ΕΤ. πόθεν, ὦ Σώκρατες, φαίνῃ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γʼ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.
ΣΩ. εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ πρῶτον ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης ἔχει;
ΕΤ. τί οὖν τὰ νῦν; ἦ παρʼ ἐκείνου φαίνῃ; καὶ πῶς πρός σε ὁ νεανίας διάκειται;
ΣΩ. εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ· καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπʼ ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν· παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά.
ΕΤ. καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.
ΣΩ. καὶ πολύ γε.
ΕΤ. τί φῄς; ἀστῷ ἢ ξένῳ;
ΣΩ. ξένῳ.
ΕΤ. ποδαπῷ;
ΣΩ. Ἀβδηρίτῃ.
ΕΤ. καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι;
ΣΩ. πῶς δʼ οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι;
ΕΤ. ἀλλʼ ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει;
ΣΩ. σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ σοφώτατος εἶναι Πρωταγόρας.
ΕΤ. ὢ τί λέγεις; Πρωταγόρας ἐπιδεδήμηκεν;
ΣΩ. τρίτην γε ἤδη ἡμέραν.
ΕΤ. καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;
Companion. Where do you come from, Socrates? And yet I need hardly ask the question, for I know that you have been in chase of the fair Alcibiades. I saw him the day before yesterday; and he had got a beard like a man,—and he is a man, as I may tell you in your ear. But I thought that he was still very charming.
Socrates. What of his beard? Are you not of Homer’s opinion, who says
‘Youth is most charming when the beard first appears’?
And that is now the charm of Alcibiades.
Companion. Well, and how do matters proceed? Have you been visiting him, and was he gracious to you?
Socrates. Yes, I thought that he was very gracious; and especially to-day, for I have just come from him, and he has been helping me in an argument. But shall I tell you a strange thing? I paid no attention to him, and several times I quite forgot that he was present.
Companion. What is the meaning of this? Has anything happened between you and him? For surely you cannot have discovered a fairer love than he is; certainly not in this city of Athens.
Socrates. Yes, much fairer.
Companion. What do you mean—a citizen or a foreigner?
Socrates. A foreigner.
Companion. Of what country?
Socrates. Of Abdera.
Companion. And is this stranger really in your opinion a fairer love than the son of Cleinias?
Socrates. And is not the wiser always the fairer, sweet friend?
Companion. But have you really met, Socrates, with some wise one?
Socrates. Say rather, with the wisest of all living men, if you are willing to accord that title to Protagoras.
ΣΩ. πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας.
ΕΤ. τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί;
ΣΩ. πάνυ μὲν οὖν· καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.
ΕΤ. καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.
ΣΩ. διπλῆ ἂν εἴη ἡ χάρις. ἀλλʼ οὖν ἀκούετε. τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ᾔει ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων, ὦ Σώκρατες, ἔφη, ἐγρήγορας ἢ καθεύδεις; καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, «Ἱπποκράτης,» ἔφην, «οὗτος· μή τι νεώτερον ἀγγέλλεις;» οὐδέν γʼ, ἦ δʼ ὅς, εἰ μὴ ἀγαθά γε. «εὖ ἂν λέγοις,» ἦν δʼ ἐγώ· «ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου;» Πρωταγόρας, ἔφη, ἥκει, στὰς παρʼ ἐμοί. «πρῴην,» ἔφην ἐγώ· «σὺ δὲ ἄρτι πέπυσαι;» νὴ τοὺς θεούς, ἔφη, ἑσπέρας γε. καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς πόδας μου, καὶ εἶπεν· ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφικόμενος ἐξ Οἰνόης. ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα· καὶ δῆτα μέλλων σοι φράζειν ὅτι διωξοίμην αὐτόν, ὑπό τινος ἄλλου ἐπελαθόμην. ἐπειδὴ δὲ ἦλθον καὶ δεδειπνηκότες ἦμεν καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι ἥκει Πρωταγόρας. καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τῶν νυκτῶν εἶναι· ἐπειδὴ δὲ τάχιστά με ἐκ τοῦ κόπου ὁ ὕπνος ἀνῆκεν, εὐθὺς ἀναστὰς οὕτω δεῦρο ἐπορευόμην. καὶ ἐγὼ γιγνώσκων αὐτοῦ τὴν ἀνδρείαν καὶ τὴν πτοίησιν, «τί οὖν σοι,» ἦν δʼ ἐγώ, «τοῦτο; μῶν τί σε ἀδικεῖ Πρωταγόρας;» καὶ ὃς γελάσας, νὴ τοὺς θεούς, ἔφη, ὦ Σώκρατες, ὅτι γε μόνος ἐστὶ σοφός, ἐμὲ δὲ οὐ ποιεῖ. «ἀλλὰ ναὶ μὰ Δία,» ἔφην ἐγώ, «ἂν αὐτῷ διδῷς ἀργύριον καὶ πείθῃς ἐκεῖνον, ποιήσει καὶ σὲ σοφόν.» εἰ γάρ, ἦ δʼ ὅς, ὦ Ζεῦ καὶ θεοί, ἐν τούτῳ εἴη· ὡς οὔτʼ ἂν τῶν ἐμῶν ἐπιλίποιμι οὐδὲν οὔτε τῶν φίλων· ἀλλʼ αὐτὰ ταῦτα καὶ νῦν ἥκω παρὰ σέ, ἵνα ὑπὲρ ἐμοῦ διαλεχθῇς αὐτῷ. ἐγὼ γὰρ ἅμα μὲν καὶ νεώτερός εἰμι, ἅμα δὲ οὐδὲ ἑώρακα Πρωταγόραν πώποτε οὐδʼ ἀκήκοα οὐδέν· ἔτι γὰρ παῖς ἦ ὅτε τὸ πρότερον ἐπεδήμησε.
Companion. What! Is Protagoras in Athens?
Socrates. Yes; he has been here two days.
Companion. And do you just come from an interview with him?
Socrates. Yes; and I have heard and said many things.
Companion. Then, if you have no engagement, suppose that you sit down and tell me what passed, and my attendant here shall give up his place to you.
Socrates. To be sure; and I shall be grateful to you for listening.
Companion. Thank you, too, for telling us.
Socrates. That is thank you twice over. Listen then:—
Last night, or rather very early this morning, Hippocrates, the son of Apollodorus and the brother of Phason, gave a tremendous thump with his staff at my door; some one opened to him, and he came rushing in and bawled out: Socrates, are you awake or asleep?
I knew his voice, and said: Hippocrates, is that you? and do you bring any news?
Good news, he said; nothing but good.
Delightful, I said; but what is the news? and why have you come hither at this unearthly hour?
He drew nearer to me and said: Protagoras is come.
Yes, I replied; he came two days ago: have you only just heard of his arrival?
Yes, by the gods, he said; but not until yesterday evening.
At the same time he felt for the truckle-bed, and sat down at my feet, and then he said: Yesterday quite late in the evening, on my return from Oenoe whither I had gone in pursuit of my runaway slave Satyrus, as I meant to have told you, if some other matter had not come in the way;—on my return, when we had done supper and were about to retire to rest, my brother said to me: Protagoras is come. I was going to you at once, and then I thought that the night was far spent. But the moment sleep left me after my fatigue, I got up and came hither direct.
I, who knew the very courageous madness of the man, said: What is the matter? Has Protagoras robbed you of anything?
He replied, laughing: Yes, indeed he has, Socrates, of the wisdom which he keeps from me.
But, surely, I said, if you give him money, and make friends with him, he will make you as wise as he is himself.
Would to heaven, he replied, that this were the case! He might take all that I have, and all that my friends have, if he pleased. But that is why I have come to you now, in order that you may speak to him on my behalf; for I am young, and also I have never seen nor heard him; (when he visited