ΣΩ. καὶ ἐγὼ εἶπον· νὴ τὸν Δία, εἰς καιρόν γε παρατετύχηκεν ἡμῖν ἐν τοῖς λόγοις Πρόδικος ὅδε. κινδυνεύει γάρ τοι, ὦ Πρωταγόρα, ἡ Προδίκου σοφία θεία τις εἶναι πάλαι, ἤτοι ἀπὸ Σιμωνίδου ἀρξαμένη, ἢ καὶ ἔτι παλαιοτέρα. σὺ δὲ ἄλλων πολλῶν ἔμπειρος ὢν ταύτης ἄπειρος εἶναι φαίνῃ, οὐχ ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἶναι Προδίκου τουτουΐ· καὶ νῦν μοι δοκεῖς οὐ μανθάνειν ὅτι καὶ τὸ «χαλεπὸν» τοῦτο ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμβάνεις, ἀλλʼ ὥσπερ περὶ τοῦ «δεινοῦ» Πρόδικός με οὑτοσὶ νουθετεῖ ἑκάστοτε, ὅταν ἐπαινῶν ἐγὼ ἢ σὲ ἢ ἄλλον τινὰ λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτᾷ εἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλῶν. τὸ γὰρ δεινόν, φησίν, κακόν ἐστιν· οὐδεὶς γοῦν λέγει ἑκάστοτε «δεινοῦ πλούτου» οὐδὲ «δεινῆς εἰρήνης» οὐδὲ «δεινῆς ὑγιείας,» ἀλλὰ «δεινῆς νόσου» καὶ «δεινοῦ πολέμου» καὶ «δεινῆς πενίας,» ὡς τοῦ δεινοῦ κακοῦ ὄντος. ἴσως οὖν καὶ τὸ «χαλεπὸν» αὖ οἱ Κεῖοι καὶ ὁ Σιμωνίδης ἢ κακὸν ὑπολαμβάνουσι ἢ ἄλλο τι ὃ σὺ οὐ μανθάνεις· ἐρώμεθα οὖν πρόδικον—δίκαιον γὰρ τὴν Σιμωνίδου φωνὴν τοῦτον ἐρωτᾶν—τί ἔλεγεν, ὦ Πρόδικε, τὸ «χαλεπὸν» Σιμωνίδης; κακόν, ἔφη. διὰ ταῦτʼ ἄρα καὶ μέμφεται, ἦν δʼ ἐγώ, ὦ Πρόδικε, τὸν Πιττακὸν λέγοντα χαλεπὸν ἐσθλὸν ἔμμεναι, ὥσπερ ἂν εἰ ἤκουεν αὐτοῦ λέγοντος ὅτι ἐστὶν κακὸν ἐσθλὸν ἔμμεναι. ἀλλὰ τί οἴει, ἔφη, λέγειν, ὦ Σώκρατες, Σιμωνίδην ἄλλο ἢ τοῦτο, καὶ ὀνειδίζειν τῷ Πιττακῷ ὅτι τὰ ὀνόματα οὐκ ἠπίστατο ὀρθῶς διαιρεῖν ἅτε Λέσβιος ὢν καὶ ἐν φωνῇ βαρβάρῳ τεθραμμένος; ἀκούεις δή, ἔφην ἐγώ, ὦ Πρωταγόρα, Προδίκου τοῦδε. ἔχεις τι πρὸς ταῦτα λέγειν; καὶ ὁ Πρωταγόρας, πολλοῦ γε δεῖ, ἔφη, οὕτως ἔχειν, ὦ Πρόδικε· ἀλλʼ ἐγὼ εὖ οἶδʼ ὅτι καὶ Σιμωνίδης τὸ «χαλεπὸν» ἔλεγεν ὅπερ ἡμεῖς οἱ ἄλλοι, οὐ τὸ κακόν, ἀλλʼ ὃ ἂν μὴ ῥᾴδιον ᾖ ἀλλὰ διὰ πολλῶν πραγμάτων γίγνηται. ἀλλὰ καὶ ἐγὼ οἶμαι, ἔφην, ὦ Πρωταγόρα, τοῦτο λέγειν Σιμωνίδην, καὶ Πρόδικόν γε τόνδε εἰδέναι, ἀλλὰ παίζειν καὶ σοῦ δοκεῖν ἀποπειρᾶσθαι εἰ οἷός τʼ ἔσῃ τῷ σαυτοῦ λόγῳ βοηθεῖν. ἐπεὶ ὅτι γε Σιμωνίδης οὐ λέγει τὸ χαλεπὸν κακόν, μέγα τεκμήριόν ἐστιν εὐθὺς τὸ μετὰ τοῦτο ῥῆμα· λέγει γὰρ ὅτι—θεὸς ἂν μόνος τοῦτʼ ἔχοι γέρας, / οὐ δήπου τοῦτό γε λέγων, κακὸν ἐσθλὸν ἔμμεναι, εἶτα τὸν θεόν φησιν μόνον τοῦτο ἂν ἔχειν καὶ τῷ θεῷ τοῦτο γέρας ἀπένειμε μόνῳ· ἀκόλαστον γὰρ ἄν τινα λέγοι Σιμωνίδην ὁ Πρόδικος καὶ οὐδαμῶς Κεῖον.
older. Learned as you are in many things, you appear to know nothing of this; but I know, for I am a disciple of his. And now, if I am not mistaken, you do not understand the word ‘hard’ (chalepon) in the sense which Simonides intended; and I must correct you, as Prodicus corrects me when I use the word ‘awful’ (deinon) as a term of praise. If I say that Protagoras or any one else is an ‘awfully’ wise man, he asks me if I am not ashamed of calling that which is good ‘awful’; and then he explains to me that the term ‘awful’ is always taken in a bad sense, and that no one speaks of being ‘awfully’ healthy or wealthy, or of ‘awful’ peace, but of ‘awful’ disease, ‘awful’ war, ‘awful’ poverty, meaning by the term ‘awful,’ evil. And I think that Simonides and his countrymen the Ceans, when they spoke of ‘hard’ meant ‘evil,’ or something which you do not understand. Let us ask Prodicus, for he ought to be able to answer questions about the dialect of Simonides. What did he mean, Prodicus, by the term ‘hard’?
Evil, said Prodicus.
And therefore, I said, Prodicus, he blames Pittacus for saying, ‘Hard is the good,’ just as if that were equivalent to saying, Evil is the good.
Yes, he said, that was certainly his meaning; and he is twitting Pittacus with ignorance of the use of terms, which in a Lesbian, who has been accustomed to speak a barbarous language, is natural.
Do you hear, Protagoras, I asked, what our friend Prodicus is saying? And have you an answer for him?
You are entirely mistaken, Prodicus, said Protagoras; and I know very well that Simonides in using the word ‘hard’ meant what all of us mean, not evil, but that which is not easy—that which takes a great deal of trouble: of this I am positive.
I said: I also incline to believe, Protagoras, that this was the meaning of Simonides, of which our friend Prodicus was very well aware, but he thought that he would make fun, and try if you could maintain your thesis; for that Simonides could never have meant the other is clearly proved by the context, in which he says that God only has this gift. Now he cannot surely mean to say that to be good is evil, when he afterwards proceeds to say that God only has this gift, and that this is the attribute of him and of no other. For if this be his meaning, Prodicus would impute to Simonides a character of recklessness which is very unlike his
ΣΩ. ἀλλʼ ἅ μοι δοκεῖ διανοεῖσθαι Σιμωνίδης ἐν τούτῳ τῷ ᾁσματι, ἐθέλω σοι εἰπεῖν, εἰ βούλει λαβεῖν μου πεῖραν ὅπως ἔχω, ὃ σὺ λέγεις τοῦτο, περὶ ἐπῶν· ἐὰν δὲ βούλῃ, σοῦ ἀκούσομαι. ὁ μὲν οὖν Πρωταγόρας ἀκούσας μου ταῦτα λέγοντος, εἰ σὺ βούλει, ἔφη, ὦ Σώκρατες· ὁ δὲ Πρόδικός τε καὶ ὁ Ἱππίας ἐκελευέτην πάνυ, καὶ οἱ ἄλλοι. ἐγὼ τοίνυν, ἦν δʼ ἐγώ, ἅ γέ μοι δοκεῖ περὶ τοῦ ᾄσματος τούτου, πειράσομαι ὑμῖν διεξελθεῖν. φιλοσοφία γάρ ἐστιν παλαιοτάτη τε καὶ πλείστη τῶν Ἑλλήνων ἐν Κρήτῃ τε καὶ ἐν Λακεδαίμονι, καὶ σοφισταὶ πλεῖστοι γῆς ἐκεῖ εἰσιν· ἀλλʼ ἐξαρνοῦνται καὶ σχηματίζονται ἀμαθεῖς εἶναι, ἵνα μὴ κατάδηλοι ὦσιν ὅτι σοφίᾳ τῶν Ἑλλήνων περίεισιν, ὥσπερ οὓς Πρωταγόρας ἔλεγε τοὺς σοφιστάς, ἀλλὰ δοκῶσιν τῷ μάχεσθαι καὶ ἀνδρείᾳ περιεῖναι, ἡγούμενοι, εἰ γνωσθεῖεν ᾧ περίεισιν, πάντας τοῦτο ἀσκήσειν, τὴν σοφίαν. νῦν δὲ ἀποκρυψάμενοι ἐκεῖνο ἐξηπατήκασιν τοὺς ἐν ταῖς πόλεσι λακωνίζοντας, καὶ οἱ μὲν ὦτά τε κατάγνυνται μιμούμενοι αὐτούς, καὶ ἱμάντας περιειλίττονται καὶ φιλογυμναστοῦσιν καὶ βραχείας ἀναβολὰς φοροῦσιν, ὡς δὴ τούτοις κρατοῦντας τῶν Ἑλλήνων τοὺς Λακεδαιμονίους· οἱ δὲ Λακεδαιμόνιοι, ἐπειδὰν βούλωνται ἀνέδην τοῖς παρʼ αὑτοῖς συγγενέσθαι σοφισταῖς καὶ ἤδη ἄχθωνται λάθρᾳ συγγιγνόμενοι, ξενηλασίας ποιούμενοι τῶν τε λακωνιζόντων τούτων καὶ ἐάν τις ἄλλος ξένος ὢν ἐπιδημήσῃ, συγγίγνονται τοῖς σοφισταῖς λανθάνοντες τοὺς ξένους, καὶ αὐτοὶ οὐδένα ἐῶσιν τῶν νέων εἰς τὰς ἄλλας πόλεις ἐξιέναι, ὥσπερ οὐδὲ Κρῆτες, ἵνα μὴ ἀπομανθάνωσιν ἃ αὐτοὶ διδάσκουσιν. εἰσὶν δὲ ἐν ταύταις ταῖς πόλεσιν οὐ μόνον ἄνδρες ἐπὶ παιδεύσει μέγα φρονοῦντες, ἀλλὰ καὶ γυναῖκες. γνοῖτε δʼ ἂν ὅτι ἐγὼ ταῦτα ἀληθῆ λέγω καὶ Λακεδαιμόνιοι πρὸς φιλοσοφίαν καὶ λόγους ἄριστα πεπαίδευνται, ὧδε· εἰ γὰρ ἐθέλει τις Λακεδαιμονίων τῷ φαυλοτάτῳ συγγενέσθαι, τὰ μὲν πολλὰ ἐν τοῖς λόγοις εὑρήσει αὐτὸν φαῦλόν τινα φαινόμενον, ἔπειτα, ὅπου ἂν τύχῃ τῶν λεγομένων, ἐνέβαλεν ῥῆμα ἄξιον λόγου βραχὺ καὶ συνεστραμμένον ὥσπερ δεινὸς ἀκοντιστής, ὥστε φαίνεσθαι τὸν προσδιαλεγόμενον παιδὸς μηδὲν βελτίω.
countrymen. And I should like to tell you, I said, what I imagine to be the real meaning of Simonides in this poem, if you will test what, in your way of speaking, would be called my skill in poetry; or if you would rather, I will be the listener.
To this proposal Protagoras replied: As you please;—and Hippias, Prodicus, and the others told me by all means to do as I proposed.
Then now, I said, I will endeavour to explain to you my opinion about this poem of Simonides. There is a very ancient philosophy which is more cultivated in Crete and Lacedaemon than in any other part of Hellas, and there are more philosophers in those countries than anywhere else in the world. This, however, is a secret which the Lacedaemonians deny; and they pretend to be ignorant, just because they do not wish to have it thought that they rule the world by wisdom, like the Sophists of whom Protagoras was speaking, and not by valour of arms; considering that if the reason of their superiority were disclosed, all men would be practising their wisdom. And this secret of theirs has never been discovered by the imitators of Lacedaemonian fashions in other cities, who go about with their ears bruised in imitation of them, and have the caestus bound on their arms, and are always in training, and wear short cloaks; for they imagine that these are the practices which have enabled the Lacedaemonians to conquer the other Hellenes. Now when the Lacedaemonians want to unbend and hold free conversation with their wise men, and are no longer satisfied with mere secret intercourse, they drive out all these laconizers, and any other foreigners who may happen to be in their country, and they hold a philosophical seance unknown to strangers; and they themselves forbid their young men to go out into other cities—in this they are like the Cretans—in order that they may not unlearn the lessons which they have taught them. And in Lacedaemon and Crete not only men but also women have a pride in their high cultivation. And hereby you may know that I am right in attributing to the Lacedaemonians this excellence in philosophy and speculation: If a man converses with the most ordinary Lacedaemonian, he will find him seldom good for much in general conversation, but at any point in the discourse he will be darting out some notable saying, terse and full of meaning, with unerring aim; and the person with whom he is talking seems to be like a child in his hands. And many of our own age and of former ages have noted that the true Lacedaemonian type of character has the love of philosophy even stronger than the love of gymnastics; they are conscious that only a perfectly educated man is capable of uttering such expressions. Such were Thales of
ΣΩ. τοῦτο οὖν αὐτὸ καὶ τῶν νῦν εἰσὶν οἳ κατανενοήκασι καὶ τῶν πάλαι, ὅτι τὸ λακωνίζειν πολὺ μᾶλλόν ἐστιν φιλοσοφεῖν ἢ φιλογυμναστεῖν, εἰδότες ὅτι τοιαῦτα οἷόν τʼ εἶναι ῥήματα φθέγγεσθαι τελέως πεπαιδευμένου ἐστὶν ἀνθρώπου. τούτων ἦν καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμόνιος Χίλων. οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων παιδείας, καὶ καταμάθοι ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα βραχέα ἀξιομνημόνευτα ἑκάστῳ εἰρημένα· οὗτοι καὶ κοινῇ συνελθόντες ἀπαρχὴν τῆς σοφίας ἀνέθεσαν τῷ Ἀπόλλωνι εἰς τὸν νεὼν τὸν ἐν Δελφοῖς, γράψαντες ταῦτα ἃ δὴ πάντες ὑμνοῦσιν, γνῶθι σαυτόν καὶ μηδὲν ἄγαν. τοῦ δὴ ἕνεκα ταῦτα λέγω; ὅτι οὗτος ὁ τρόπος ἦν τῶν παλαιῶν τῆς φιλοσοφίας, βραχυλογία τις Λακωνική· καὶ δὴ καὶ τοῦ Πιττακοῦ ἰδίᾳ περιεφέρετο τοῦτο τὸ ῥῆμα ἐγκωμιαζόμενον ὑπὸ τῶν σοφῶν, τὸ χαλεπὸν ἐσθλὸν ἔμμεναι. ὁ οὖν Σιμωνίδης, ἅτε φιλότιμος ὢν ἐπὶ σοφίᾳ, ἔγνω ὅτι εἰ καθέλοι τοῦτο τὸ ῥῆμα ὥσπερ εὐδοκιμοῦντα ἀθλητὴν καὶ περιγένοιτο αὐτοῦ, αὐτὸς εὐδοκιμήσει ἐν τοῖς τότε ἀνθρώποις. εἰς τοῦτο οὖν τὸ ῥῆμα καὶ τούτου ἕνεκα τούτῳ ἐπιβουλεύων κολοῦσαι αὐτὸ ἅπαν τὸ ᾆσμα πεποίηκεν, ὥς μοι φαίνεται. ἐπισκεψώμεθα δὴ αὐτὸ κοινῇ ἅπαντες, εἰ ἄρα ἐγὼ ἀληθῆ λέγω. εὐθὺς γὰρ τὸ πρῶτον τοῦ ᾄσματος μανικὸν ἂν φανείη, εἰ βουλόμενος λέγειν ὅτι ἄνδρα ἀγαθὸν γενέσθαι χαλεπόν, ἔπειτα ἐνέβαλε τὸ μέν. τοῦτο γὰρ οὐδὲ πρὸς ἕνα λόγον φαίνεται ἐμβεβλῆσθαι, ἐὰν μή τις ὑπολάβῃ πρὸς τὸ τοῦ Πιττακοῦ ῥῆμα ὥσπερ ἐρίζοντα λέγειν τὸν Σιμωνίδην· λέγοντος τοῦ Πιττακοῦ ὅτι χαλεπὸν ἐσθλὸν ἔμμεναι, ἀμφισβητοῦντα εἰπεῖν ὅτι οὔκ, ἀλλὰ γενέσθαι μὲν χαλεπὸν ἄνδρα ἀγαθόν ἐστιν, ὦ Πιττακέ, ὡς ἀληθῶς—οὐκ ἀληθείᾳ ἀγαθόν, οὐκ ἐπὶ τούτῳ λέγει τὴν ἀλήθειαν, ὡς ἄρα ὄντων τινῶν τῶν μὲν ὡς ἀληθῶς ἀγαθῶν, τῶν δὲ ἀγαθῶν μέν, οὐ μέντοι ἀληθῶς—εὔηθες γὰρ τοῦτό γε φανείη ἂν καὶ οὐ Σιμωνίδου—
Miletus, and Pittacus of Mitylene, and Bias of Priene, and our own Solon, and Cleobulus the Lindian, and Myson the Chenian; and seventh in the catalogue of wise men was the Lacedaemonian Chilo. All these were lovers and emulators and disciples of the culture of the Lacedaemonians, and any one may perceive that their wisdom was of this character; consisting of short memorable sentences, which they severally uttered. And they met together and dedicated in the temple of Apollo at Delphi, as the first-fruits of their wisdom, the far-famed inscriptions, which are in all men’s mouths—‘Know thyself,’ and ‘Nothing too much.’
Why do I say all this? I am explaining that this Lacedaemonian brevity was the style of primitive philosophy. Now there was a saying of Pittacus which was privately circulated and received the approbation of the wise, ‘Hard is it to be good.’ And Simonides, who was ambitious of the fame of wisdom, was aware that if he could overthrow this saying, then, as if he had won a victory over some famous athlete, he would carry off the palm among his contemporaries. And if I am not mistaken, he composed the entire poem with the secret intention of damaging Pittacus and his saying.
Let us all unite in examining his words, and see whether I am speaking the truth. Simonides must have been a lunatic, if, in the very first words of the poem, wanting to say only that to become good is hard, he inserted ‘on the one hand’ (‘on the one hand to become good is hard’); there would be no reason for the introduction of, unless you suppose him to speak with a hostile reference to the words of Pittacus. Pittacus is saying ‘Hard is it to be good,’ and he, in refutation of this thesis, rejoins that the truly hard thing, Pittacus, is to become good, not joining ‘truly’ with ‘good,’ but with ‘hard.’