best?” “This too.” “And do not the best of the farmers prove the best farmers?” “Yes.” “And in this case, since we want them to be the best of the guardians, must they not be the best guardians, the most regardful of the state?” “Yes.” “They must then to begin with be intelligent in such matters and capable, and furthermore careful of the interests of the state?” “That is so.” “But one would be most likely to be careful of that which he loved.” “Necessarily.” “And again, one would be most likely to love that whose interests he supposed to coincide with his own, and thought that when it prospered, he too would prosper and if not, the contrary.” “So it is,” he said. “Then we must pick out from the other guardians such men as to our observation appear most inclined through the entire course of their lives to be zealous to do what they think for the interest of the state, and who would be least likely to consent to do the opposite.” “That would be a suitable choice,” he said. “I think, then, we shall have to observe them at every period of life, to see if they are conservators and guardians of this conviction in their minds and never by sorcery nor by force can be brought to expel from their souls unawares this conviction that they must do what is best for the state.” “What do you mean by the ‘expelling’?” he said.
ἐγώ σοι, ἔφην, ἐρῶ. φαίνεταί μοι δόξα ἐξιέναι ἐκ διανοίας ἢ ἑκουσίως ἢ ἀκουσίως, ἑκουσίως μὲν ἡ ψευδὴς τοῦ μεταμανθάνοντος, ἀκουσίως δὲ πᾶσα ἡ ἀληθής. τὸ μὲν τῆς ἑκουσίου, ἔφη, μανθάνω, τὸ δὲ τῆς ἀκουσίου δέομαι μαθεῖν. τί δέ; οὐ καὶ σὺ ἡγῇ, ἔφην ἐγώ, τῶν μὲν ἀγαθῶν ἀκουσίως στέρεσθαι τοὺς ἀνθρώπους, τῶν δὲ κακῶν ἑκουσίως; ἢ οὐ τὸ μὲν ἐψεῦσθαι τῆς ἀληθείας κακόν, τὸ δὲ ἀληθεύειν ἀγαθόν; ἢ οὐ τὸ τὰ ὄντα δοξάζειν ἀληθεύειν δοκεῖ σοι εἶναι; ἀλλʼ, ἦ δʼ ὅς, ὀρθῶς λέγεις, καί μοι δοκοῦσιν ἄκοντες ἀληθοῦς δόξης στερίσκεσθαι. οὐκοῦν κλαπέντες ἢ γοητευθέντες ἢ βιασθέντες τοῦτο πάσχουσιν; οὐδὲ νῦν, ἔφη, μανθάνω. τραγικῶς, ἦν δʼ ἐγώ, κινδυνεύω λέγειν. κλαπέντας μὲν γὰρ τοὺς μεταπεισθέντας λέγω καὶ τοὺς ἐπιλανθανομένους, ὅτι τῶν μὲν χρόνος, τῶν δὲ λόγος ἐξαιρούμενος λανθάνει· νῦν γάρ που μανθάνεις; ναί. τοὺς τοίνυν βιασθέντας λέγω οὓς ἂν ὀδύνη τις ἢ ἀλγηδὼν μεταδοξάσαι ποιήσῃ. καὶ τοῦτʼ, ἔφη, ἔμαθον, καὶ ὀρθῶς λέγεις. τοὺς μὴν γοητευθέντας, ὡς ἐγᾦμαι, κἂν σὺ φαίης εἶναι οἳ ἂν μεταδοξάσωσιν ἢ ὑφʼ ἡδονῆς κηληθέντες ἢ ὑπὸ φόβου τι δείσαντες. ἔοικε γάρ, ἦ δʼ ὅς, γοητεύειν πάντα ὅσα ἀπατᾷ. ὃ τοίνυν ἄρτι ἔλεγον, ζητητέον τίνες ἄριστοι φύλακες τοῦ παρʼ αὑτοῖς δόγματος, τοῦτο ὡς ποιητέον ὃ ἂν τῇ πόλει ἀεὶ δοκῶσι βέλτιστον εἶναι [αὑτοῖς ποιεῖν]. τηρητέον δὴ εὐθὺς ἐκ παίδων προθεμένοις ἔργα ἐν οἷς ἄν τις τὸ τοιοῦτον μάλιστα ἐπιλανθάνοιτο καὶ ἐξαπατῷτο, καὶ τὸν μὲν μνήμονα καὶ δυσεξαπάτητον ἐγκριτέον, τὸν δὲ μὴ ἀποκριτέον. ἦ γάρ; ναί. καὶ πόνους γε αὖ καὶ ἀλγηδόνας καὶ ἀγῶνας αὐτοῖς θετέον, ἐν οἷς ταὐτὰ ταῦτα τηρητέον. ὀρθῶς, ἔφη. οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ τρίτου εἴδους τούτοις γοητείας ἅμιλλαν ποιητέον, καὶ θεατέον—ὥσπερ τοὺς πώλους ἐπὶ τοὺς ψόφους τε καὶ θορύβους ἄγοντες σκοποῦσιν εἰ φοβεροί, οὕτω νέους ὄντας εἰς δείματʼ ἄττα κομιστέον καὶ εἰς ἡδονὰς αὖ μεταβλητέον, βασανίζοντας πολὺ μᾶλλον ἢ χρυσὸν ἐν πυρί—εἰ δυσγοήτευτος καὶ εὐσχήμων ἐν πᾶσι φαίνεται, φύλαξ αὑτοῦ ὢν ἀγαθὸς καὶ μουσικῆς ἧς ἐμάνθανεν, εὔρυθμόν τε καὶ εὐάρμοστον ἑαυτὸν ἐν πᾶσι τούτοις παρέχων, οἷος δὴ ἂν ὢν καὶ ἑαυτῷ καὶ πόλει χρησιμώτατος εἴη.
“I will tell you,” said I; “it seems to me that the exit of a belief from the mind is either voluntary or involuntary. Voluntary is the departure of the false belief from one who learns better, involuntary that of every true belief.” “The voluntary,” he said, “I understand, but I need instruction about the involuntary.” “How now,” said I, “don’t you agree with me in thinking that men are unwillingly deprived of good things but willingly of evil? Or is it not an evil to be deceived in respect of the truth and a good to possess truth? And don’t you think that to opine the things that are is to possess the truth?” “Why, yes,” said he, “you are right, and I agree that men are unwillingly deprived of true opinions.” “And doesn’t this happen to them by theft, by the spells of sorcery or by force?” “I don’t understand now either,” he said. “I must be talking in high tragic style,” I said; “by those who have their opinions stolen from them I mean those who are over-persuaded and those who forget, because in the one case time, in the other argument strips them unawares of their beliefs. Now I presume you understand, do you not?” “Yes.” “Well, then, by those who are constrained or forced I mean those whom some pain or suffering compels to change their minds.” “That too I understand and you are right.” “And the victims of sorcery I am sure you too would say are they who alter their opinions under the spell of pleasure or terrified by some fear.” “Yes,” he said: “everything that deceives appears to cast a spell upon the mind.” “Well then, as I was just saying, we must look for those who are the best guardians of the indwelling conviction that what they have to do is what they at any time believe to be best for the state. Then we must observe them from childhood up and propose them tasks in which one would be most likely to forget this principle or be deceived, and he whose memory is sure and who cannot be beguiled we must accept and the other kind we must cross off from our list. Is not that so?” “Yes.” “And again we must subject them to toils and pains and competitions in which we have to watch for the same traits.” “Right,” he said. “Then,” said I, “must we not institute a third kind of competitive test with regard to sorcery and observe them in that? Just as men conduct colts to noises and uproar to see if they are liable to take fright, so we must bring these lads while young into fears and again pass them into pleasures, testing them much more carefully than men do gold in the fire, to see if the man remains immune to such witchcraft and preserves his composure throughout, a good guardian of himself and the culture which he has received, maintaining the true rhythm and harmony of his being in all those conditions, and the character that would make him most useful to himself and to the state.”