Plato · Republic Πολιτεία

Plato, Republic 331a–335e: Book I: Polemarchus and Simonides: justice as giving each his due

Cephalus says that the best use of wealth is to pay one's debts and to live without wronging gods or men, and Socrates asks whether justice is truthfulness and the return of what one has received, citing the example of the weapons of a friend who has gone mad. Cephalus leaves to attend to the sacrifices, and his son Polemarchus takes up the saying of Simonides that justice is giving to each what is due, which he explains as doing good to friends and harm to enemies. Socrates shows by the examples of the physician, the pilot and the guardian of money that this makes the just man a kind of thief, as Homer's Autolycus was, and that harming others makes them worse men. They agree that it cannot be the work of the just man to make anyone worse, and that the saying must belong to some rich and powerful man.

Sections 331a–335e · 2522 words · click a number to copy its link

ὁ μὲν οὖν εὑρίσκων ἑαυτοῦ ἐν τῷ βίῳ πολλὰ ἀδικήματα καὶ ἐκ τῶν ὕπνων, ὥσπερ οἱ παῖδες, θαμὰ ἐγειρόμενος δειμαίνει καὶ ζῇ μετὰ κακῆς ἐλπίδος· τῷ δὲ μηδὲν ἑαυτῷ ἄδικον συνειδότι ἡδεῖα ἐλπὶς ἀεὶ πάρεστι καὶ ἀγαθὴ «γηροτρόφος », ὡς καὶ Πίνδαρος λέγει. χαριέντως γάρ τοι, ὦ Σώκρατες, τοῦτʼ ἐκεῖνος εἶπεν, ὅτι ὃς ἂν δικαίως καὶ ὁσίως τὸν βίον διαγάγῃ, γλυκεῖά οἱ καρδίαν / ἀτάλλοισα γηροτρόφος συναορεῖ / ἐλπὶς ἃ μάλιστα θνατῶν πολύστροφον / γνώμαν κυβερνᾷ. / εὖ οὖν λέγει θαυμαστῶς ὡς σφόδρα. πρὸς δὴ τοῦτʼ ἔγωγε τίθημι τὴν τῶν χρημάτων κτῆσιν πλείστου ἀξίαν εἶναι, οὔ τι παντὶ ἀνδρὶ ἀλλὰ τῷ ἐπιεικεῖ καὶ κοσμίῳ. τὸ γὰρ μηδὲ ἄκοντά τινα ἐξαπατῆσαι ἢ ψεύσασθαι, μηδʼ αὖ ὀφείλοντα ἢ θεῷ θυσίας τινὰς ἢ ἀνθρώπῳ χρήματα ἔπειτα ἐκεῖσε ἀπιέναι δεδιότα, μέγα μέρος εἰς τοῦτο ἡ τῶν χρημάτων κτῆσις συμβάλλεται. ἔχει δὲ καὶ ἄλλας χρείας πολλάς· ἀλλὰ ἕν γε ἀνθʼ ἑνὸς οὐκ ἐλάχιστον ἔγωγε θείην ἂν εἰς τοῦτο ἀνδρὶ νοῦν ἔχοντι, ὦ Σώκρατες, πλοῦτον χρησιμώτατον εἶναι. παγκάλως, ἦν δʼ ἐγώ, λέγεις, ὦ Κέφαλε. τοῦτο δʼ αὐτό, τὴν δικαιοσύνην, πότερα τὴν ἀλήθειαν αὐτὸ φήσομεν εἶναι ἁπλῶς οὕτως καὶ τὸ ἀποδιδόναι ἄν τίς τι παρά του λάβῃ, ἢ καὶ αὐτὰ ταῦτα ἔστιν ἐνίοτε μὲν δικαίως, ἐνίοτε δὲ ἀδίκως ποιεῖν; οἷον τοιόνδε λέγω· πᾶς ἄν που εἴποι, εἴ τις λάβοι παρὰ φίλου ἀνδρὸς σωφρονοῦντος ὅπλα, εἰ μανεὶς ἀπαιτοῖ, ὅτι οὔτε χρὴ τὰ τοιαῦτα ἀποδιδόναι, οὔτε δίκαιος ἂν εἴη ὁ ἀποδιδούς, οὐδʼ αὖ πρὸς τὸν οὕτως ἔχοντα πάντα ἐθέλων τἀληθῆ λέγειν. ὀρθῶς, ἔφη, λέγεις. οὐκ ἄρα οὗτος ὅρος ἐστὶν δικαιοσύνης, ἀληθῆ τε λέγειν καὶ ἃ ἂν λάβῃ τις ἀποδιδόναι. πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες, ὑπολαβὼν ὁ Πολέμαρχος, εἴπερ γέ τι χρὴ Σιμωνίδῃ πείθεσθαι. καὶ μέντοι, ἔφη ὁ Κέφαλος, καὶ παραδίδωμι ὑμῖν τὸν λόγον· δεῖ γάρ με ἤδη τῶν ἱερῶν ἐπιμεληθῆναι. οὐκοῦν, ἔφη, ἐγώ, ὁ Πολέμαρχος, τῶν γε σῶν κληρονόμος; πάνυ γε, ἦ δʼ ὃς γελάσας, καὶ ἅμα ᾔει πρὸς τὰ ἱερά. λέγε δή, εἶπον ἐγώ, σὺ ὁ τοῦ λόγου κληρονόμος, τί φῂς τὸν Σιμωνίδην λέγοντα ὀρθῶς λέγειν περὶ δικαιοσύνης; ὅτι, ἦ δʼ ὅς, τὸ τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι δίκαιόν ἐστι· τοῦτο λέγων δοκεῖ ἔμοιγε καλῶς λέγειν.

“Now he to whom the ledger of his life shows an account of many evil deeds starts up even from his dreams like children again and again in affright and his days are haunted by anticipations of worse to come. But on him who is conscious of no wrong that he has done a sweet hope ever attends and a goodly to be nurse of his old age, as Pindar too says. For a beautiful saying it is, Socrates, of the poet that when a man lives out his days in justice and pietysweet companion with him, to cheer his heart and nurse his old age, accompanies / Hope, who chiefly rules the changeful mind of mortals. / That is a fine saying and an admirable. It is for this, then, that I affirm that the possession of wealth is of most value not it may be to every man but to the good man. Not to cheat any man even unintentionally or play him false, not remaining in debt to a god for some sacrifice or to a man for money, so to depart in fear to that other world—to this result the possession of property contributes not a little. It has also many other uses. But, setting one thing against another, I would lay it down, Socrates, that for a man of sense this is the chief service of wealth.” “An admirable sentiment, Cephalus,” said I. “But speaking of this very thing, justice, are we to affirm thus without qualification that it is truth-telling and paying back what one has received from anyone, or may these very actions sometimes be just and sometimes unjust? I mean, for example, as everyone I presume would admit, if one took over weapons from a friend who was in his right mind and then the lender should go mad and demand them back, that we ought not to return them in that case and that he who did so return them would not be acting justly—nor yet would he who chose to speak nothing but the truth to one who was in that state.” “You are right,” he replied. “Then this is not the definition of justice: to tell the truth and return what one has received.” “Nay, but it is, Socrates,” said Polemarchus breaking in, “if indeed we are to put any faith in Simonides.” “Very well,” said Cephalus, “indeed I make over the whole argument to you. For it is time for me to attend the sacrifices.” “Well,” said I, “is not Polemarchus the heir of everything that is yours?” “Certainly,” said he with a laugh, and at the same time went out to the sacred rites. “Tell me, then, you the inheritor of the argument, what it is that you affirm that Simonides says and rightly says about justice.” “That it is just,” he replied, “to render to each his due. In saying this I think he speaks well.”

ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, Σιμωνίδῃ γε οὐ ῥᾴδιον ἀπιστεῖν—σοφὸς γὰρ καὶ θεῖος ἀνήρ—τοῦτο μέντοι ὅτι ποτὲ λέγει, σὺ μέν, ὦ Πολέμαρχε, ἴσως γιγνώσκεις, ἐγὼ δὲ ἀγνοῶ· δῆλον γὰρ ὅτι οὐ τοῦτο λέγει, ὅπερ ἄρτι ἐλέγομεν, τό τινος παρακαταθεμένου τι ὁτῳοῦν μὴ σωφρόνως ἀπαιτοῦντι ἀποδιδόναι. καίτοι γε ὀφειλόμενόν πού ἐστιν τοῦτο ὃ παρακατέθετο· ἦ γάρ; ναί. ἀποδοτέον δέ γε οὐδʼ ὁπωστιοῦν τότε ὁπότε τις μὴ σωφρόνως ἀπαιτοῖ; ἀληθῆ, ἦ δʼ ὅς. ἄλλο δή τι ἢ τὸ τοιοῦτον, ὡς ἔοικεν, λέγει Σιμωνίδης τὸ τὰ ὀφειλόμενα δίκαιον εἶναι ἀποδιδόναι. ἄλλο μέντοι νὴ Δίʼ, ἔφη· τοῖς γὰρ φίλοις οἴεται ὀφείλειν τοὺς φίλους ἀγαθὸν μέν τι δρᾶν, κακὸν δὲ μηδέν. μανθάνω, ἦν δʼ ἐγώ—ὅτι οὐ τὰ ὀφειλόμενα ἀποδίδωσιν ὃς ἄν τῳ χρυσίον ἀποδῷ παρακαταθεμένῳ, ἐάνπερ ἡ ἀπόδοσις καὶ ἡ λῆψις βλαβερὰ γίγνηται, φίλοι δὲ ὦσιν ὅ τε ἀπολαμβάνων καὶ ὁ ἀποδιδούς—οὐχ οὕτω λέγειν φῂς τὸν Σιμωνίδην; πάνυ μὲν οὖν. τί δέ; τοῖς ἐχθροῖς ἀποδοτέον ὅτι ἂν τύχῃ ὀφειλόμενον; παντάπασι μὲν οὖν, ἔφη, ὅ γε ὀφείλεται αὐτοῖς, ὀφείλεται δέ γε οἶμαι παρά γε τοῦ ἐχθροῦ τῷ ἐχθρῷ ὅπερ καὶ προσήκει, κακόν τι. ἠινίξατο ἄρα, ἦν δʼ ἐγώ, ὡς ἔοικεν, ὁ Σιμωνίδης ποιητικῶς τὸ δίκαιον ὃ εἴη. διενοεῖτο μὲν γάρ, ὡς φαίνεται, ὅτι τοῦτʼ εἴη δίκαιον, τὸ προσῆκον ἑκάστῳ ἀποδιδόναι, τοῦτο δὲ ὠνόμασεν ὀφειλόμενον. ἀλλὰ τί οἴει; ἔφη. ὦ πρὸς Διός, ἦν δʼ ἐγώ, εἰ οὖν τις αὐτὸν ἤρετο· «ὦ Σιμωνίδη, ἡ τίσιν οὖν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη ἰατρικὴ καλεῖται;» τί ἂν οἴει ἡμῖν αὐτὸν ἀποκρίνασθαι; δῆλον ὅτι, ἔφη, ἡ σώμασιν φάρμακά τε καὶ σιτία καὶ ποτά. ἡ δὲ τίσιν τί ἀποδιδοῦσα ὀφειλόμενον καὶ προσῆκον τέχνη μαγειρικὴ καλεῖται; ἡ τοῖς ὄψοις τὰ ἡδύσματα. εἶεν· ἡ οὖν δὴ τίσιν τί ἀποδιδοῦσα τέχνη δικαιοσύνη ἂν καλοῖτο; εἰ μέν τι, ἔφη, δεῖ ἀκολουθεῖν, ὦ Σώκρατες, τοῖς ἔμπροσθεν εἰρημένοις, ἡ τοῖς φίλοις τε καὶ ἐχθροῖς ὠφελίας τε καὶ βλάβας ἀποδιδοῦσα. τὸ τοὺς φίλους ἄρα εὖ ποιεῖν καὶ τοὺς ἐχθροὺς κακῶς δικαιοσύνην λέγει; δοκεῖ μοι. τίς οὖν δυνατώτατος κάμνοντας φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς κακῶς πρὸς νόσον καὶ ὑγίειαν; ἰατρός. τίς δὲ πλέοντας πρὸς τὸν τῆς θαλάττης κίνδυνον; κυβερνήτης. τί δὲ ὁ δίκαιος; ἐν τίνι πράξει καὶ πρὸς τί ἔργον δυνατώτατος φίλους ὠφελεῖν καὶ ἐχθροὺς βλάπτειν; ἐν τῷ προσπολεμεῖν καὶ ἐν τῷ συμμαχεῖν, ἔμοιγε δοκεῖ. εἶεν· μὴ κάμνουσί γε μήν, ὦ φίλε Πολέμαρχε, ἰατρὸς ἄχρηστος. ἀληθῆ. καὶ μὴ πλέουσι δὴ κυβερνήτης. ναί. ἆρα καὶ τοῖς μὴ πολεμοῦσιν ὁ δίκαιος ἄχρηστος; οὐ πάνυ μοι δοκεῖ τοῦτο. χρήσιμον ἄρα καὶ ἐν εἰρήνῃ δικαιοσύνη;

“I must admit,” said I, “that it is not easy to disbelieve Simonides. For he is a wise and inspired man. But just what he may mean by this you, Polemarchus, doubtless know, but I do not. Obviously he does not mean what we were just speaking of, this return of a deposit to anyone whatsoever even if he asks it back when not in his right mind. And yet what the man deposited is due to him in a sense, is it not?” “Yes.” “But rendered to him it ought not to be by any manner of means when he demands it not being his right mind.” “True,” said he. “It is then something other than this that Simonides must, as it seems, mean by the saying that it is just to render back what is due.” “Something else in very deed,” he replied, “for he believes that friends owe it to friends to do them some good and no evil.” “I see,” said I; “you mean that he does not render what is due or owing who returns a deposit of gold if this return and the acceptance prove harmful and the returner and the recipient are friends. Isn’t that what you say Simonides means?” “Quite so.” “But how about this—should one not render to enemies what is their due?” “By all means,” he said, “what is due and owing to them, and there is due and owing from an enemy to an enemy what also is proper for him, some evil.” “It was a riddling definition of justice, then, that Simonides gave after the manner of poets; for while his meaning, it seems, was that justice is rendering to each what befits him, the name that he gave to this was ‘the due.’” “What else do you suppose?” said he. “In heaven’s name!” said I, “suppose someone had questioned him thus: ‘Tell me, Simonides, the art that renders what that is due and befitting to what is called the art of medicine.’ What do you take it would have been his answer?” “Obviously,” he said, “the art that renders to bodies drugs, foods, and drinks.” “And the art that renders to what things what that is due and befitting is called the culinary art?” “Seasoning to meats.” “Good. In the same way tell me the art that renders what to whom would be denominated justice.” “If we are to follow the previous examples, Socrates, it is that which renders benefits and harms to friends and enemies.” “To do good to friends and evil to enemies, then, is justice in his meaning?” “I think so.” “Who then is the most able when they are ill to benefit friends and harm enemies in respect to disease and health?” “The physician.” “And who navigators in respect of the perils of the sea?” “The pilot.” “Well then, the just man, in what action and for what work is he the most competent to benefit friends and harm enemies?” “In making war and as an ally, I should say.” “Very well. But now if they are not sick, friend Polemarchus, the physician is useless to them.” “True.” “And so to those who are not at sea the pilot.” “Yes.” “Shall we also say this that for those who are not at war the just man is useless?”

χρήσιμον. καὶ γὰρ γεωργία· ἢ οὔ; ναί. πρός γε καρποῦ κτῆσιν; ναί. καὶ μὴν καὶ σκυτοτομική; ναί. πρός γε ὑποδημάτων ἂν οἶμαι φαίης κτῆσιν; πάνυ γε. τί δὲ δή; τὴν δικαιοσύνην πρὸς τίνος χρείαν ἢ κτῆσιν ἐν εἰρήνῃ φαίης ἂν χρήσιμον εἶναι; πρὸς τὰ συμβόλαια, ὦ Σώκρατες. συμβόλαια δὲ λέγεις κοινωνήματα ἤ τι ἄλλο; κοινωνήματα δῆτα. ἆρʼ οὖν ὁ δίκαιος ἀγαθὸς καὶ χρήσιμος κοινωνὸς εἰς πεττῶν θέσιν, ἢ ὁ πεττευτικός; ὁ πεττευτικός. ἀλλʼ εἰς πλίνθων καὶ λίθων θέσιν ὁ δίκαιος χρησιμώτερός τε καὶ ἀμείνων κοινωνὸς τοῦ οἰκοδομικοῦ; οὐδαμῶς. ἀλλʼ εἰς τίνα δὴ κοινωνίαν ὁ δίκαιος ἀμείνων κοινωνὸς τοῦ οἰκοδομικοῦ τε καὶ κιθαριστικοῦ, ὥσπερ ὁ κιθαριστικὸς τοῦ δικαίου εἰς κρουμάτων; εἰς ἀργυρίου, ἔμοιγε δοκεῖ. πλήν γʼ ἴσως, ὦ Πολέμαρχε, πρὸς τὸ χρῆσθαι ἀργυρίῳ, ὅταν δέῃ ἀργυρίου κοινῇ πρίασθαι ἢ ἀποδόσθαι ἵππον· τότε δέ, ὡς ἐγὼ οἶμαι, ὁ ἱππικός. ἦ γάρ; φαίνεται. καὶ μὴν ὅταν γε πλοῖον, ὁ ναυπηγὸς ἢ ὁ κυβερνήτης; ἔοικεν. ὅταν οὖν τί δέῃ ἀργυρίῳ ἢ χρυσίῳ κοινῇ χρῆσθαι, ὁ δίκαιος χρησιμώτερος τῶν ἄλλων; ὅταν παρακαταθέσθαι καὶ σῶν εἶναι, ὦ Σώκρατες. οὐκοῦν λέγεις ὅταν μηδὲν δέῃ αὐτῷ χρῆσθαι ἀλλὰ κεῖσθαι; πάνυ γε. ὅταν ἄρα ἄχρηστον ᾖ ἀργύριον, τότε χρήσιμος ἐπʼ αὐτῷ ἡ δικαιοσύνη; κινδυνεύει. καὶ ὅταν δὴ δρέπανον δέῃ φυλάττειν, ἡ δικαιοσύνη χρήσιμος καὶ κοινῇ καὶ ἰδίᾳ· ὅταν δὲ χρῆσθαι, ἡ ἀμπελουργική; φαίνεται. φήσεις δὲ καὶ ἀσπίδα καὶ λύραν ὅταν δέῃ φυλάττειν καὶ μηδὲν χρῆσθαι, χρήσιμον εἶναι τὴν δικαιοσύνην, ὅταν δὲ χρῆσθαι, τὴν ὁπλιτικὴν καὶ τὴν μουσικήν; ἀνάγκη. καὶ περὶ τἆλλα δὴ πάντα ἡ δικαιοσύνη ἑκάστου ἐν μὲν χρήσει ἄχρηστος, ἐν δὲ ἀχρηστίᾳ χρήσιμος; κινδυνεύει. οὐκ ἂν οὖν, ὦ φίλε, πάνυ γέ τι σπουδαῖον εἴη ἡ δικαιοσύνη, εἰ πρὸς τὰ ἄχρηστα χρήσιμον ὂν τυγχάνει. τόδε δὲ σκεψώμεθα. ἆρʼ οὐχ ὁ πατάξαι δεινότατος ἐν μάχῃ εἴτε πυκτικῇ εἴτε τινὶ καὶ ἄλλῃ, οὗτος καὶ φυλάξασθαι; πάνυ γε. ἆρʼ οὖν καὶ νόσον ὅστις δεινὸς φυλάξασθαι, καὶ λαθεῖν οὗτος δεινότατος ἐμποιήσας; ἔμοιγε δοκεῖ.

“By no means.” “There is a use then even in peace for justice?” “Yes, it is useful.” “But so is agriculture, isn’t it?” “Yes.” “Namely, for the getting of a harvest?” “Yes.” “But likewise the cobbler’s art?” “Yes.” “Namely, I presume you would say, for the getting of shoes.” “Certainly.” “Then tell me, for the service and getting of what would you say that justice is useful in time of peace?” “In engagements and dealings, Socrates.” “And by dealings do you mean associations, partnerships, or something else?” “Associations, of course.” “Is it the just man, then, who is a good and useful associate and partner in the placing of draughts or the draught-player?” “The player.” “And in the placing of bricks and stones is the just man a more useful and better associate than the builder?” “By no means.” “Then what is the association in which the just man is a better partner than the harpist as an harpist is better than the just man for striking the chords?” “For money-dealings, I think.” “Except, I presume, Polemarchus, for the use of money when there is occasion to buy in common or sell a horse. Then, I take it, the man who knows horses, isn’t it so?” “Apparently.” “And again, if it is a vessel, the shipwright or the pilot.” “It would seem so.” “What then is the use of money in common for which a just man is the better partner?” “When it is to be deposited and kept safe, Socrates.” “You mean when it is to be put to no use but is to lie idle?” “Quite so.” “Then it is when money is useless that justice is useful in relation to it?” “It looks that way.” “And similarly when a scythe is to be kept safe, then justice is useful both in public and private. But when it is to be used, the vinedresser’s art is useful?” “Apparently.” “And so you will have to say that when a shield and a lyre are to be kept and put to no use, justice is useful, but when they are to be made use of, the military art and music.” “Necessarily.” “And so in all other cases, in the use of each thing, justice is useless but in its uselessness useful?” “It looks that way.” “Then, my friend, justice cannot be a thing of much worth if it is useful only for things out of use and useless. But let us consider this point. Is not the man who is most skilful to strike or inflict a blow in a fight, whether as a boxer or elsewhere, also the most wary to guard against a blow?” “Assuredly.” “Is it not also true that he who best knows how to guard against disease is also most cunning to communicate it and escape detection?” “I think so.”

ἀλλὰ μὴν στρατοπέδου γε ὁ αὐτὸς φύλαξ ἀγαθός, ὅσπερ καὶ τὰ τῶν πολεμίων κλέψαι καὶ βουλεύματα καὶ τὰς ἄλλας πράξεις; πάνυ γε. ὅτου τις ἄρα δεινὸς φύλαξ, τούτου καὶ φὼρ δεινός. ἔοικεν. εἰ ἄρα ὁ δίκαιος ἀργύριον δεινὸς φυλάττειν, καὶ κλέπτειν δεινός. ὡς γοῦν ὁ λόγος, ἔφη, σημαίνει. κλέπτης ἄρα τις ὁ δίκαιος, ὡς ἔοικεν, ἀναπέφανται, καὶ κινδυνεύεις παρʼ Ὁμήρου μεμαθηκέναι αὐτό· καὶ γὰρ ἐκεῖνος τὸν τοῦ Ὀδυσσέως πρὸς μητρὸς πάππον Αὐτόλυκον ἀγαπᾷ τε καί φησιν αὐτὸν πάντας ἀνθρώπους κεκάσθαι κλεπτοσύνῃ θʼ ὅρκῳ τε . ἔοικεν οὖν ἡ δικαιοσύνη καὶ κατὰ σὲ καὶ καθʼ Ὅμηρον καὶ κατὰ Σιμωνίδην κλεπτική τις εἶναι, ἐπʼ ὠφελίᾳ μέντοι τῶν φίλων καὶ ἐπὶ βλάβῃ τῶν ἐχθρῶν. οὐχ οὕτως ἔλεγες; οὐ μὰ τὸν Δίʼ, ἔφη, ἀλλʼ οὐκέτι οἶδα ἔγωγε ὅτι ἔλεγον· τοῦτο μέντοι ἔμοιγε δοκεῖ ἔτι, ὠφελεῖν μὲν τοὺς φίλους ἡ δικαιοσύνη, βλάπτειν δὲ τοὺς ἐχθρούς. φίλους δὲ λέγεις εἶναι πότερον τοὺς δοκοῦντας ἑκάστῳ χρηστοὺς εἶναι, ἢ τοὺς ὄντας, κἂν μὴ δοκῶσι, καὶ ἐχθροὺς ὡσαύτως; εἰκὸς μέν, ἔφη, οὓς ἄν τις ἡγῆται χρηστοὺς φιλεῖν, οὓς δʼ ἂν πονηροὺς μισεῖν. ἆρʼ οὖν οὐχ ἁμαρτάνουσιν οἱ ἄνθρωποι περὶ τοῦτο, ὥστε δοκεῖν αὐτοῖς πολλοὺς μὲν χρηστοὺς εἶναι μὴ ὄντας, πολλοὺς δὲ τοὐναντίον; ἁμαρτάνουσιν. τούτοις ἄρα οἱ μὲν ἀγαθοὶ ἐχθροί, οἱ δὲ κακοὶ φίλοι; πάνυ γε. ἀλλʼ ὅμως δίκαιον τότε τούτοις τοὺς μὲν πονηροὺς ὠφελεῖν, τοὺς δὲ ἀγαθοὺς βλάπτειν; φαίνεται. ἀλλὰ μὴν οἵ γε ἀγαθοὶ δίκαιοί τε καὶ οἷοι μὴ ἀδικεῖν; ἀληθῆ. κατὰ δὴ τὸν σὸν λόγον τοὺς μηδὲν ἀδικοῦντας δίκαιον κακῶς ποιεῖν. μηδαμῶς, ἔφη, ὦ Σώκρατες· πονηρὸς γὰρ ἔοικεν εἶναι ὁ λόγος. τοὺς ἀδίκους ἄρα, ἦν δʼ ἐγώ, δίκαιον βλάπτειν, τοὺς δὲ δικαίους ὠφελεῖν; οὗτος ἐκείνου καλλίων φαίνεται. πολλοῖς ἄρα, ὦ Πολέμαρχε, συμβήσεται, ὅσοι διημαρτήκασιν τῶν ἀνθρώπων, δίκαιον εἶναι τοὺς μὲν φίλους βλάπτειν—πονηροὶ γὰρ αὐτοῖς εἰσιν—τοὺς δʼ ἐχθροὺς ὠφελεῖν —ἀγαθοὶ γάρ· καὶ οὕτως ἐροῦμεν αὐτὸ τοὐναντίον ἢ τὸν Σιμωνίδην ἔφαμεν λέγειν. καὶ μάλα, ἔφη, οὕτω συμβαίνει. ἀλλὰ μεταθώμεθα· κινδυνεύομεν γὰρ οὐκ ὀρθῶς τὸν φίλον καὶ ἐχθρὸν θέσθαι. πῶς θέμενοι, ὦ Πολέμαρχε; τὸν δοκοῦντα χρηστόν, τοῦτον φίλον εἶναι. νῦν δὲ πῶς, ἦν δʼ ἐγώ, μεταθώμεθα;

“But again the very same man is a good guardian of an army who is good at stealing a march upon the enemy in respect of their designs and proceedings generally.” “Certainly.” “Of whatsoever, then, anyone is a skilful guardian, of that he is also a skilful thief?” “It seems so.” “If then the just man is an expert in guarding money he is an expert in stealing it.” “The argument certainly points that way.” “A kind of thief then the just man it seems has turned out to be, and it is likely that you acquired this idea from Homer. For he regards with complacency Autolycus, the maternal uncle of Odysseus, and says he was gifted beyond all men in thievery and perjury. So justice, according to you and Homer and Simonides, seems to be a kind of stealing, with the qualification that it is for the benefit of friends and the harm of enemies. Isn’t that what you meant?” “No, by Zeus,” he replied. “I no longer know what I did mean. Yet this I still believe, that justice benefits friends and harms enemies.” “May I ask whether by friends you mean those who seem to a man to be worthy or those who really are so, even if they do not seem, and similarly of enemies?” “It is likely,” he said, “that men will love those whom they suppose to be good and dislike those whom they deem bad.” “Do not men make mistakes in this matter so that many seem good to them who are not and the reverse?” “They do.” “For those, then, who thus err the good are their enemies and the bad their friends?” “Certainly.” “But all the same is then just for them to benefit the bad and injure the good?” “It would seem so.” “But again the good are just and incapable of injustice.” “True.” “On your reasoning then it is just to wrong those who do no injustice.” “Nay, nay, Socrates,” he said, “the reasoning can’t be right.” “Then,” said I, “it is just to harm the unjust and benefit the just.” “That seems a better conclusion than the other.” “It will work out, then, for many, Polemarchus, who have misjudged men that it is just to harm their friends, for they have got bad ones, and to benefit their enemies, for they are good. And so we shall find ourselves saying the very opposite of what we affirmed Simonides to mean.” “Most certainly,” he said, “it does work out so. But let us change our ground; for it looks as if we were wrong in the notion we took up about the friend and the enemy.” “What notion, Polemarchus?” “That the man who seems to us good is the friend.” “And to what shall we change it now?” said I.

τὸν δοκοῦντά τε, ἦ δʼ ὅς, καὶ τὸν ὄντα χρηστὸν φίλον· τὸν δὲ δοκοῦντα μέν, ὄντα δὲ μή, δοκεῖν ἀλλὰ μὴ εἶναι φίλον. καὶ περὶ τοῦ ἐχθροῦ δὲ ἡ αὐτὴ θέσις. φίλος μὲν δή, ὡς ἔοικε, τούτῳ τῷ λόγῳ ὁ ἀγαθὸς ἔσται, ἐχθρὸς δὲ ὁ πονηρός. ναί. κελεύεις δὴ ἡμᾶς προσθεῖναι τῷ δικαίῳ ἢ ὡς τὸ πρῶτον ἐλέγομεν, λέγοντες δίκαιον εἶναι τὸν μὲν φίλον εὖ ποιεῖν, τὸν δʼ ἐχθρὸν κακῶς· νῦν πρὸς τούτῳ ὧδε λέγειν, ὅτι ἔστιν δίκαιον τὸν μὲν φίλον ἀγαθὸν ὄντα εὖ ποιεῖν, τὸν δʼ ἐχθρὸν κακὸν ὄντα βλάπτειν; πάνυ μὲν οὖν, ἔφη, οὕτως ἄν μοι δοκεῖ καλῶς λέγεσθαι. ἔστιν ἄρα, ἦν δʼ ἐγώ, δικαίου ἀνδρὸς βλάπτειν καὶ ὁντινοῦν ἀνθρώπων; καὶ πάνυ γε, ἔφη· τούς γε πονηρούς τε καὶ ἐχθροὺς δεῖ βλάπτειν. βλαπτόμενοι δʼ ἵπποι βελτίους ἢ χείρους γίγνονται; χείρους. ἆρα εἰς τὴν τῶν κυνῶν ἀρετήν, ἢ εἰς τὴν τῶν ἵππων; εἰς τὴν τῶν ἵππων. ἆρʼ οὖν καὶ κύνες βλαπτόμενοι χείρους γίγνονται εἰς τὴν τῶν κυνῶν ἀλλʼ οὐκ εἰς τὴν τῶν ἵππων ἀρετήν; ἀνάγκη. ἀνθρώπους δέ, ὦ ἑταῖρε, μὴ οὕτω φῶμεν, βλαπτομένους εἰς τὴν ἀνθρωπείαν ἀρετὴν χείρους γίγνεσθαι; πάνυ μὲν οὖν. ἀλλʼ ἡ δικαιοσύνη οὐκ ἀνθρωπεία ἀρετή; καὶ τοῦτʼ ἀνάγκη. καὶ τοὺς βλαπτομένους ἄρα, ὦ φίλε, τῶν ἀνθρώπων ἀνάγκη ἀδικωτέρους γίγνεσθαι. ἔοικεν. ἆρʼ οὖν τῇ μουσικῇ οἱ μουσικοὶ ἀμούσους δύνανται ποιεῖν; ἀδύνατον. ἀλλὰ τῇ ἱππικῇ οἱ ἱππικοὶ ἀφίππους; οὐκ ἔστιν. ἀλλὰ τῇ δικαιοσύνῃ δὴ οἱ δίκαιοι ἀδίκους; ἢ καὶ συλλήβδην ἀρετῇ οἱ ἀγαθοὶ κακούς; ἀλλὰ ἀδύνατον. οὐ γὰρ θερμότητος οἶμαι ἔργον ψύχειν ἀλλὰ τοῦ ἐναντίου. ναί. οὐδὲ ξηρότητος ὑγραίνειν ἀλλὰ τοῦ ἐναντίου. πάνυ γε. οὐδὲ δὴ τοῦ ἀγαθοῦ βλάπτειν ἀλλὰ τοῦ ἐναντίου. φαίνεται. ὁ δέ γε δίκαιος ἀγαθός; πάνυ γε. οὐκ ἄρα τοῦ δικαίου βλάπτειν ἔργον, ὦ Πολέμαρχε, οὔτε φίλον οὔτʼ ἄλλον οὐδένα, ἀλλὰ τοῦ ἐναντίου, τοῦ ἀδίκου. παντάπασί μοι δοκεῖς ἀληθῆ λέγειν, ἔφη, ὦ Σώκρατες. εἰ ἄρα τὰ ὀφειλόμενα ἑκάστῳ ἀποδιδόναι φησίν τις δίκαιον εἶναι, τοῦτο δὲ δὴ νοεῖ αὐτῷ τοῖς μὲν ἐχθροῖς βλάβην ὀφείλεσθαι παρὰ τοῦ δικαίου ἀνδρός, τοῖς δὲ φίλοις ὠφελίαν, οὐκ ἦν σοφὸς ὁ ταῦτα εἰπών. οὐ γὰρ ἀληθῆ ἔλεγεν· οὐδαμοῦ γὰρ δίκαιον οὐδένα ἡμῖν ἐφάνη ὂν βλάπτειν. συγχωρῶ, ἦ δʼ ὅς. μαχούμεθα ἄρα, ἦν δʼ ἐγώ, κοινῇ ἐγώ τε καὶ σύ, ἐάν τις αὐτὸ φῇ ἢ Σιμωνίδην ἢ Βίαντα ἢ Πιττακὸν εἰρηκέναι ἤ τινʼ ἄλλον τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν. ἐγὼ γοῦν, ἔφη, ἕτοιμός εἰμι κοινωνεῖν τῆς μάχης.

“That the man who both seems and is good is the friend, but that he who seems but is not really so seems but is not really the friend. And there will be the same assumption about the enemy.” “Then on this view it appears the friend will be the good man and the bad the enemy.” “Yes.” “So you would have us qualify our former notion of the just man by an addition. We then said it was just to do good to a friend and evil to an enemy, but now we are to add that it is just to benefit the friend if he is good and harm the enemy if he is bad?” “By all means,” he said, “that, I think, would be the right way to put it.” “Is it then,” said I, “the part of a good man to harm anybody whatsoever?” “Certainly it is,” he replied; “a man ought to harm those who are both bad and his enemies.” “When horses are harmed does it make them better or worse?” “Worse.” “In respect of the excellence or virtue of dogs or that of horses?” “Of horses.” “And do not also dogs when harmed become worse in respect of canine and not of equine virtue?” “Necessarily.” “And men, my dear fellow, must we not say that when they are harmed it is in respect of the distinctive excellence or virtue of man that they become worse?” “Assuredly.” “And is not justice the specific virtue of man?” “That too must be granted.” “Then it must also be admitted, my friend, that men who are harmed become more unjust.” “It seems so.” “Do musicians then make men unmusical by the art of music?” “Impossible.” “Well, do horsemen by horsemanship unfit men for dealing with horses?” “No.” “By justice then do the just make men unjust, or in sum do the good by virtue make men bad?” “Nay, it is impossible.” “It is not, I take it, the function of heat to chill but of its opposite.” “Yes.” “Nor of dryness to moisten but of its opposite.” “Assuredly.” “Nor yet of the good to harm but of its opposite.” “So it appears.” “But the just man is good?” “Certainly.” “It is not then the function of the just man, Polemarchus, to harm either friend or anyone else, but of his opposite.” “I think you are altogether right, Socrates.” “If, then, anyone affirms that it is just to render to each his due and he means by this, that injury and harm is what is due to his enemies from the just man and benefits to his friends, he was no truly wise man who said it. For what he meant was not true. For it has been made clear to us that in no case is it just to harm anyone.” “I concede it,” he said. “We will take up arms against him, then,” said I, “you and I together, if anyone affirms that either Simonides or Bias or Pittacus or any other of the wise and blessed said such a thing.” “I, for my part,” he said, “am ready to join in the battle with you.”

People and places in this passage

English translation by Paul Shorey (1930). Original text: Paul Shorey (trans.), Plato: The Republic, Loeb Classical Library, vol. 1 (Books I-V), 1930, and vol. 2 (Books VI-X), 1935, Cambridge, MA: Harvard University Press; London: William Heinemann; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Republic 331a–335e: Book I: Polemarchus and Simonides