ἐροῦσι δὲ τάδε, ὅτι οὕτω διακείμενος ὁ δίκαιος μαστιγώσεται, στρεβλώσεται, δεδήσεται, ἐκκαυθήσεται τὠφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασχινδυλευθήσεται καὶ γνώσεται ὅτι οὐκ εἶναι δίκαιον ἀλλὰ δοκεῖν δεῖ ἐθέλειν. τὸ δὲ τοῦ Αἰσχύλου πολὺ ἦν ἄρα ὀρθότερον λέγειν κατὰ τοῦ ἀδίκου. τῷ ὄντι γὰρ φήσουσι τὸν ἄδικον, ἅτε ἐπιτηδεύοντα πρᾶγμα ἀληθείας ἐχόμενον καὶ οὐ πρὸς δόξαν ζῶντα, οὐ δοκεῖν ἄδικον ἀλλʼ εἶναι ἐθέλειν, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενον, / ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα, / πρῶτον μὲν ἄρχειν ἐν τῇ πόλει δοκοῦντι δικαίῳ εἶναι, ἔπειτα γαμεῖν ὁπόθεν ἂν βούληται, ἐκδιδόναι εἰς οὓς ἂν βούληται, συμβάλλειν, κοινωνεῖν οἷς ἂν ἐθέλῃ, καὶ παρὰ ταῦτα πάντα ὠφελεῖσθαι κερδαίνοντα τῷ μὴ δυσχεραίνειν τὸ ἀδικεῖν· εἰς ἀγῶνας τοίνυν ἰόντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ περιγίγνεσθαι καὶ πλεονεκτεῖν τῶν ἐχθρῶν, πλεονεκτοῦντα δὲ πλουτεῖν καὶ τούς τε φίλους εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς βλάπτειν, καὶ θεοῖς θυσίας καὶ ἀναθήματα ἱκανῶς καὶ μεγαλοπρεπῶς θύειν τε καὶ ἀνατιθέναι, καὶ θεραπεύειν τοῦ δικαίου πολὺ ἄμεινον τοὺς θεοὺς καὶ τῶν ἀνθρώπων οὓς ἂν βούληται, ὥστε καὶ θεοφιλέστερον αὐτὸν εἶναι μᾶλλον προσήκειν ἐκ τῶν εἰκότων ἢ τὸν δίκαιον. οὕτω φασίν, ὦ Σώκρατες, παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων τῷ ἀδίκῳ παρεσκευάσθαι τὸν βίον ἄμεινον ἢ τῷ δικαίῳ. ταῦτʼ εἰπόντος τοῦ Γλαύκωνος ἐγὼ μὲν αὖ ἐν νῷ εἶχόν τι λέγειν πρὸς ταῦτα, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀδείμαντος, οὔ τί που οἴει, ἔφη, ὦ Σώκρατες, ἱκανῶς εἰρῆσθαι περὶ τοῦ λόγου; ἀλλὰ τί μήν; εἶπον. αὐτό, ἦ δʼ ὅς, οὐκ εἴρηται ὃ μάλιστα ἔδει ῥηθῆναι. οὐκοῦν, ἦν δʼ ἐγώ, τὸ λεγόμενον, ἀδελφὸς ἀνδρὶ παρείη· ὥστε καὶ σύ, εἴ τι ὅδε ἐλλείπει, ἐπάμυνε. καίτοι ἐμέ γε ἱκανὰ καὶ τὰ ὑπὸ τούτου ῥηθέντα καταπαλαῖσαι καὶ ἀδύνατον ποιῆσαι βοηθεῖν δικαιοσύνῃ. καὶ ὅς, οὐδέν, ἔφη, λέγεις· ἀλλʼ ἔτι καὶ τάδε ἄκουε. δεῖ γὰρ διελθεῖν ἡμᾶς καὶ τοὺς ἐναντίους λόγους ὧν ὅδε εἶπεν, οἳ δικαιοσύνην μὲν ἐπαινοῦσιν, ἀδικίαν δὲ ψέγουσιν, ἵνʼ ᾖ σαφέστερον ὅ μοι δοκεῖ βούλεσθαι Γλαύκων.
“What they will say is this: that such being his disposition the just man will have to endure the lash, the rack, chains, the branding-iron in his eyes, and finally, after every extremity of suffering, he will be crucified, and so will learn his lesson that not to be but to seem just is what we ought to desire. And the saying of Aeschylus was, it seems, far more correctly applicable to the unjust man. For it is literally true, they will say, that the unjust man, as pursuing what clings closely to reality, to truth, and not regulating his life by opinion, desires not to seem but to be unjust, Exploiting the deep furrows of his wit / From which there grows the fruit of counsels shrewd, / first office and rule in the state because of his reputation for justice, then a wife from any family he chooses, and the giving of his children in marriage to whomsoever he pleases, dealings and partnerships with whom he will, and in all these transactions advantage and profit for himself because he has no squeamishness about committing injustice; and so they say that if he enters into lawsuits, public or private, he wins and gets the better of his opponents, and, getting the better, is rich and benefits his friends and harms his enemies; and he performs sacrifices and dedicates votive offerings to the gods adequately and magnificently, and he serves and pays court to men whom he favors and to the gods far better than the just man, so that he may reasonably expect the favor of heaven also to fall rather to him than to the just. So much better they say, Socrates, is the life that is prepared for the unjust man from gods and men than that which awaits the just.” When Glaucon had thus spoken, I had a mind to make some reply thereto, but his brother Adeimantus said, “You surely don’t suppose, Socrates, that the statement of the case is complete?” “Why, what else?” I said. “The very most essential point,” said he, “has not been mentioned.” “Then,” said I, “as the proverb has it, ‘Let a brother help a man’—and so, if Glaucon omits any word or deed, do you come to his aid. Though for my part what he has already said is quite enough to overthrow me and incapacitate me for coming to the rescue of justice.” “Nonsense,” he said, “but listen to this further point. We must set forth the reasoning and the language of the opposite party, of those who commend justice and dispraise injustice, if what I conceive to be Glaucon’s meaning is to be made more clear.”
λέγουσι δέ που καὶ παρακελεύονται πατέρες τε ὑέσιν, καὶ πάντες οἱ τινῶν κηδόμενοι, ὡς χρὴ δίκαιον εἶναι, οὐκ αὐτὸ δικαιοσύνην ἐπαινοῦντες ἀλλὰ τὰς ἀπʼ αὐτῆς εὐδοκιμήσεις, ἵνα δοκοῦντι δικαίῳ εἶναι γίγνηται ἀπὸ τῆς δόξης ἀρχαί τε καὶ γάμοι καὶ ὅσαπερ Γλαύκων διῆλθεν ἄρτι, ἀπὸ τοῦ εὐδοκιμεῖν ὄντα τῷ δικαίῳ. ἐπὶ πλέον δὲ οὗτοι τὰ τῶν δοξῶν λέγουσιν. τὰς γὰρ παρὰ θεῶν εὐδοκιμήσεις ἐμβάλλοντες ἄφθονα ἔχουσι λέγειν ἀγαθά, τοῖς ὁσίοις ἅ φασι θεοὺς διδόναι· ὥσπερ ὁ γενναῖος Ἡσίοδός τε καὶ Ὅμηρός φασιν, ὁ μὲν τὰς δρῦς τοῖς δικαίοις τοὺς θεοὺς ποιεῖν ἄκρας μέν τε φέρειν βαλάνους, μέσσας δὲ μελίσσας· εἰροπόκοι δʼ ὄιες, φησίν, μαλλοῖς καταβεβρίθασι , καὶ ἄλλα δὴ πολλὰ ἀγαθὰ τούτων ἐχόμενα. παραπλήσια δὲ καὶ ὁ ἕτερος· ὥς τέ τευ γάρ φησιν […] ἢ βασιλῆος ἀμύμονος ὅς τε θεουδὴς / εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα / πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ, / τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς. / Μουσαῖος δὲ τούτων νεανικώτερα τἀγαθὰ καὶ ὁ ὑὸς αὐτοῦ παρὰ θεῶν διδόασιν τοῖς δικαίοις· εἰς Ἅιδου γὰρ ἀγαγόντες τῷ λόγῳ καὶ κατακλίναντες καὶ συμπόσιον τῶν ὁσίων κατασκευάσαντες ἐστεφανωμένους ποιοῦσιν τὸν ἅπαντα χρόνον ἤδη διάγειν μεθύοντας, ἡγησάμενοι κάλλιστον ἀρετῆς μισθὸν μέθην αἰώνιον. οἱ δʼ ἔτι τούτων μακροτέρους ἀποτείνουσιν μισθοὺς παρὰ θεῶν· παῖδας γὰρ παίδων φασὶ καὶ γένος κατόπισθεν λείπεσθαι τοῦ ὁσίου καὶ εὐόρκου. ταῦτα δὴ καὶ ἄλλα τοιαῦτα ἐγκωμιάζουσιν δικαιοσύνην· τοὺς δὲ ἀνοσίους αὖ καὶ ἀδίκους εἰς πηλόν τινα κατορύττουσιν ἐν Ἅιδου καὶ κοσκίνῳ ὕδωρ ἀναγκάζουσι φέρειν, ἔτι τε ζῶντας εἰς κακὰς δόξας ἄγοντες, ἅπερ Γλαύκων περὶ τῶν δικαίων δοξαζομένων δὲ ἀδίκων διῆλθε τιμωρήματα, ταῦτα περὶ τῶν ἀδίκων λέγουσιν, ἄλλα δὲ οὐκ ἔχουσιν. ὁ μὲν οὖν ἔπαινος καὶ ὁ ψόγος οὗτος ἑκατέρων.
“Fathers, when they address exhortations to their sons, and all those who have others in their charge, urge the necessity of being just, not by praising justice itself, but the good repute with mankind that accrues from it, the object that they hold before us being that by seeming to be just the man may get from the reputation office and alliances and all the good things that Glaucon just now enumerated as coming to the unjust man from his good name. But those people draw out still further this topic of reputation. For, throwing in good standing with the gods, they have no lack of blessings to describe, which they affirm the gods give to pious men, even as the worthy Hesiod and Homer declare, the one that the gods make the oaks bear for the just: Acorns on topmost branches and swarms of bees on their mid-trunks, and he tells how the Flocks of the fleece-bearing sheep are laden and weighted with soft wool, and of many other blessings akin to these; and similarly the other poet: Even as when a good king, who rules in the fear of the high gods, / Upholds justice and right, and the black earth yields him her foison, / Barley and wheat, and his trees are laden and weighted with fair fruits, / Increase comes to his flocks and the ocean is teeming with fishes. / And Musaeus and his son have a more excellent song than these of the blessings that the gods bestow on the righteous. For they conduct them to the house of Hades in their tale and arrange a symposium of the saints, where, reclined on couches crowned with wreaths, they entertain the time henceforth with wine, as if the fairest meed of virtue were an everlasting drunk. And others extend still further the rewards of virtue from the gods. For they say that the children’s children of the pious and oath-keeping man and his race thereafter never fail. Such and such-like are their praises of justice. But the impious and the unjust they bury in mud in the house of Hades and compel them to fetch water in a sieve, and, while they still live, they bring them into evil repute, and all the sufferings that Glaucon enumerated as befalling just men who are thought to be unjust, these they recite about the unjust, but they have nothing else to say. Such is the praise and the censure of the just and of the unjust.”
πρὸς δὲ τούτοις σκέψαι, ὦ Σώκρατες, ἄλλο αὖ εἶδος λόγων περὶ δικαιοσύνης τε καὶ ἀδικίας ἰδίᾳ τε λεγόμενον καὶ ὑπὸ ποιητῶν. πάντες γὰρ ἐξ ἑνὸς στόματος ὑμνοῦσιν ὡς καλὸν μὲν ἡ σωφροσύνη τε καὶ δικαιοσύνη, χαλεπὸν μέντοι καὶ ἐπίπονον, ἀκολασία δὲ καὶ ἀδικία ἡδὺ μὲν καὶ εὐπετὲς κτήσασθαι, δόξῃ δὲ μόνον καὶ νόμῳ αἰσχρόν· λυσιτελέστερα δὲ τῶν δικαίων τὰ ἄδικα ὡς ἐπὶ τὸ πλῆθος λέγουσι, καὶ πονηροὺς πλουσίους καὶ ἄλλας δυνάμεις ἔχοντας εὐδαιμονίζειν καὶ τιμᾶν εὐχερῶς ἐθέλουσιν δημοσίᾳ τε καὶ ἰδίᾳ, τοὺς δὲ ἀτιμάζειν καὶ ὑπερορᾶν, οἳ ἄν πῃ ἀσθενεῖς τε καὶ πένητες ὦσιν, ὁμολογοῦντες αὐτοὺς ἀμείνους εἶναι τῶν ἑτέρων. τούτων δὲ πάντων οἱ περὶ θεῶν τε λόγοι καὶ ἀρετῆς θαυμασιώτατοι λέγονται, ὡς ἄρα καὶ θεοὶ πολλοῖς μὲν ἀγαθοῖς δυστυχίας τε καὶ βίον κακὸν ἔνειμαν, τοῖς δʼ ἐναντίοις ἐναντίαν μοῖραν. ἀγύρται δὲ καὶ μάντεις ἐπὶ πλουσίων θύρας ἰόντες πείθουσιν ὡς ἔστι παρὰ σφίσι δύναμις ἐκ θεῶν ποριζομένη θυσίαις τε καὶ ἐπῳδαῖς, εἴτε τι ἀδίκημά του γέγονεν αὐτοῦ ἢ προγόνων, ἀκεῖσθαι μεθʼ ἡδονῶν τε καὶ ἑορτῶν, ἐάν τέ τινα ἐχθρὸν πημῆναι ἐθέλῃ, μετὰ σμικρῶν δαπανῶν ὁμοίως δίκαιον ἀδίκῳ βλάψει ἐπαγωγαῖς τισιν καὶ καταδέσμοις, τοὺς θεούς, ὥς φασιν, πείθοντές σφισιν ὑπηρετεῖν. τούτοις δὲ πᾶσιν τοῖς λόγοις μάρτυρας ποιητὰς ἐπάγονται οἱ μὲν κακίας πέρι, εὐπετείας διδόντες, ὡς τὴν μὲν κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι / ῥηϊδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει· / τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν / καί τινα ὁδὸν μακράν τε καὶ τραχεῖαν καὶ ἀνάντη· οἱ δὲ τῆς τῶν θεῶν ὑπʼ ἀνθρώπων παραγωγῆς τὸν Ὅμηρον μαρτύρονται, ὅτι καὶ ἐκεῖνος εἶπεν— λιστοὶ δέ τε καὶ θεοὶ αὐτοί, / καὶ τοὺς μὲν θυσίαισι καὶ εὐχωλαῖς ἀγαναῖσιν / λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι / λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. /
“Consider further, Socrates, another kind of language about justice and injustice employed by both laymen and poets. All with one accord reiterate that soberness and righteousness are fair and honorable, to be sure, but unpleasant and laborious, while licentiousness and injustice are pleasant and easy to win and are only in opinion and by convention disgraceful. They say that injustice pays better than justice, for the most part, and they do not scruple to felicitate bad men who are rich or have other kinds of power to do them honor in public and private, and to dishonor and disregard those who are in any way weak or poor, even while admitting that they are better men than the others. But the strangest of all these speeches are the things they say about the gods and virtue, how so it is that the gods themselves assign to many good men misfortunes and an evil life but to their opposites a contrary lot; and begging priests and soothsayers go to rich men’s doors and make them believe that they by means of sacrifices and incantations have accumulated a treasure of power from the gods that can expiate and cure with pleasurable festivals any misdeed of a man or his ancestors, and that if a man wishes to harm an enemy, at slight cost he will be enabled to injure just and unjust alike, since they are masters of spells and enchantments that constrain the gods to serve their end. And for all these sayings they cite the poets as witnesses, with regard to the ease and plentifulness of vice, quoting: Evil-doing in plenty a man shall find for the seeking; / Smooth is the way and it lies near at hand and is easy to enter; / But on the pathway of virtue the gods put sweat from the first step, / and a certain long and uphill road. And others cite Homer as a witness to the beguiling of gods by men, since he too said: The gods themselves are moved by prayers, / And men by sacrifice and soothing vows, / And incense and libation turn their wills / Praying, whenever they have sinned and made transgression. / ”