τοιοῦτον οὖν δή σοι καὶ ἐμὲ ὑπόλαβε νυνδὴ ἀποκρίνεσθαι· τὸ δὲ ἀκριβέστατον ἐκεῖνο τυγχάνει ὄν, τὸν ἄρχοντα, καθʼ ὅσον ἄρχων ἐστίν, μὴ ἁμαρτάνειν, μὴ ἁμαρτάνοντα δὲ τὸ αὑτῷ βέλτιστον τίθεσθαι, τοῦτο δὲ τῷ ἀρχομένῳ ποιητέον. ὥστε ὅπερ ἐξ ἀρχῆς ἔλεγον δίκαιον λέγω, τὸ τοῦ κρείττονος ποιεῖν συμφέρον. εἶεν, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε· δοκῶ σοι συκοφαντεῖν; πάνυ μὲν οὖν, ἔφη. οἴει γάρ με ἐξ ἐπιβουλῆς ἐν τοῖς λόγοις κακουργοῦντά σε ἐρέσθαι ὡς ἠρόμην; εὖ μὲν οὖν οἶδα, ἔφη. καὶ οὐδέν γέ σοι πλέον ἔσται· οὔτε γὰρ ἄν με λάθοις κακουργῶν, οὔτε μὴ λαθὼν βιάσασθαι τῷ λόγῳ δύναιο. οὐδέ γʼ ἂν ἐπιχειρήσαιμι, ἦν δʼ ἐγώ, ὦ μακάριε. ἀλλʼ ἵνα μὴ αὖθις ἡμῖν τοιοῦτον ἐγγένηται, διόρισαι ποτέρως λέγεις τὸν ἄρχοντά τε καὶ τὸν κρείττονα, τὸν ὡς ἔπος εἰπεῖν ἢ τὸν ἀκριβεῖ λόγῳ, ὃ νυνδὴ ἔλεγες, οὗ τὸ συμφέρον κρείττονος ὄντος δίκαιον ἔσται τῷ ἥττονι ποιεῖν. τὸν τῷ ἀκριβεστάτῳ, ἔφη, λόγῳ ἄρχοντα ὄντα. πρὸς ταῦτα κακούργει καὶ συκοφάντει, εἴ τι δύνασαι—οὐδέν σου παρίεμαι—ἀλλʼ οὐ μὴ οἷός τʼ ᾖς. οἴει γὰρ ἄν με, εἶπον, οὕτω μανῆναι ὥστε ξυρεῖν ἐπιχειρεῖν λέοντα καὶ συκοφαντεῖν Θρασύμαχον; νῦν γοῦν, ἔφη, ἐπεχείρησας, οὐδὲν ὢν καὶ ταῦτα. ἅδην, ἦν δʼ ἐγώ, τῶν τοιούτων. ἀλλʼ εἰπέ μοι· ὁ τῷ ἀκριβεῖ λόγῳ ἰατρός, ὃν ἄρτι ἔλεγες, πότερον χρηματιστής ἐστιν ἢ τῶν καμνόντων θεραπευτής; καὶ λέγε τὸν τῷ ὄντι ἰατρὸν ὄντα. τῶν καμνόντων, ἔφη, θεραπευτής. τί δὲ κυβερνήτης; ὁ ὀρθῶς κυβερνήτης ναυτῶν ἄρχων ἐστὶν ἢ ναύτης; ναυτῶν ἄρχων. οὐδὲν οἶμαι τοῦτο ὑπολογιστέον, ὅτι πλεῖ ἐν τῇ νηί, οὐδʼ ἐστὶν κλητέος ναύτης· οὐ γὰρ κατὰ τὸ πλεῖν κυβερνήτης καλεῖται, ἀλλὰ κατὰ τὴν τέχνην καὶ τὴν τῶν ναυτῶν ἀρχήν. ἀληθῆ, ἔφη. οὐκοῦν ἑκάστῳ τούτων ἔστιν τι συμφέρον; πάνυ γε. οὐ καὶ ἡ τέχνη, ἦν δʼ ἐγώ, ἐπὶ τούτῳ πέφυκεν, ἐπὶ τῷ τὸ συμφέρον ἑκάστῳ ζητεῖν τε καὶ ἐκπορίζειν; ἐπὶ τούτῳ, ἔφη. ἆρʼ οὖν καὶ ἑκάστῃ τῶν τεχνῶν ἔστιν τι συμφέρον ἄλλο ἢ ὅτι μάλιστα τελέαν εἶναι; πῶς τοῦτο ἐρωτᾷς; ὥσπερ, ἔφην ἐγώ, εἴ με ἔροιο εἰ ἐξαρκεῖ σώματι εἶναι σώματι ἢ προσδεῖταί τινος, εἴποιμʼ ἂν ὅτι «παντάπασι μὲν οὖν προσδεῖται. διὰ ταῦτα καὶ ἡ τέχνη ἐστὶν ἡ ἰατρικὴ νῦν ηὑρημένη, ὅτι σῶμά ἐστιν πονηρὸν καὶ οὐκ ἐξαρκεῖ αὐτῷ τοιούτῳ εἶναι. τούτῳ οὖν ὅπως ἐκπορίζῃ τὰ συμφέροντα, ἐπὶ τούτῳ παρεσκευάσθη ἡ τέχνη.» ἦ ὀρθῶς σοι δοκῶ, ἔφην, ἂν εἰπεῖν οὕτω λέγων, ἢ οὔ;
“It is in this loose way of speaking, then, that you must take the answer I gave you a little while ago. But the most precise statement is that other, that the ruler in so far forth as ruler does not err, and not erring he enacts what is best for himself, and this the subject must do, so that, even as I meant from the start, I say the just is to do what is for the advantage of the stronger.” “So then, Thrasymachus,” said I, “my manner of argument seems to you pettifogging?” “It does,” he said. “You think, do you, that it was with malice aforethought and trying to get the better of you unfairly that I asked that question?” “I don’t think it, I know it,” he said, “and you won’t make anything by it, for you won’t get the better of me by stealth and , failing stealth, you are not of the force to beat me in debate.” “Bless your soul,” said I, “I wouldn’t even attempt such a thing. But that nothing of the sort may spring up between us again, define in which sense you take the ruler and stronger. Do you mean the so-called ruler or that ruler in the precise sense of whom you were just now telling us, and for whose advantage as being the superior it will be just for the inferior to act?” “I mean the ruler in the very most precise sense of the word,” he said. “Now bring on against this your cavils and your shyster’s tricks if you are able. I ask no quarter. But you’ll find yourself unable.” “Why, do you suppose,” I said, “that I am so mad to try to try to beard a lion and try the pettifogger on Thrasymachus?” “You did try it just now,” he said, “paltry fellow though you be.” “Something too much of this sort of thing,” said I. “But tell me, your physician in the precise sense of whom you were just now speaking, is he a moneymaker, an earner of fees, or a healer of the sick? And remember to speak of the physician who is really such.” “A healer of the sick,” he replied. “And what of the lot—the pilot rightly so called—is he a ruler of sailors or a sailor?” “A ruler of sailors.” “We don’t, I fancy, have to take into account the fact that he actually sails in the ship, nor is he to be denominated a sailor. For it is not in respect of his sailing that he is called a pilot but in respect of his art and his ruling of the sailors.” “True,” he said. “Then for each of them is there not a something that is for his advantage?” “Quite so.” “And is it not also true,” said I, “that the art naturally exists for this, to discover and provide for each his advantage?” “Yes, for this.” “Is there, then, for each of the arts any other advantage than to be perfect as possible?” “What do you mean by that question?” “Just as if,” I said, “you should ask me whether it is enough for the body to be the body or whether it stands in need of something else, I would reply, ‘By all means it stands in need. That is the reason why the art of medicine has now been invented, because the body is defective and such defect is unsatisfactory. To provide for this, then, what is advantageous, that is the end for which the art was devised.’ Do you think that would be a correct answer, or not?”
ὀρθῶς, ἔφη. τί δὲ δή; αὐτὴ ἡ ἰατρική ἐστιν πονηρά, ἢ ἄλλη τις τέχνη ἔσθʼ ὅτι προσδεῖταί τινος ἀρετῆς—ὥσπερ ὀφθαλμοὶ ὄψεως καὶ ὦτα ἀκοῆς καὶ διὰ ταῦτα ἐπʼ αὐτοῖς δεῖ τινος τέχνης τῆς τὸ συμφέρον εἰς αὐτὰ ταῦτα σκεψομένης τε καὶ ἐκποριούσης— ἆρα καὶ ἐν αὐτῇ τῇ τέχνῃ ἔνι τις πονηρία, καὶ δεῖ ἑκάστῃ τέχνῃ ἄλλης τέχνης ἥτις αὐτῇ τὸ συμφέρον σκέψεται, καὶ τῇ σκοπουμένῃ ἑτέρας αὖ τοιαύτης, καὶ τοῦτʼ ἔστιν ἀπέραντον; ἢ αὐτὴ αὑτῇ τὸ συμφέρον σκέψεται; ἢ οὔτε αὑτῆς οὔτε ἄλλης προσδεῖται ἐπὶ τὴν αὑτῆς πονηρίαν τὸ συμφέρον σκοπεῖν· οὔτε γὰρ πονηρία οὔτε ἁμαρτία οὐδεμία οὐδεμιᾷ τέχνῃ πάρεστιν, οὐδὲ προσήκει τέχνῃ ἄλλῳ τὸ συμφέρον ζητεῖν ἢ ἐκείνῳ οὗ τέχνη ἐστίν, αὐτὴ δὲ ἀβλαβὴς καὶ ἀκέραιός ἐστιν ὀρθὴ οὖσα, ἕωσπερ ἂν ᾖ ἑκάστη ἀκριβὴς ὅλη ἥπερ ἐστίν; καὶ σκόπει ἐκείνῳ τῷ ἀκριβεῖ λόγῳ· οὕτως ἢ ἄλλως ἔχει; οὕτως, ἔφη, φαίνεται. οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἰατρικὴ ἰατρικῇ τὸ συμφέρον σκοπεῖ ἀλλὰ σώματι. ναί, ἔφη. οὐδὲ ἱππικὴ ἱππικῇ ἀλλʼ ἵπποις· οὐδὲ ἄλλη τέχνη οὐδεμία ἑαυτῇ—οὐδὲ γὰρ προσδεῖται—ἀλλʼ ἐκείνῳ οὗ τέχνη ἐστίν. φαίνεται, ἔφη, οὕτως. ἀλλὰ μήν, ὦ Θρασύμαχε, ἄρχουσί γε αἱ τέχναι καὶ κρατοῦσιν ἐκείνου οὗπέρ εἰσιν τέχναι. συνεχώρησεν ἐνταῦθα καὶ μάλα μόγις. οὐκ ἄρα ἐπιστήμη γε οὐδεμία τὸ τοῦ κρείττονος συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τοῦ ἥττονός τε καὶ ἀρχομένου ὑπὸ ἑαυτῆς. συνωμολόγησε μὲν καὶ ταῦτα τελευτῶν, ἐπεχείρει δὲ περὶ αὐτὰ μάχεσθαι· ἐπειδὴ δὲ ὡμολόγησεν, ἄλλο τι οὖν, ἦν δʼ ἐγώ, οὐδὲ ἰατρὸς οὐδείς, καθʼ ὅσον ἰατρός, τὸ τῷ ἰατρῷ συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τῷ κάμνοντι; ὡμολόγηται γὰρ ὁ ἀκριβὴς ἰατρὸς σωμάτων εἶναι ἄρχων ἀλλʼ οὐ χρηματιστής. ἢ οὐχ ὡμολόγηται; συνέφη. οὐκοῦν καὶ ὁ κυβερνήτης ὁ ἀκριβὴς ναυτῶν εἶναι ἄρχων ἀλλʼ οὐ ναύτης; ὡμολόγηται. οὐκ ἄρα ὅ γε τοιοῦτος κυβερνήτης τε καὶ ἄρχων τὸ τῷ κυβερνήτῃ συμφέρον σκέψεταί τε καὶ προστάξει, ἀλλὰ τὸ τῷ ναύτῃ τε καὶ ἀρχομένῳ. συνέφησε μόγις. οὐκοῦν, ἦν δʼ ἐγώ, ὦ Θρασύμαχε, οὐδὲ ἄλλος οὐδεὶς ἐν οὐδεμιᾷ ἀρχῇ, καθʼ ὅσον ἄρχων ἐστίν, τὸ αὑτῷ συμφέρον σκοπεῖ οὐδʼ ἐπιτάττει, ἀλλὰ τὸ τῷ ἀρχομένῳ καὶ ᾧ ἂν αὐτὸς δημιουργῇ, καὶ πρὸς ἐκεῖνο βλέπων καὶ τὸ ἐκείνῳ συμφέρον καὶ πρέπον, καὶ λέγει ἃ λέγει καὶ ποιεῖ ἃ ποιεῖ ἅπαντα.
“Correct,” he said. “But how about this? Is the medical art itself defective or faulty, or has any other art any need of some virtue, quality, or excellence—as the eyes of vision, the ears of hearing, and for this reason is there need of some art over them that will consider and provide what is advantageous for these very ends—does there exist in the art itself some defect and does each art require another art to consider its advantage and is there need of still another for the considering art and so on ad infinitum, or will the art look out for its own advantage? Or is it a fact that it needs neither itself nor another art to consider its advantage and provide against its deficiency? For there is no defect or error at all that dwells in any art. Nor does it befit an art to seek the advantage of anything else than that of its object. But the art itself is free from all harm and admixture of evil, and is right so long as each art is precisely and entirely that which it is. And consider the matter in that precise way of speaking. Is it so or not?” “It appears to be so,” he said. “Then medicine,” said I, “does not consider the advantage of medicine but of the body?” “Yes.” “Nor horsemanship of horsemanship but of horses, nor does any other art look out for itself—for it has no need—but for that of which it is the art.” “So it seems,” he replied. “But surely, Thrasymachus, the arts do hold rule and are stronger than that of which they are the arts.” He conceded this but it went very hard. “Then no art considers or enjoins the advantage of the stronger but every art that of the weaker which is ruled by it.” This too he was finally brought to admit though he tried to contest it. But when he had agreed—“Can we deny, then,” said I, “that neither does any physician in so far as he is a physician seek or enjoin the advantage of the physician but that of the patient? For we have agreed that the physician, ‘precisely’ speaking, is a ruler and governor of bodies and not a moneymaker. Did we agree on that?” He assented. “And so the ‘precise’ pilot is a ruler of sailors, not a sailor?” That was admitted. “Then that sort of a pilot and ruler will not consider and enjoin the advantage of the pilot but that of the sailor whose ruler he is.” He assented reluctantly. “Then,” said I, “Thrasymachus, neither does anyone in any office of rule in so far as he is a ruler consider and enjoin his own advantage but that of the one whom he rules and for whom he exercises his craft, and he keeps his eyes fixed on that and on what is advantageous and suitable to that in all that he says and does.”
ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου καὶ πᾶσι καταφανὲς ἦν ὅτι ὁ τοῦ δικαίου λόγος εἰς τοὐναντίον περιειστήκει, ὁ Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνεσθαι, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες, τίτθη σοι ἔστιν; τί δέ; ἦν δʼ ἐγώ· οὐκ ἀποκρίνεσθαι χρῆν μᾶλλον ἢ τοιαῦτα ἐρωτᾶν; ὅτι τοί σε, ἔφη, κορυζῶντα περιορᾷ καὶ οὐκ ἀπομύττει δεόμενον, ὅς γε αὐτῇ οὐδὲ πρόβατα οὐδὲ ποιμένα γιγνώσκεις. ὅτι δὴ τί μάλιστα; ἦν δʼ ἐγώ. ὅτι οἴει τοὺς ποιμένας ἢ τοὺς βουκόλους τὸ τῶν προβάτων ἢ τὸ τῶν βοῶν ἀγαθὸν σκοπεῖν καὶ παχύνειν αὐτοὺς καὶ θεραπεύειν πρὸς ἄλλο τι βλέποντας ἢ τὸ τῶν δεσποτῶν ἀγαθὸν καὶ τὸ αὑτῶν, καὶ δὴ καὶ τοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας, οἳ ὡς ἀληθῶς ἄρχουσιν, ἄλλως πως ἡγῇ διανοεῖσθαι πρὸς τοὺς ἀρχομένους ἢ ὥσπερ ἄν τις πρὸς πρόβατα διατεθείη, καὶ ἄλλο τι σκοπεῖν αὐτοὺς διὰ νυκτὸς καὶ ἡμέρας ἢ τοῦτο, ὅθεν αὐτοὶ ὠφελήσονται. καὶ οὕτω πόρρω εἶ περί τε τοῦ δικαίου καὶ δικαιοσύνης καὶ ἀδίκου τε καὶ ἀδικίας, ὥστε ἀγνοεῖς ὅτι ἡ μὲν δικαιοσύνη καὶ τὸ δίκαιον ἀλλότριον ἀγαθὸν τῷ ὄντι, τοῦ κρείττονός τε καὶ ἄρχοντος συμφέρον, οἰκεία δὲ τοῦ πειθομένου τε καὶ ὑπηρετοῦντος βλάβη, ἡ δὲ ἀδικία τοὐναντίον, καὶ ἄρχει τῶν ὡς ἀληθῶς εὐηθικῶν τε καὶ δικαίων, οἱ δʼ ἀρχόμενοι ποιοῦσιν τὸ ἐκείνου συμφέρον κρείττονος ὄντος, καὶ εὐδαίμονα ἐκεῖνον ποιοῦσιν ὑπηρετοῦντες αὐτῷ, ἑαυτοὺς δὲ οὐδʼ ὁπωστιοῦν. σκοπεῖσθαι δέ, ὦ εὐηθέστατε Σώκρατες, οὑτωσὶ χρή, ὅτι δίκαιος ἀνὴρ ἀδίκου πανταχοῦ ἔλαττον ἔχει. πρῶτον μὲν ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις, ὅπου ἂν ὁ τοιοῦτος τῷ τοιούτῳ κοινωνήσῃ, οὐδαμοῦ ἂν εὕροις ἐν τῇ διαλύσει τῆς κοινωνίας πλέον ἔχοντα τὸν δίκαιον τοῦ ἀδίκου ἀλλʼ ἔλαττον· ἔπειτα ἐν τοῖς πρὸς τὴν πόλιν, ὅταν τέ τινες εἰσφοραὶ ὦσιν, ὁ μὲν δίκαιος ἀπὸ τῶν ἴσων πλέον εἰσφέρει, ὁ δʼ ἔλαττον, ὅταν τε λήψεις, ὁ μὲν οὐδέν, ὁ δὲ πολλὰ κερδαίνει. καὶ γὰρ ὅταν ἀρχήν τινα ἄρχῃ ἑκάτερος, τῷ μὲν δικαίῳ ὑπάρχει, καὶ εἰ μηδεμία ἄλλη ζημία, τά γε οἰκεῖα διʼ ἀμέλειαν μοχθηροτέρως ἔχειν, ἐκ δὲ τοῦ δημοσίου μηδὲν ὠφελεῖσθαι διὰ τὸ δίκαιον εἶναι, πρὸς δὲ τούτοις ἀπεχθέσθαι τοῖς τε οἰκείοις καὶ τοῖς γνωρίμοις, ὅταν μηδὲν ἐθέλῃ αὐτοῖς ὑπηρετεῖν παρὰ τὸ δίκαιον· τῷ δὲ ἀδίκῳ πάντα τούτων τἀναντία ὑπάρχει.
When we had come to this point in the discussion and it was apparent to everybody that his formula of justice had suffered a reversal of form, Thrasymachus, instead of replying, said, “Tell me, Socrates, have you got a nurse?” “What do you mean?” said I. “Why didn’t you answer me instead of asking such a question?” “Because,” he said, “she lets her little ‘snotty’ run about drivelling and doesn’t wipe your face clean, though you need it badly, if she can’t get you to know the difference between the shepherd and the sheep.” “And what, pray, makes you think that?” said I. “Because you think that the shepherds and the neat-herds are considering the good of the sheep and the cattle and fatten and tend them with anything else in view than the good of their masters and themselves; and by the same token you seem to suppose that the rulers in our cities, I mean the real rulers, differ at all in their thoughts of the governed from a man’s attitude towards his sheep or that they think of anything else night and day than the sources of their own profit. And you are so far out concerning the just and justice and the unjust and injustice that you don’t know that justice and the just are literally the other fellow’s good—the advantage of the stronger and the ruler, but a detriment that is all his own of the subject who obeys and serves; while injustice is the contrary and rules those who are simple in every sense of the word and just, and they being thus ruled do what is for his advantage who is the stronger and make him happy in serving him, but themselves by no manner of means. And you must look at the matter, my simple-minded Socrates, in this way: that the just man always comes out at a disadvantage in his relation with the unjust. To begin with, in their business dealings in any joint undertaking of the two you will never find that the just man has the advantage over the unjust at the dissolution of the partnership but that he always has the worst of it. Then again, in their relations with the state, if there are direct taxes or contributions to be paid, the just man contributes more from an equal estate and the other less, and when there is a distribution the one gains much and the other nothing. And so when each holds office, apart from any other loss the just man must count on his own affairs falling into disorder through neglect, while because of his justice makes no profit from the state, and thereto he will displease his friends and his acquaintances by his unwillingness to serve them unjustly. But to the unjust man all the opposite advantages accrue.”
λέγω γὰρ ὅνπερ νυνδὴ ἔλεγον, τὸν μεγάλα δυνάμενον πλεονεκτεῖν· τοῦτον οὖν σκόπει, εἴπερ βούλει κρίνειν ὅσῳ μᾶλλον συμφέρει ἰδίᾳ αὑτῷ ἄδικον εἶναι ἢ τὸ δίκαιον. πάντων δὲ ῥᾷστα μαθήσῃ, ἐὰν ἐπὶ τὴν τελεωτάτην ἀδικίαν ἔλθῃς, ἣ τὸν μὲν ἀδικήσαντα εὐδαιμονέστατον ποιεῖ, τοὺς δὲ ἀδικηθέντας καὶ ἀδικῆσαι οὐκ ἂν ἐθέλοντας ἀθλιωτάτους. ἔστιν δὲ τοῦτο τυραννίς, ἣ οὐ κατὰ σμικρὸν τἀλλότρια καὶ λάθρᾳ καὶ βίᾳ ἀφαιρεῖται, καὶ ἱερὰ καὶ ὅσια καὶ ἴδια καὶ δημόσια, ἀλλὰ συλλήβδην· ὧν ἐφʼ ἑκάστῳ μέρει ὅταν τις ἀδικήσας μὴ λάθῃ, ζημιοῦταί τε καὶ ὀνείδη ἔχει τὰ μέγιστα—καὶ γὰρ ἱερόσυλοι καὶ ἀνδραποδισταὶ καὶ τοιχωρύχοι καὶ ἀποστερηταὶ καὶ κλέπται οἱ κατὰ μέρη ἀδικοῦντες τῶν τοιούτων κακουργημάτων καλοῦνται—ἐπειδὰν δέ τις πρὸς τοῖς τῶν πολιτῶν χρήμασιν καὶ αὐτοὺς ἀνδραποδισάμενος δουλώσηται, ἀντὶ τούτων τῶν αἰσχρῶν ὀνομάτων εὐδαίμονες καὶ μακάριοι κέκληνται, οὐ μόνον ὑπὸ τῶν πολιτῶν ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ὅσοι ἂν πύθωνται αὐτὸν τὴν ὅλην ἀδικίαν ἠδικηκότα· οὐ γὰρ τὸ ποιεῖν τὰ ἄδικα ἀλλὰ τὸ πάσχειν φοβούμενοι ὀνειδίζουσιν οἱ ὀνειδίζοντες τὴν ἀδικίαν. οὕτως, ὦ Σώκρατες, καὶ ἰσχυρότερον καὶ ἐλευθεριώτερον καὶ δεσποτικώτερον ἀδικία δικαιοσύνης ἐστὶν ἱκανῶς γιγνομένη, καὶ ὅπερ ἐξ ἀρχῆς ἔλεγον, τὸ μὲν τοῦ κρείττονος συμφέρον τὸ δίκαιον τυγχάνει ὄν, τὸ δʼ ἄδικον ἑαυτῷ λυσιτελοῦν τε καὶ συμφέρον. ταῦτα εἰπὼν ὁ Θρασύμαχος ἐν νῷ εἶχεν ἀπιέναι, ὥσπερ βαλανεὺς ἡμῶν καταντλήσας κατὰ τῶν ὤτων ἁθρόον καὶ πολὺν τὸν λόγον· οὐ μὴν εἴασάν γε αὐτὸν οἱ παρόντες, ἀλλʼ ἠνάγκασαν ὑπομεῖναί τε καὶ παρασχεῖν τῶν εἰρημένων λόγον. καὶ δὴ ἔγωγε καὶ αὐτὸς πάνυ ἐδεόμην τε καὶ εἶπον· ὦ δαιμόνιε Θρασύμαχε, οἷον ἐμβαλὼν λόγον ἐν νῷ ἔχεις ἀπιέναι πρὶν διδάξαι ἱκανῶς ἢ μαθεῖν εἴτε οὕτως εἴτε ἄλλως ἔχει; ἢ σμικρὸν οἴει ἐπιχειρεῖν πρᾶγμα διορίζεσθαι ὅλου βίου διαγωγήν, ᾗ ἂν διαγόμενος ἕκαστος ἡμῶν λυσιτελεστάτην ζωὴν ζῴη; ἐγὼ γὰρ οἶμαι, ἔφη ὁ Θρασύμαχος, τουτὶ ἄλλως ἔχειν; ἔοικας, ἦν δʼ ἐγώ—ἤτοι ἡμῶν γε οὐδὲν κήδεσθαι, οὐδέ τι φροντίζειν εἴτε χεῖρον εἴτε βέλτιον βιωσόμεθα ἀγνοοῦντες ὃ σὺ φῂς εἰδέναι.
“I mean, of course, the one I was just speaking of, the man who has the ability to overreach on a large scale. Consider this type of man, then, if you wish to judge how much more profitable it is to him personally to be unjust than to be just. And the easiest way of all to understand this matter will be to turn to the most consummate form of injustice which makes the man who has done the wrong most happy and those who are wronged and who would not themselves willingly do wrong most miserable. And this is tyranny, which both by stealth and by force takes away what belongs to others, both sacred and profane, both private and public, not little by little but at one swoop. For each several part of such wrongdoing the malefactor who fails to escape detection is fined and incurs the extreme of contumely; for temple-robbers, kidnappers, burglars, swindlers, and thieves the appellations of those who commit these partial forms of injustice. But when in addition to the property of the citizens men kidnap and enslave the citizens themselves, instead of these opprobrious names they are pronounced happy and blessed not only by their fellow-citizens but by all who hear the story of the man who has committed complete and entire injustice. For it is not the fear of doing but of suffering wrong that calls forth the reproaches of those who revile injustice. Thus, Socrates, injustice on a sufficiently large scale is a stronger, freer, and a more masterful thing than justice, and, as I said in the beginning, it is the advantage of the stronger that is the just, while the unjust is what profits man’s self and is for his advantage.” After this Thrasymachus was minded to depart when like a bathman he had poured his speech in a sudden flood over our ears. But the company would not suffer him and were insistent that he should remain and render an account of what he had said. And I was particularly urgent and said, “I am surprised at you, Thrasymachus; after hurling such a doctrine at us, can it be that you propose to depart without staying to teach us properly or learn yourself whether this thing is so or not? Do you think it is a small matter that you are attempting to determine and not the entire conduct of life that for each of us would make living most worth while?” “Well, do I deny it?” said Thrasymachus. “You seem to,” said I, “or else to care nothing for us and so feel no concern whether we are going to live worse or better lives in our ignorance of what you affirm that you know.”