Plato · Protagoras Πρωταγόρας

Plato, Protagoras 352a–355e: Knowledge and pleasure: is knowledge dragged about like a slave?

Socrates says that most people think that knowledge is not a strong ruling thing but is dragged about by anger, pleasure, pain, love or fear, as if it were a slave, and Protagoras agrees with him that knowledge is a noble thing that rules. Socrates then asks what people mean when they say that a man is overcome by pleasure and does what he knows to be evil, and finds that they call things evil only because they end in pain, and good because they end in pleasure. He asks the multitude to agree that the pleasant is the good and the painful the evil, and shows that if pleasure is the good it is absurd to say that a man does evil, knowing it to be evil, because he is overcome by pleasure. Protagoras agrees, with some hesitation, to follow this account.

Sections 352a–355e · 1636 words · click a number to copy its link

ΣΩ. ἆρʼ οὖν, ἦν δʼ ἐγώ, τῇδέ πῃ καταφανὲς ἂν ἡμῖν γένοιτο; ὥσπερ εἴ τις ἄνθρωπον σκοπῶν ἐκ τοῦ εἴδους ἢ πρὸς ὑγίειαν ἢ πρὸς ἄλλο τι τῶν τοῦ σώματος ἔργων, ἰδὼν τὸ πρόσωπον καὶ τὰς χεῖρας ἄκρας εἴποι· «ἴθι δή μοι ἀποκαλύψας καὶ τὰ στήθη καὶ τὸ μετάφρενον ἐπίδειξον, ἵνα ἐπισκέψωμαι σαφέστερον,» καὶ ἐγὼ τοιοῦτόν τι ποθῶ πρὸς τὴν σκέψιν· θεασάμενος ὅτι οὕτως ἔχεις πρὸς τὸ ἀγαθὸν καὶ τὸ ἡδὺ ὡς φῄς, δέομαι τοιοῦτόν τι εἰπεῖν· ἴθι δή μοι, ὦ Πρωταγόρα, καὶ τόδε τῆς διανοίας ἀποκάλυψον· πῶς ἔχεις πρὸς ἐπιστήμην; πότερον καὶ τοῦτό σοι δοκεῖ ὥσπερ τοῖς πολλοῖς ἀνθρώποις, ἢ ἄλλως; δοκεῖ δὲ τοῖς πολλοῖς περὶ ἐπιστήμης τοιοῦτόν τι, οὐκ ἰσχυρὸν οὐδʼ ἡγεμονικὸν οὐδʼ ἀρχικὸν εἶναι· οὐδὲ ὡς περὶ τοιούτου αὐτοῦ ὄντος διανοοῦνται, ἀλλʼ ἐνούσης πολλάκις ἀνθρώπῳ ἐπιστήμης οὐ τὴν ἐπιστήμην αὐτοῦ ἄρχειν ἀλλʼ ἄλλο τι, τοτὲ μὲν θυμόν, τοτὲ δὲ ἡδονήν, τοτὲ δὲ λύπην, ἐνίοτε δὲ ἔρωτα, πολλάκις δὲ φόβον, ἀτεχνῶς διανοούμενοι περὶ τῆς ἐπιστήμης ὥσπερ περὶ ἀνδραπόδου, περιελκομένης ὑπὸ τῶν ἄλλων ἁπάντων. ἆρʼ οὖν καὶ σοὶ τοιοῦτόν τι περὶ αὐτῆς δοκεῖ, ἢ καλόν τε εἶναι ἡ ἐπιστήμη καὶ οἷον ἄρχειν τοῦ ἀνθρώπου, καὶ ἐάνπερ γιγνώσκῃ τις τἀγαθὰ καὶ τὰ κακά, μὴ ἂν κρατηθῆναι ὑπὸ μηδενὸς ὥστε ἄλλʼ ἄττα πράττειν ἢ ἃν ἐπιστήμη κελεύῃ, ἀλλʼ ἱκανὴν εἶναι τὴν φρόνησιν βοηθεῖν τῷ ἀνθρώπῳ; καὶ δοκεῖ, ἔφη, ὥσπερ σὺ λέγεις, ὦ Σώκρατες, καὶ ἅμα, εἴπερ τῳ ἄλλῳ, αἰσχρόν ἐστι καὶ ἐμοὶ σοφίαν καὶ ἐπιστήμην μὴ οὐχὶ πάντων κράτιστον φάναι εἶναι τῶν ἀνθρωπείων πραγμάτων. καλῶς γε, ἔφην ἐγώ, σὺ λέγων καὶ ἀληθῆ. οἶσθα οὖν ὅτι οἱ πολλοὶ τῶν ἀνθρώπων ἐμοί τε καὶ σοὶ οὐ πείθονται, ἀλλὰ πολλούς φασι γιγνώσκοντας τὰ βέλτιστα οὐκ ἐθέλειν πράττειν, ἐξὸν αὐτοῖς, ἀλλὰ ἄλλα πράττειν· καὶ ὅσους δὴ ἐγὼ ἠρόμην ὅτι ποτε αἴτιόν ἐστι τούτου, ὑπὸ ἡδονῆς φασιν ἡττωμένους ἢ λύπης ἢ ὧν νυνδὴ ἐγὼ ἔλεγον ὑπό τινος τούτων κρατουμένους ταῦτα ποιεῖν τοὺς ποιοῦντας. πολλὰ γὰρ οἶμαι, ἔφη, ὦ Σώκρατες, καὶ ἄλλα οὐκ ὀρθῶς λέγουσιν οἱ ἄνθρωποι.

one who is enquiring into the health or some other bodily quality of another:—he looks at his face and at the tips of his fingers, and then he says, Uncover your chest and back to me that I may have a better view:—that is the sort of thing which I desire in this speculation. Having seen what your opinion is about good and pleasure, I am minded to say to you: Uncover your mind to me, Protagoras, and reveal your opinion about knowledge, that I may know whether you agree with the rest of the world. Now the rest of the world are of opinion that knowledge is a principle not of strength, or of rule, or of command: their notion is that a man may have knowledge, and yet that the knowledge which is in him may be overmastered by anger, or pleasure, or pain, or love, or perhaps by fear,—just as if knowledge were a slave, and might be dragged about anyhow. Now is that your view? or do you think that knowledge is a noble and commanding thing, which cannot be overcome, and will not allow a man, if he only knows the difference of good and evil, to do anything which is contrary to knowledge, but that wisdom will have strength to help him?

I agree with you, Socrates, said Protagoras; and not only so, but I, above all other men, am bound to say that wisdom and knowledge are the highest of human things.

Good, I said, and true. But are you aware that the majority of the world are of another mind; and that men are commonly supposed to know the things which are best, and not to do them when they might? And most persons whom I have asked the reason of this have said that when men act contrary to knowledge they are overcome by pain, or pleasure, or some of those affections which I was just now mentioning.

Yes, Socrates, he replied; and that is not the only point about which mankind are in error.

Suppose, then, that you and I endeavour to instruct and inform them what is the nature of this affection which they call ‘being overcome by pleasure,’ and which they

ΣΩ. ἴθι δὴ μετʼ ἐμοῦ ἐπιχείρησον πείθειν τοὺς ἀνθρώπους καὶ διδάσκειν ὅ ἐστιν αὐτοῖς τοῦτο τὸ πάθος, ὅ φασιν ὑπὸ τῶν ἡδονῶν ἡττᾶσθαι καὶ οὐ πράττειν διὰ ταῦτα τὰ βέλτιστα, ἐπεὶ γιγνώσκειν γε αὐτά. ἴσως γὰρ ἂν λεγόντων ἡμῶν ὅτι οὐκ ὀρθῶς λέγετε, ὦ ἄνθρωποι, ἀλλὰ ψεύδεσθε, ἔροιντʼ ἂν ἡμᾶς· «ὦ Πρωταγόρα τε καὶ Σώκρατες, εἰ μὴ ἔστιν τοῦτο τὸ πάθημα ἡδονῆς ἡττᾶσθαι, ἀλλὰ τί ποτʼ ἐστίν, καὶ τί ὑμεῖς αὐτό φατε εἶναι; εἴπατον ἡμῖν.» τί δέ, ὦ Σώκρατες, δεῖ ἡμᾶς σκοπεῖσθαι τὴν τῶν πολλῶν δόξαν ἀνθρώπων, οἳ ὅτι ἂν τύχωσι τοῦτο λέγουσιν; οἶμαι, ἦν δʼ ἐγώ, εἶναί τι ἡμῖν τοῦτο πρὸς τὸ ἐξευρεῖν περὶ ἀνδρείας, πρὸς τἆλλα μόρια τὰ τῆς ἀρετῆς πῶς ποτʼ ἔχει. εἰ οὖν σοι δοκεῖ ἐμμένειν οἷς ἄρτι ἔδοξεν ἡμῖν, ἐμὲ ἡγήσασθαι ᾗ οἶμαι ἂν ἔγωγε κάλλιστα φανερὸν γενέσθαι, ἕπου· εἰ δὲ μὴ βούλει, εἴ σοι φίλον, ἐῶ χαίρειν. ἀλλʼ, ἔφη, ὀρθῶς λέγεις· καὶ πέραινε ὥσπερ ἤρξω. πάλιν τοίνυν, ἔφην ἐγώ, εἰ ἔροιντο ἡμᾶς· «τί οὖν φατε τοῦτο εἶναι, ὃ ἡμεῖς ἥττω εἶναι τῶν ἡδονῶν ἐλέγομεν;» εἴποιμʼ ἂν ἔγωγε πρὸς αὐτοὺς ὡδί· Ἀκούετε δή· πειρασόμεθα γὰρ ὑμῖν ἐγώ τε καὶ Πρωταγόρας φράσαι. ἄλλο τι γάρ, ὦ ἄνθρωποι, φατὲ ὑμῖν τοῦτο γίγνεσθαι ἐν τοῖσδε, οἷον πολλάκις ὑπὸ σίτων καὶ ποτῶν καὶ ἀφροδισίων κρατούμενοι ἡδέων ὄντων, γιγνώσκοντες ὅτι πονηρά ἐστιν, ὅμως αὐτὰ πράττειν;—φαῖεν ἄν.—οὐκοῦν ἐροίμεθʼ ἂν αὐτοὺς ἐγώ τε καὶ σὺ πάλιν· Πονηρὰ δὲ αὐτὰ πῇ φατε εἶναι; πότερον ὅτι τὴν ἡδονὴν ταύτην ἐν τῷ παραχρῆμα παρέχει καὶ ἡδύ ἐστιν ἕκαστον αὐτῶν, ἢ ὅτι εἰς τὸν ὕστερον χρόνον νόσους τε ποιεῖ καὶ πενίας καὶ ἄλλα τοιαῦτα πολλὰ παρασκευάζει; ἢ κἂν εἴ τι τούτων εἰς τὸ ὕστερον μηδὲν παρασκευάζει, χαίρειν δὲ μόνον ποιεῖ, ὅμως δʼ ἂν κακὰ ἦν, ὅτι μαθόντα χαίρειν ποιεῖ καὶ ὁπῃοῦν; ἆρʼ οἰόμεθʼ ἂν αὐτούς, ὦ Πρωταγόρα, ἄλλο τι ἀποκρίνασθαι ἢ ὅτι οὐ κατὰ τὴν αὐτῆς τῆς ἡδονῆς τῆς παραχρῆμα ἐργασίαν κακά ἐστιν, ἀλλὰ διὰ τὰ ὕστερον γιγνόμενα, νόσους τε καὶ τἆλλα.—ἐγὼ μὲν οἶμαι, ἔφη ὁ Πρωταγόρας, τοὺς πολλοὺς ἂν ταῦτα ἀποκρίνασθαι.—οὐκοῦν νόσους ποιοῦντα ἀνίας ποιεῖ, καὶ πενίας ποιοῦντα ἀνίας ποιεῖ; Ὁμολογοῖεν ἄν, ὡς ἐγᾦμαι.—συνέφη ὁ Πρωταγόρας.—

affirm to be the reason why they do not always do what is best. When we say to them: Friends, you are mistaken, and are saying what is not true, they would probably reply: Socrates and Protagoras, if this affection of the soul is not to be called ‘being overcome by pleasure,’ pray, what is it, and by what name would you describe it?

But why, Socrates, should we trouble ourselves about the opinion of the many, who just say anything that happens to occur to them?

I believe, I said, that they may be of use in helping us to discover how courage is related to the other parts of virtue. If you are disposed to abide by our agreement, that I should show the way in which, as I think, our recent difficulty is most likely to be cleared up, do you follow; but if not, never mind.

You are quite right, he said; and I would have you proceed as you have begun.

Well then, I said, let me suppose that they repeat their question, What account do you give of that which, in our way of speaking, is termed being overcome by pleasure? I should answer thus: Listen, and Protagoras and I will endeavour to show you. When men are overcome by eating and drinking and other sensual desires which are pleasant, and they, knowing them to be evil, nevertheless indulge in them, would you not say that they were overcome by pleasure? They will not deny this. And suppose that you and I were to go on and ask them again: ‘In what way do you say that they are evil,—in that they are pleasant and give pleasure at the moment, or because they cause disease and poverty and other like evils in the future? Would they still be evil, if they had no attendant evil consequences, simply because they give the consciousness of pleasure of whatever nature?’—Would they not answer that they are not evil on account of the pleasure which is immediately given by them, but on account of the after consequences—diseases and the like?

I believe, said Protagoras, that the world in general would answer as you do.

And in causing diseases do they not cause pain? and in causing poverty do they not cause pain;—they would agree to that also, if I am not mistaken?

Protagoras assented.

Then I should say to them, in my name and yours: Do you think them evil for any other reason, except because they end in pain and rob us of other pleasures:—there again they would agree?

We both of us thought that they would.

ΣΩ. οὐκοῦν φαίνεται, ὦ ἄνθρωποι, ὑμῖν, ὥς φαμεν ἐγώ τε καὶ Πρωταγόρας, διʼ οὐδὲν ἄλλο ταῦτα κακὰ ὄντα ἢ διότι εἰς ἀνίας τε ἀποτελευτᾷ καὶ ἄλλων ἡδονῶν ἀποστερεῖ; Ὁμολογοῖεν ἄν;—συνεδόκει ἡμῖν ἀμφοῖν.—οὐκοῦν πάλιν ἂν αὐτοὺς τὸ ἐναντίον εἰ ἐροίμεθα· ὦ ἄνθρωποι οἱ λέγοντες αὖ ἀγαθὰ ἀνιαρὰ εἶναι, ἆρα οὐ τὰ τοιάδε λέγετε, οἷον τά τε γυμνάσια καὶ τὰς στρατείας καὶ τὰς ὑπὸ τῶν ἰατρῶν θεραπείας τὰς διὰ καύσεών τε καὶ τομῶν καὶ φαρμακειῶν καὶ λιμοκτονιῶν γιγνομένας, ὅτι ταῦτα ἀγαθὰ μέν ἐστιν, ἀνιαρὰ δέ; φαῖεν ἄν;—συνεδόκει.—πότερον οὖν κατὰ τόδε ἀγαθὰ αὐτὰ καλεῖτε, ὅτι ἐν τῷ παραχρῆμα ὀδύνας τὰς ἐσχάτας παρέχει καὶ ἀλγηδόνας, ἢ ὅτι εἰς τὸν ὕστερον χρόνον ὑγίειαί τε ἀπʼ αὐτῶν γίγνονται καὶ εὐεξίαι τῶν σωμάτων καὶ τῶν πόλεων σωτηρίαι καὶ ἄλλων ἀρχαὶ καὶ πλοῦτοι; φαῖεν ἄν, ὡς ἐγᾦμαι.—συνεδόκει.—ταῦτα δὲ ἀγαθά ἐστι διʼ ἄλλο τι ἢ ὅτι εἰς ἡδονὰς ἀποτελευτᾷ καὶ λυπῶν ἀπαλλαγάς τε καὶ ἀποτροπάς; ἢ ἔχετέ τι ἄλλο τέλος λέγειν, εἰς ὃ ἀποβλέψαντες αὐτὰ ἀγαθὰ καλεῖτε, ἀλλʼ ἢ ἡδονάς τε καὶ λύπας; οὐκ ἂν φαῖεν, ὡς ἐγᾦμαι.—οὐδʼ ἐμοὶ δοκεῖ, ἔφη ὁ Πρωταγόρας.—οὐκοῦν τὴν μὲν ἡδονὴν διώκετε ὡς ἀγαθὸν ὄν, τὴν δὲ λύπην φεύγετε ὡς κακόν;—συνεδόκει.—τοῦτʼ ἄρα ἡγεῖσθʼ εἶναι κακόν, τὴν λύπην, καὶ ἀγαθὸν τὴν ἡδονήν, ἐπεὶ καὶ αὐτὸ τὸ χαίρειν τότε λέγετε κακὸν εἶναι, ὅταν μειζόνων ἡδονῶν ἀποστερῇ ἢ ὅσας αὐτὸ ἔχει, ἢ λύπας μείζους παρασκευάζῃ τῶν ἐν αὐτῷ ἡδονῶν· ἐπεὶ εἰ κατʼ ἄλλο τι αὐτὸ τὸ χαίρειν κακὸν καλεῖτε καὶ εἰς ἄλλο τι τέλος ἀποβλέψαντες, ἔχοιτε ἂν καὶ ἡμῖν εἰπεῖν· ἀλλʼ οὐχ ἕξετε.—οὐδʼ ἐμοὶ δοκοῦσιν, ἔφη ὁ Πρωταγόρας.—ἄλλο τι οὖν πάλιν καὶ περὶ αὐτοῦ τοῦ λυπεῖσθαι ὁ αὐτὸς τρόπος; τότε καλεῖτε αὐτὸ τὸ λυπεῖσθαι ἀγαθόν, ὅταν ἢ μείζους λύπας τῶν ἐν αὐτῷ οὐσῶν ἀπαλλάττῃ ἢ μείζους ἡδονὰς τῶν λυπῶν παρασκευάζῃ; ἐπεὶ εἰ πρὸς ἄλλο τι τέλος ἀποβλέπετε, ὅταν καλῆτε αὐτὸ τὸ λυπεῖσθαι ἀγαθόν, ἢ πρὸς ὃ ἐγὼ λέγω, ἔχετε ἡμῖν εἰπεῖν· ἀλλʼ οὐχ ἕξετε.—ἀληθῆ, ἔφη, λέγεις, ὁ Πρωταγόρας. πάλιν τοίνυν, ἔφην ἐγώ, εἴ με ἀνέροισθε, ὦ ἄνθρωποι, «τίνος οὖν δήποτε ἕνεκα πολλὰ περὶ τούτου λέγεις καὶ πολλαχῇ;» Συγγιγνώσκετέ μοι, φαίην ἂν ἔγωγε. πρῶτον μὲν γὰρ οὐ ῥᾴδιον ἀποδεῖξαι τί ἐστίν ποτε τοῦτο ὃ ὑμεῖς καλεῖτε τῶν ἡδονῶν ἥττω εἶναι· ἔπειτα ἐν τούτῳ εἰσὶν πᾶσαι αἱ ἀποδείξεις.

And then I should take the question from the opposite point of view, and say: ‘Friends, when you speak of goods being painful, do you not mean remedial goods, such as gymnastic exercises, and military service, and the physician’s use of burning, cutting, drugging, and starving? Are these the things which are good but painful?’—they would assent to me?

He agreed.

‘And do you call them good because they occasion the greatest immediate suffering and pain; or because, afterwards, they bring health and improvement of the bodily condition and the salvation of states and power over others and wealth?’—they would agree to the latter alternative, if I am not mistaken?

He assented.

‘Are these things good for any other reason except that they end in pleasure, and get rid of and avert pain? Are you looking to any other standard but pleasure and pain when you call them good?’—they would acknowledge that they were not?

I think so, said Protagoras.

‘And do you not pursue after pleasure as a good, and avoid pain as an evil?’

He assented.

‘Then you think that pain is an evil and pleasure is a good: and even pleasure you deem an evil, when it robs you of greater pleasures than it gives, or causes pains greater than the pleasure. If, however, you call pleasure an evil in relation to some other end or standard, you will be able to show us that standard. But you have none to show.’

I do not think that they have, said Protagoras.

‘And have you not a similar way of speaking about pain? You call pain a good when it takes away greater pains than those which it has, or gives pleasures greater than the pains: then if you have some standard other than pleasure and pain to which you refer when you call actual pain a good, you can show what that is. But you cannot.’

True, said Protagoras.

Suppose again, I said, that the world says to me: ‘Why do you spend many words and speak in many ways on this subject?’ Excuse me, friends, I should reply; but in the first place there is a difficulty in explaining the meaning of the expression ‘overcome by pleasure’; and the whole argument turns upon this. And even now, if you see any

ΣΩ. ἀλλʼ ἔτι καὶ νῦν ἀναθέσθαι ἔξεστιν, εἴ πῃ ἔχετε ἄλλο τι φάναι εἶναι τὸ ἀγαθὸν ἢ τὴν ἡδονήν, ἢ τὸ κακὸν ἄλλο τι ἢ τὴν ἀνίαν· ἢ ἀρκεῖ ὑμῖν τὸ ἡδέως καταβιῶναι τὸν βίον ἄνευ λυπῶν; εἰ δὲ ἀρκεῖ καὶ μὴ ἔχετε μηδὲν ἄλλο φάναι εἶναι ἀγαθὸν ἢ κακὸν ὃ μὴ εἰς ταῦτα τελευτᾷ, τὸ μετὰ τοῦτο ἀκούετε. φημὶ γὰρ ὑμῖν τούτου οὕτως ἔχοντος γελοῖον τὸν λόγον γίγνεσθαι, ὅταν λέγητε ὅτι πολλάκις γιγνώσκων τὰ κακὰ ἄνθρωπος ὅτι κακά ἐστιν, ὅμως πράττει αὐτά, ἐξὸν μὴ πράττειν, ὑπὸ τῶν ἡδονῶν ἀγόμενος καὶ ἐκπληττόμενος· καὶ αὖθις αὖ λέγετε ὅτι γιγνώσκων ὁ ἄνθρωπος τἀγαθὰ πράττειν οὐκ ἐθέλει διὰ τὰς παραχρῆμα ἡδονάς, ὑπὸ τούτων ἡττώμενος. ὡς δὲ ταῦτα γελοῖά ἐστιν, κατάδηλον ἔσται, ἐὰν μὴ πολλοῖς ὀνόμασι χρώμεθα ἅμα, ἡδεῖ τε καὶ ἀνιαρῷ καὶ ἀγαθῷ καὶ κακῷ, ἀλλʼ ἐπειδὴ δύο ἐφάνη ταῦτα, δυοῖν καὶ ὀνόμασιν προσαγορεύωμεν αὐτά, πρῶτον μὲν ἀγαθῷ καὶ κακῷ, ἔπειτα αὖθις ἡδεῖ τε καὶ ἀνιαρῷ. θέμενοι δὴ οὕτω λέγωμεν ὅτι Γιγνώσκων ὁ ἄνθρωπος τὰ κακὰ ὅτι κακά ἐστιν, ὅμως αὐτὰ ποιεῖ. ἐὰν οὖν τις ἡμᾶς ἔρηται, «διὰ τί;» Ἡττώμενος, φήσομεν· «ὑπὸ τοῦ;» ἐκεῖνος ἐρήσεται ἡμᾶς· ἡμῖν δὲ ὑπὸ μὲν ἡδονῆς οὐκέτι ἔξεστιν εἰπεῖν—ἄλλο γὰρ ὄνομα μετείληφεν ἀντὶ τῆς ἡδονῆς τὸ ἀγαθόν—ἐκείνῳ δὴ ἀποκρινώμεθα καὶ λέγωμεν ὅτι Ἡττώμενος—«ὑπὸ τίνος;» φήσει. τοῦ ἀγαθοῦ, φήσομεν νὴ Δία. ἂν οὖν τύχῃ ὁ ἐρόμενος ἡμᾶς ὑβριστὴς ὤν, γελάσεται καὶ ἐρεῖ· «ἦ γελοῖον λέγετε πρᾶγμα, εἰ πράττει τις κακά, γιγνώσκων ὅτι κακά ἐστιν, οὐ δέον αὐτὸν πράττειν, ἡττώμενος ὑπὸ τῶν ἀγαθῶν. ἆρα,» φήσει, «οὐκ ἀξίων ὄντων νικᾶν ἐν ὑμῖν τῶν ἀγαθῶν τὰ κακά, ἢ ἀξίων;» φήσομεν δῆλον ὅτι ἀποκρινόμενοι, ὅτι οὐκ ἀξίων ὄντων· οὐ γὰρ ἂν ἐξημάρτανεν ὅν φαμεν ἥττω εἶναι τῶν ἡδονῶν. «κατὰ τί δέ,» φήσει ἴσως, «ἀνάξιά ἐστιν τἀγαθὰ τῶν κακῶν ἢ τὰ κακὰ τῶν ἀγαθῶν; ἢ κατʼ ἄλλο τι ἢ ὅταν τὰ μὲν μείζω, τὰ δὲ σμικρότερα ᾖ; ἢ πλείω, τὰ δὲ ἐλάττω ᾖ;» οὐχ ἕξομεν εἰπεῖν ἄλλο ἢ τοῦτο. «δῆλον ἄρα,» φήσει, «ὅτι τὸ ἡττᾶσθαι τοῦτο λέγετε, ἀντὶ ἐλαττόνων ἀγαθῶν μείζω κακὰ λαμβάνειν.» ταῦτα μὲν οὖν οὕτω.

possible way in which evil can be explained as other than pain, or good as other than pleasure, you may still retract. Are you satisfied, then, at having a life of pleasure which is without pain? If you are, and if you are unable to show any good or evil which does not end in pleasure and pain, hear the consequences:—If what you say is true, then the argument is absurd which affirms that a man often does evil knowingly, when he might abstain, because he is seduced and overpowered by pleasure; or again, when you say that a man knowingly refuses to do what is good because he is overcome at the moment by pleasure. And that this is ridiculous will be evident if only we give up the use of various names, such as pleasant and painful, and good and evil. As there are two things, let us call them by two names—first, good and evil, and then pleasant and painful. Assuming this, let us go on to say that a man does evil knowing that he does evil. But some one will ask, Why? Because he is overcome, is the first answer. And by what is he overcome? the enquirer will proceed to ask. And we shall not be able to reply ‘By pleasure,’ for the name of pleasure has been exchanged for that of good. In our answer, then, we shall only say that he is overcome. ‘By what?’ he will reiterate. By the good, we shall have to reply; indeed we shall. Nay, but our questioner will rejoin with a laugh, if he be one of the swaggering sort, ‘That is too ridiculous, that a man should do what he knows to be evil when he ought not, because he is overcome by good. Is that, he will ask, because the good was worthy or not worthy of conquering the evil’? And in answer to that we shall clearly reply, Because it was not worthy; for if it had been worthy, then he who, as we say, was overcome by pleasure, would not have been wrong. ‘But how,’ he will reply, ‘can the good be unworthy of the evil, or the evil of the good’? Is not the real explanation that they are out of proportion to one another, either as greater and smaller, or more and fewer? This we cannot deny. And when you speak of being overcome—‘what do you mean,’ he will say, ‘but that you choose the greater evil in exchange for the lesser good?’ Admitted.

English translation by Benjamin Jowett (1892). Original text: Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus); English: Benjamin Jowett (trans.), The Dialogues of Plato, 3rd edition, Oxford: Clarendon Press, 1892.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.