Plato · Republic Πολιτεία

Plato, Republic 441a–445e: Book IV: The three parts of the soul and the four virtues; justice as health

Socrates argues that spirit is distinct from reason, since children have it from birth though some never acquire reason, and quotes Homer's line in which a man strikes his breast and chides his heart. A man is wise through the rational part, brave through the spirited part obeying reason, temperate when all three agree that reason should rule, and just when each part does its own work. Such a man will not steal, betray, commit adultery, or neglect the gods, and justice is not outward action but the inward order of the soul, like the harmony of the highest, lowest and middle notes of a scale. Justice is health of the soul and injustice disease, and Socrates says that there is one form of virtue and endless forms of vice, of which four are worth considering.

Sections 441a–445e · 2420 words · click a number to copy its link

ἆρʼ οὖν ἕτερον ὂν καὶ τούτου, ἢ λογιστικοῦ τι εἶδος, ὥστε μὴ τρία ἀλλὰ δύο εἴδη εἶναι ἐν ψυχῇ, λογιστικὸν καὶ ἐπιθυμητικόν; ἢ καθάπερ ἐν τῇ πόλει συνεῖχεν αὐτὴν τρία ὄντα γένη, χρηματιστικόν, ἐπικουρητικόν, βουλευτικόν, οὕτως καὶ ἐν ψυχῇ τρίτον τοῦτό ἐστι τὸ θυμοειδές, ἐπίκουρον ὂν τῷ λογιστικῷ φύσει, ἐὰν μὴ ὑπὸ κακῆς τροφῆς διαφθαρῇ; ἀνάγκη, ἔφη, τρίτον. ναί, ἦν δʼ ἐγώ, ἄν γε τοῦ λογιστικοῦ ἄλλο τι φανῇ, ὥσπερ τοῦ ἐπιθυμητικοῦ ἐφάνη ἕτερον ὄν. ἀλλʼ οὐ χαλεπόν, ἔφη, φανῆναι· καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γʼ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δʼ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. ναὶ μὰ Δίʼ, ἦν δʼ ἐγώ, καλῶς γε εἶπες. ἔτι δὲ ἐν τοῖς θηρίοις ἄν τις ἴδοι ὃ λέγεις, ὅτι οὕτως ἔχει. πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που [ἐκεῖ] εἴπομεν, τὸ τοῦ Ὁμήρου μαρτυρήσει, τὸ— στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· / ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν Ὅμηρος τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ. κομιδῇ, ἔφη, ὀρθῶς λέγεις. ταῦτα μὲν ἄρα, ἦν δʼ ἐγώ, μόγις διανενεύκαμεν, καὶ ἡμῖν ἐπιεικῶς ὡμολόγηται τὰ αὐτὰ μὲν ἐν πόλει, τὰ αὐτὰ δʼ ἐν ἑνὸς ἑκάστου τῇ ψυχῇ γένη ἐνεῖναι καὶ ἴσα τὸν ἀριθμόν. ἔστι ταῦτα. οὐκοῦν ἐκεῖνό γε ἤδη ἀναγκαῖον, ὡς πόλις ἦν σοφὴ καὶ ᾧ, οὕτω καὶ τὸν ἰδιώτην καὶ τούτῳ σοφὸν εἶναι; τί μήν; καὶ ᾧ δὴ ἀνδρεῖος ἰδιώτης καὶ ὥς, τούτῳ καὶ πόλιν ἀνδρείαν καὶ οὕτως, καὶ τἆλλα πάντα πρὸς ἀρετὴν ὡσαύτως ἀμφότερα ἔχειν; ἀνάγκη. καὶ δίκαιον δή, ὦ Γλαύκων, οἶμαι φήσομεν ἄνδρα εἶναι τῷ αὐτῷ τρόπῳ ᾧπερ καὶ πόλις ἦν δικαία. καὶ τοῦτο πᾶσα ἀνάγκη. ἀλλʼ οὔ πῃ μὴν τοῦτό γε ἐπιλελήσμεθα, ὅτι ἐκείνη γε τῷ τὸ ἑαυτοῦ ἕκαστον ἐν αὐτῇ πράττειν τριῶν ὄντων γενῶν δικαία ἦν. οὔ μοι δοκοῦμεν, ἔφη, ἐπιλελῆσθαι. μνημονευτέον ἄρα ἡμῖν ὅτι καὶ ἡμῶν ἕκαστος, ὅτου ἂν τὰ αὑτοῦ ἕκαστον τῶν ἐν αὐτῷ πράττῃ, οὗτος δίκαιός τε ἔσται καὶ τὰ αὑτοῦ πράττων. καὶ μάλα, ἦ δʼ ὅς, μνημονευτέον. οὐκοῦν τῷ μὲν λογιστικῷ ἄρχειν προσήκει, σοφῷ ὄντι καὶ ἔχοντι τὴν ὑπὲρ ἁπάσης τῆς ψυχῆς προμήθειαν, τῷ δὲ θυμοειδεῖ ὑπηκόῳ εἶναι καὶ συμμάχῳ τούτου; πάνυ γε.

“Is it then distinct from this too, or is it a form of the rational, so that there are not three but two kinds in the soul, the rational and the appetitive, or just as in the city there were three existing kinds that composed its structure, the moneymakers, the helpers, the counsellors, so also in the soul there exists a third kind, this principle of high spirit, which is the helper of reason by nature unless it is corrupted by evil nurture?” “We have to assume it as a third,” he said. “Yes,” said I, “provided it shall have been shown to be something different from the rational, as it has been shown to be other than the appetitive.” “That is not hard to be shown,” he said; “for that much one can see in children, that they are from their very birth chock-full of rage and high spirit, but as for reason, some of them, to my thinking, never participate in it, and the majority quite late.” “Yes, by heaven, excellently said,” I replied; “and further, one could see in animals that what you say is true. And to these instances we may add the testimony of Homer quoted above: He smote his breast and chided thus his heart. / For there Homer has clearly represented that in us which has reflected about the better and the worse as rebuking that which feels unreasoning anger as if it were a distinct and different thing.” “You are entirely right,” he said. “Through these waters, then,” said I, “we have with difficulty made our way and we are fairly agreed that the same kinds equal in number are to be found in the state and in the soul of each one of us.” “That is so.” “Then does not the necessity of our former postulate immediately follow, that as and whereby the state was wise so and thereby is the individual wise?” “Surely.” “And so whereby and as the individual is brave, thereby and so is the state brave, and that both should have all the other constituents of virtue in the same way?” “Necessarily.” “Just too, then, Glaucon, I presume we shall say a man is in the same way in which a city was just.” “That too is quite inevitable.” “But we surely cannot have forgotten this, that the state was just by reason of each of the three classes found in it fulfilling its own function.” “I don’t think we have forgotten,” he said. “We must remember, then, that each of us also in whom the several parts within him perform each their own task—he will be a just man and one who minds his own affair.” “We must indeed remember,” he said. “Does it not belong to the rational part to rule, being wise and exercising forethought in behalf of the entire soul, and to the principle of high spirit to be subject to this and its ally?” “Assuredly.”

ἆρʼ οὖν οὐχ, ὥσπερ ἐλέγομεν, μουσικῆς καὶ γυμναστικῆς κρᾶσις σύμφωνα αὐτὰ ποιήσει, τὸ μὲν ἐπιτείνουσα καὶ τρέφουσα λόγοις τε καλοῖς καὶ μαθήμασιν, τὸ δὲ ἀνιεῖσα παραμυθουμένη, ἡμεροῦσα ἁρμονίᾳ τε καὶ ῥυθμῷ; κομιδῇ γε, ἦ δʼ ὅς. καὶ τούτω δὴ οὕτω τραφέντε καὶ ὡς ἀληθῶς τὰ αὑτῶν μαθόντε καὶ παιδευθέντε προστήσεσθον τοῦ ἐπιθυμητικοῦ—ὃ δὴ πλεῖστον τῆς ψυχῆς ἐν ἑκάστῳ ἐστὶ καὶ χρημάτων φύσει ἀπληστότατον—ὃ τηρήσετον μὴ τῷ πίμπλασθαι τῶν περὶ τὸ σῶμα καλουμένων ἡδονῶν πολὺ καὶ ἰσχυρὸν γενόμενον οὐκ αὖ τὰ αὑτοῦ πράττῃ, ἀλλὰ καταδουλώσασθαι καὶ ἄρχειν ἐπιχειρήσῃ ὧν οὐ προσῆκον αὐτῷ γένει, καὶ σύμπαντα τὸν βίον πάντων ἀνατρέψῃ. πάνυ μὲν οὖν, ἔφη. ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ τοὺς ἔξωθεν πολεμίους τούτω ἂν κάλλιστα φυλαττοίτην ὑπὲρ ἁπάσης τῆς ψυχῆς τε καὶ τοῦ σώματος, τὸ μὲν βουλευόμενον, τὸ δὲ προπολεμοῦν, ἑπόμενον [δὲ] τῷ ἄρχοντι καὶ τῇ ἀνδρείᾳ ἐπιτελοῦν τὰ βουλευθέντα; ἔστι ταῦτα. καὶ ἀνδρεῖον δὴ οἶμαι τούτῳ τῷ μέρει καλοῦμεν ἕνα ἕκαστον, ὅταν αὐτοῦ τὸ θυμοειδὲς διασῴζῃ διά τε λυπῶν καὶ ἡδονῶν τὸ ὑπὸ τῶν λόγων παραγγελθὲν δεινόν τε καὶ μή. ὀρθῶς γʼ, ἔφη. σοφὸν δέ γε ἐκείνῳ τῷ σμικρῷ μέρει, τῷ ὃ ἦρχέν τʼ ἐν αὐτῷ καὶ ταῦτα παρήγγελλεν, ἔχον αὖ κἀκεῖνο ἐπιστήμην ἐν αὑτῷ τὴν τοῦ συμφέροντος ἑκάστῳ τε καὶ ὅλῳ τῷ κοινῷ σφῶν αὐτῶν τριῶν ὄντων. πάνυ μὲν οὖν. τί δέ; σώφρονα οὐ τῇ φιλίᾳ καὶ συμφωνίᾳ τῇ αὐτῶν τούτων, ὅταν τό τε ἄρχον καὶ τὼ ἀρχομένω τὸ λογιστικὸν ὁμοδοξῶσι δεῖν ἄρχειν καὶ μὴ στασιάζωσιν αὐτῷ; σωφροσύνη γοῦν, ἦ δʼ ὅς, οὐκ ἄλλο τί ἐστιν ἢ τοῦτο, πόλεώς τε καὶ ἰδιώτου. ἀλλὰ μὲν δὴ δίκαιός γε, ᾧ πολλάκις λέγομεν, τούτῳ καὶ οὕτως ἔσται. πολλὴ ἀνάγκη. τί οὖν; εἶπον ἐγώ· μή πῃ ἡμῖν ἀπαμβλύνεται ἄλλο τι δικαιοσύνη δοκεῖν εἶναι ἢ ὅπερ ἐν τῇ πόλει ἐφάνη; οὐκ ἔμοιγε, ἔφη, δοκεῖ. ὧδε γάρ, ἦν δʼ ἐγώ, παντάπασιν ἂν βεβαιωσαίμεθα εἴ τι ἡμῶν ἔτι ἐν τῇ ψυχῇ ἀμφισβητεῖ, τὰ φορτικὰ αὐτῷ προσφέροντες. ποῖα δή;

“Then is it not, as we said, the blending of music and gymnastics that will render them concordant, intensifying and fostering the one with fair words and teachings and relaxing and soothing and making gentle the other by harmony and rhythm?” “Quite so,” said he. “And these two thus reared and having learned and been educated to do their own work in the true sense of the phrase, will preside over the appetitive part which is the mass of the soul in each of us and the most insatiate by nature of wealth. They will keep watch upon it, lest, by being filled and infected with the so-called pleasures associated with the body and so waxing big and strong, it may not keep to its own work but may undertake to enslave and rule over the classes which it is not fitting that it should, and so overturn the entire life of all.” “By all means,” he said. “Would not these two, then, best keep guard against enemies from without also in behalf of the entire soul and body, the one taking counsel, the other giving battle, attending upon the ruler, and by its courage executing the ruler’s designs?” “That is so.” “Brave, too, then, I take it, we call each individual by virtue of this part in him, when, namely, his high spirit preserves in the midst of pains and pleasures the rule handed down by the reason as to what is or is not to be feared.” “Right,” he said. “But wise by that small part that ruled in him and handed down these commands, by its possession in turn within it of the knowledge of what is beneficial for each and for the whole, the community composed of the three.” “By all means.” “And again, was he not sober by reason of the friendship and concord of these same parts, when, namely, the ruling principle and its two subjects are at one in the belief that the reason ought to rule, and do not raise faction against it?” “The virtue of soberness certainly,” said he, “is nothing else than this, whether in a city or an individual.” “But surely, now, a man is just by that which and in the way we have so often described.” “That is altogether necessary.” “Well then,” said I, “has our idea of justice in any way lost the edge of its contour so as to look like anything else than precisely what it showed itself to be in the state?” “I think not,” he said. “We might,” I said, “completely confirm your reply and our own conviction thus, if anything in our minds still disputes our definition—by applying commonplace and vulgar tests to it.” “What are these?”

οἷον εἰ δέοι ἡμᾶς ἀνομολογεῖσθαι περί τε ἐκείνης τῆς πόλεως καὶ τοῦ ἐκείνῃ ὁμοίως πεφυκότος τε καὶ τεθραμμένου ἀνδρός, εἰ δοκεῖ ἂν παρακαταθήκην χρυσίου ἢ ἀργυρίου δεξάμενος ὁ τοιοῦτος ἀποστερῆσαι, τίνʼ ἂν οἴει οἰηθῆναι τοῦτον αὐτὸ δρᾶσαι μᾶλλον ἢ ὅσοι μὴ τοιοῦτοι; οὐδένʼ ἄν, ἔφη. οὐκοῦν καὶ ἱεροσυλιῶν καὶ κλοπῶν καὶ προδοσιῶν, ἢ ἰδίᾳ ἑταίρων ἢ δημοσίᾳ πόλεων, ἐκτὸς ἂν οὗτος εἴη; ἐκτός. καὶ μὴν οὐδʼ ὁπωστιοῦν γʼ ἂν ἄπιστος ἢ κατὰ ὅρκους ἢ κατὰ τὰς ἄλλας ὁμολογίας. πῶς γὰρ ἄν; μοιχεῖαί γε μὴν καὶ γονέων ἀμέλειαι καὶ θεῶν ἀθεραπευσίαι παντὶ ἄλλῳ μᾶλλον ἢ τῷ τοιούτῳ προσήκουσι. παντὶ μέντοι, ἔφη. οὐκοῦν τούτων πάντων αἴτιον ὅτι αὐτοῦ τῶν ἐν αὐτῷ ἕκαστον τὰ αὑτοῦ πράττει ἀρχῆς τε πέρι καὶ τοῦ ἄρχεσθαι; τοῦτο μὲν οὖν, καὶ οὐδὲν ἄλλο. ἔτι τι οὖν ἕτερον ζητεῖς δικαιοσύνην εἶναι ἢ ταύτην τὴν δύναμιν ἣ τοὺς τοιούτους ἄνδρας τε παρέχεται καὶ πόλεις; μὰ Δία, ἦ δʼ ὅς, οὐκ ἔγωγε. τέλεον ἄρα ἡμῖν τὸ ἐνύπνιον ἀποτετέλεσται, ὃ ἔφαμεν ὑποπτεῦσαι ὡς εὐθὺς ἀρχόμενοι τῆς πόλεως οἰκίζειν κατὰ θεόν τινα εἰς ἀρχήν τε καὶ τύπον τινὰ τῆς δικαιοσύνης κινδυνεύομεν ἐμβεβηκέναι. παντάπασιν μὲν οὖν. τὸ δέ γε ἦν ἄρα, ὦ Γλαύκων—διʼ ὃ καὶ ὠφελεῖ—εἴδωλόν τι τῆς δικαιοσύνης, τὸ τὸν μὲν σκυτοτομικὸν φύσει ὀρθῶς ἔχειν σκυτοτομεῖν καὶ ἄλλο μηδὲν πράττειν, τὸν δὲ τεκτονικὸν τεκταίνεσθαι, καὶ τἆλλα δὴ οὕτως. φαίνεται. τὸ δέ γε ἀληθές, τοιοῦτόν τι ἦν, ὡς ἔοικεν, ἡ δικαιοσύνη ἀλλʼ οὐ περὶ τὴν ἔξω πρᾶξιν τῶν αὑτοῦ, ἀλλὰ περὶ τὴν ἐντός, ὡς ἀληθῶς περὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ, μὴ ἐάσαντα τἀλλότρια πράττειν ἕκαστον ἐν αὑτῷ μηδὲ πολυπραγμονεῖν πρὸς ἄλληλα τὰ ἐν τῇ ψυχῇ γένη, ἀλλὰ τῷ ὄντι τὰ οἰκεῖα εὖ θέμενον καὶ ἄρξαντα αὐτὸν αὑτοῦ καὶ κοσμήσαντα καὶ φίλον γενόμενον ἑαυτῷ καὶ συναρμόσαντα τρία ὄντα, ὥσπερ ὅρους τρεῖς ἁρμονίας ἀτεχνῶς, νεάτης τε καὶ ὑπάτης καὶ μέσης, καὶ εἰ ἄλλα ἄττα μεταξὺ τυγχάνει ὄντα, πάντα ταῦτα συνδήσαντα καὶ παντάπασιν ἕνα γενόμενον ἐκ πολλῶν, σώφρονα καὶ ἡρμοσμένον, οὕτω δὴ πράττειν ἤδη, ἐάν τι πράττῃ ἢ περὶ χρημάτων κτῆσιν ἢ περὶ σώματος θεραπείαν ἢ καὶ πολιτικόν τι ἢ περὶ τὰ ἴδια συμβόλαια, ἐν πᾶσι τούτοις ἡγούμενον καὶ ὀνομάζοντα δικαίαν μὲν καὶ καλὴν πρᾶξιν ἣ ἂν ταύτην τὴν ἕξιν σῴζῃ τε καὶ συναπεργάζηται, σοφίαν δὲ τὴν ἐπιστατοῦσαν ταύτῃ τῇ πράξει ἐπιστήμην, ἄδικον δὲ πρᾶξιν ἣ ἂν ἀεὶ ταύτην λύῃ, ἀμαθίαν δὲ τὴν ταύτῃ αὖ ἐπιστατοῦσαν δόξαν.

“For example, if an answer were demanded to the question concerning that city and the man whose birth and breeding was in harmony with it, whether we believe that such a man, entrusted with a deposit of gold or silver, would withhold it and embezzle it, who do you suppose would think that he would be more likely so to act than men of a different kind?” “No one would,” he said. “And would not he be far removed from sacrilege and theft and betrayal of comrades in private life or of the state in public?” “He would.” “And, moreover, he would not be in any way faithless either in the keeping of his oaths or in other agreements.” “How could he?” “Adultery, surely, and neglect of parents and of the due service of the gods would pertain to anyone rather than to such a man.” “To anyone indeed,” he said. “And is not the cause of this to be found in the fact that each of the principles within him does its own work in the matter of ruling and being ruled?” “Yes, that and nothing else.” “Do you still, then, look for justice to be anything else than this potency which provides men and cities of this sort?” “No, by heaven,” he said, “I do not.” “Finished, then, is our dream and perfected —the surmise we spoke of, that, by some Providence, at the very beginning of our foundation of the state, we chanced to hit upon the original principle and a sort of type of justice.” “Most assuredly.” “It really was, it seems, Glaucon, which is why it helps, a sort of adumbration of justice, this principle that it is right for the cobbler by nature to cobble and occupy himself with nothing else, and the carpenter to practice carpentry, and similarly all others. But the truth of the matter was, as it seems, that justice is indeed something of this kind, yet not in regard to the doing of one’s own business externally, but with regard to that which is within and in the true sense concerns one’s self, and the things of one’s self—it means that a man must not suffer the principles in his soul to do each the work of some other and interfere and meddle with one another, but that he should dispose well of what in the true sense of the word is properly his own, and having first attained to self-mastery and beautiful order within himself, and having harmonized these three principles, the notes or intervals of three terms quite literally the lowest, the highest, and the mean, and all others there may be between them, and having linked and bound all three together and made of himself a unit, one man instead of many, self-controlled and in unison, he should then and then only turn to practice if he find aught to do either in the getting of wealth or the tendance of the body or it may be in political action or private business, in all such doings believing and naming the just and honorable action to be that which preserves and helps to produce this condition of soul, and wisdom the science that presides over such conduct; and believing and naming the unjust action to be that which ever tends to overthrow this spiritual constitution, and brutish ignorance, to be the opinion that in turn presides over this.”

παντάπασιν, ἦ δʼ ὅς, ὦ Σώκρατες, ἀληθῆ λέγεις. εἶεν, ἦν δʼ ἐγώ· τὸν μὲν δίκαιον καὶ ἄνδρα καὶ πόλιν καὶ δικαιοσύνην, ὃ τυγχάνει ἐν αὐτοῖς ὄν, εἰ φαῖμεν ηὑρηκέναι, οὐκ ἂν πάνυ τι οἶμαι δόξαιμεν ψεύδεσθαι. μὰ Δία οὐ μέντοι, ἔφη. φῶμεν ἄρα; φῶμεν. ἔστω δή, ἦν δʼ ἐγώ· μετὰ γὰρ τοῦτο σκεπτέον οἶμαι ἀδικίαν. δῆλον. οὐκοῦν στάσιν τινὰ αὖ τριῶν ὄντων τούτων δεῖ αὐτὴν εἶναι καὶ πολυπραγμοσύνην καὶ ἀλλοτριοπραγμοσύνην καὶ ἐπανάστασιν μέρους τινὸς τῷ ὅλῳ τῆς ψυχῆς, ἵνʼ ἄρχῃ ἐν αὐτῇ οὐ προσῆκον, ἀλλὰ τοιούτου ὄντος φύσει οἵου πρέπειν αὐτῷ δουλεύειν, τῷ δʼ οὐ δουλεύειν ἀρχικοῦ γένους ὄντι; τοιαῦτʼ ἄττα οἶμαι φήσομεν καὶ τὴν τούτων ταραχὴν καὶ πλάνην εἶναι τήν τε ἀδικίαν καὶ ἀκολασίαν καὶ δειλίαν καὶ ἀμαθίαν καὶ συλλήβδην πᾶσαν κακίαν. αὐτὰ μὲν οὖν ταῦτα, ἔφη. οὐκοῦν, ἦν δʼ ἐγώ, καὶ τὸ ἄδικα πράττειν καὶ τὸ ἀδικεῖν καὶ αὖ τὸ δίκαια ποιεῖν, ταῦτα πάντα τυγχάνει ὄντα κατάδηλα ἤδη σαφῶς, εἴπερ καὶ ἡ ἀδικία τε καὶ δικαιοσύνη; πῶς δή; ὅτι, ἦν δʼ ἐγώ, τυγχάνει οὐδὲν διαφέροντα τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν, ὡς ἐκεῖνα ἐν σώματι, ταῦτα ἐν ψυχῇ. πῇ; ἔφη. τὰ μέν που ὑγιεινὰ ὑγίειαν ἐμποιεῖ, τὰ δὲ νοσώδη νόσον. ναί. οὐκοῦν καὶ τὸ μὲν δίκαια πράττειν δικαιοσύνην ἐμποιεῖ, τὸ δʼ ἄδικα ἀδικίαν; ἀνάγκη. ἔστι δὲ τὸ μὲν ὑγίειαν ποιεῖν τὰ ἐν τῷ σώματι κατὰ φύσιν καθιστάναι κρατεῖν τε καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων, τὸ δὲ νόσον παρὰ φύσιν ἄρχειν τε καὶ ἄρχεσθαι ἄλλο ὑπʼ ἄλλου. ἔστι γάρ. οὐκοῦν αὖ, ἔφην, τὸ δικαιοσύνην ἐμποιεῖν τὰ ἐν τῇ ψυχῇ κατὰ φύσιν καθιστάναι κρατεῖν τε καὶ κρατεῖσθαι ὑπʼ ἀλλήλων, τὸ δὲ ἀδικίαν παρὰ φύσιν ἄρχειν τε καὶ ἄρχεσθαι ἄλλο ὑπʼ ἄλλου; κομιδῇ, ἔφη. ἀρετὴ μὲν ἄρα, ὡς ἔοικεν, ὑγίειά τέ τις ἂν εἴη καὶ κάλλος καὶ εὐεξία ψυχῆς, κακία δὲ νόσος τε καὶ αἶσχος καὶ ἀσθένεια. ἔστιν οὕτω. ἆρʼ οὖν οὐ καὶ τὰ μὲν καλὰ ἐπιτηδεύματα εἰς ἀρετῆς κτῆσιν φέρει, τὰ δʼ αἰσχρὰ εἰς κακίας; ἀνάγκη.

“What you say is entirely true, Socrates.” “Well,” said I, “if we should affirm that we had found the just man and state and what justice really is in them, I think we should not be much mistaken.” “No indeed, we should not,” he said. “Shall we affirm it, then?” “Let us so affirm.” “So be it, then,” said I; “next after this, I take it, we must consider injustice.” “Obviously.” “Must not this be a kind of civil war of these three principles, their meddlesomeness and interference with one another’s functions, and the revolt of one part against the whole of the soul that it may hold therein a rule which does not belong to it, since its nature is such that it befits it to serve as a slave to the ruling principle? Something of this sort, I fancy, is what we shall say, and that the confusion of these principles and their straying from their proper course is injustice and licentiousness and cowardice and brutish ignorance and, in general, all turpitude.” “Precisely this,” he replied. “Then,” said I, “to act unjustly and be unjust and in turn to act justly the meaning of all these terms becomes at once plain and clear, since injustice and justice are so.” “How so?” “Because,” said I, “these are in the soul what the healthful and the diseaseful are in the body; there is no difference.” “In what respect?” he said. “Healthful things surely engender health and diseaseful disease.” “Yes.” “Then does not doing just acts engender justice and unjust injustice?” “Of necessity.” “But to produce health is to establish the elements in a body in the natural relation of dominating and being dominated by one another, while to cause disease is to bring it about that one rules or is ruled by the other contrary to nature.” “Yes, that is so.” “And is it not likewise the production of justice in the soul to establish its principles in the natural relation of controlling and being controlled by one another, while injustice is to cause the one to rule or be ruled by the other contrary to nature?” “Exactly so,” he said. “Virtue, then, as it seems, would be a kind of health and beauty and good condition of the soul, and vice would be disease, ugliness, and weakness.” “It is so.” “Then is it not also true that beautiful and honorable pursuits tend to the winning of virtue and the ugly to vice?” “Of necessity.”

τὸ δὴ λοιπὸν ἤδη, ὡς ἔοικεν, ἡμῖν ἐστι σκέψασθαι πότερον αὖ λυσιτελεῖ δίκαιά τε πράττειν καὶ καλὰ ἐπιτηδεύειν καὶ εἶναι δίκαιον, ἐάντε λανθάνῃ ἐάντε μὴ τοιοῦτος ὤν, ἢ ἀδικεῖν τε καὶ ἄδικον εἶναι, ἐάνπερ μὴ διδῷ δίκην μηδὲ βελτίων γίγνηται κολαζόμενος. ἀλλʼ, ἔφη, ὦ Σώκρατες, γελοῖον ἔμοιγε φαίνεται τὸ σκέμμα γίγνεσθαι ἤδη, εἰ τοῦ μὲν σώματος τῆς φύσεως διαφθειρομένης δοκεῖ οὐ βιωτὸν εἶναι οὐδὲ μετὰ πάντων σιτίων τε καὶ ποτῶν καὶ παντὸς πλούτου καὶ πάσης ἀρχῆς, τῆς δὲ αὐτοῦ τούτου ᾧ ζῶμεν φύσεως ταραττομένης καὶ διαφθειρομένης βιωτὸν ἄρα ἔσται, ἐάνπερ τις ποιῇ ὃ ἂν βουληθῇ ἄλλο πλὴν τοῦτο ὁπόθεν κακίας μὲν καὶ ἀδικίας ἀπαλλαγήσεται, δικαιοσύνην δὲ καὶ ἀρετὴν κτήσεται, ἐπειδήπερ ἐφάνη γε ὄντα ἑκάτερα οἷα ἡμεῖς διεληλύθαμεν. γελοῖον γάρ, ἦν δʼ ἐγώ· ἀλλʼ ὅμως ἐπείπερ ἐνταῦθα ἐληλύθαμεν, ὅσον οἷόν τε σαφέστατα κατιδεῖν ὅτι ταῦτα οὕτως ἔχει οὐ χρὴ ἀποκάμνειν. ἥκιστα, νὴ τὸν Δία, ἔφη, πάντων ἀποκμητέον. δεῦρό νυν, ἦν δʼ ἐγώ, ἵνα καὶ ἴδῃς ὅσα καὶ εἴδη ἔχει ἡ κακία, ὡς ἐμοὶ δοκεῖ, ἅ γε δὴ καὶ ἄξια θέας. ἕπομαι, ἔφη· μόνον λέγε. καὶ μήν, ἦν δʼ ἐγώ, ὥσπερ ἀπὸ σκοπιᾶς μοι φαίνεται, ἐπειδὴ ἐνταῦθα ἀναβεβήκαμεν τοῦ λόγου, ἓν μὲν εἶναι εἶδος τῆς ἀρετῆς, ἄπειρα δὲ τῆς κακίας, τέτταρα δʼ ἐν αὐτοῖς ἄττα ὧν καὶ ἄξιον ἐπιμνησθῆναι. πῶς λέγεις; ἔφη. ὅσοι, ἦν δʼ ἐγώ, πολιτειῶν τρόποι εἰσὶν εἴδη ἔχοντες, τοσοῦτοι κινδυνεύουσι καὶ ψυχῆς τρόποι εἶναι. πόσοι δή; πέντε μέν, ἦν δʼ ἐγώ, πολιτειῶν, πέντε δὲ ψυχῆς. λέγε, ἔφη, τίνες. λέγω, εἶπον, ὅτι εἷς μὲν οὗτος ὃν ἡμεῖς διεληλύθαμεν πολιτείας εἴη ἂν τρόπος, ἐπονομασθείη δʼ ἂν καὶ διχῇ· ἐγγενομένου μὲν γὰρ ἀνδρὸς ἑνὸς ἐν τοῖς ἄρχουσι διαφέροντος βασιλεία ἂν κληθείη, πλειόνων δὲ ἀριστοκρατία. ἀληθῆ, ἔφη. τοῦτο μὲν τοίνυν, ἦν δʼ ἐγώ, ἓν εἶδος λέγω· οὔτε γὰρ ἂν πλείους οὔτε εἷς ἐγγενόμενοι κινήσειεν ἂν τῶν ἀξίων λόγου νόμων τῆς πόλεως, τροφῇ τε καὶ παιδείᾳ χρησάμενος ᾗ διήλθομεν. οὐ γὰρ εἰκός, ἔφη.

“And now at last, it seems, it remains for us to consider whether it is profitable to do justice and practice honorable pursuits and be just, whether one is known to be such or not, or whether injustice profits, and to be unjust, if only a man escape punishment and is not bettered by chastisement.” “Nay, Socrates,” he said, “I think that from this point on our inquiry becomes an absurdity—if, while life is admittedly intolerable with a ruined constitution of body even though accompanied by all the food and drink and wealth and power in the world, we are yet to be asked to suppose that, when the very nature and constitution of that whereby we live is disordered and corrupted, life is going to be worth living, if a man can only do as he pleases, and pleases to do anything save that which will rid him of evil and injustice and make him possessed of justice and virtue—now that the two have been shown to be as we have described them.” “Yes, it is absurd,” said I; “but nevertheless, now that we have won to this height, we must not grow weary in endeavoring to discover with the utmost possible clearness that these things are so.” “That is the last thing in the world we must do,” he said. “Come up here then,” said I, “that you may see how many are the kinds of evil, I mean those that it is worth while to observe and distinguish.” “I am with you,” he said; “only do you say on.” “And truly,” said I, “now that we have come to this height of argument I seem to see as from a point of outlook that there is one form of excellence, and that the forms of evil are infinite, yet that there are some four among them that it is worth while to take note of.” “What do you mean?” he said. “As many as are the varieties of political constitutions that constitute specific types, so many, it seems likely, are the characters of soul.” “How many, pray?” “There are five kinds of constitutions,” said I, “and five kinds of soul.” “Tell me what they are,” he said. “I tell you,” said I, “that one way of government would be the constitution that we have just expounded, but the names that might be applied to it are two. If one man of surpassing merit rose among the rulers, it would be denominated royalty; if more than one, aristocracy.” “True,” he said. “Well, then,” I said, “this is one of the forms I have in mind. For neither would a number of such men, nor one if he arose among them, alter to any extent worth mentioning the laws of our city—if he preserved the breeding and the education that we have described.” “It is not likely,” he said.

English translation by Paul Shorey (1930). Original text: Paul Shorey (trans.), Plato: The Republic, Loeb Classical Library, vol. 1 (Books I-V), 1930, and vol. 2 (Books VI-X), 1935, Cambridge, MA: Harvard University Press; London: William Heinemann; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.