ΣΩ. ἀλλὰ γάρ, ὦ Σώκρατες, πάντες τὸν ἄνδρα ἐπαινοῦσιν καί φασιν σοφώτατον εἶναι λέγειν· ἀλλὰ τί οὐ βαδίζομεν παρʼ αὐτόν, ἵνα ἔνδον καταλάβωμεν; καταλύει δʼ, ὡς ἐγὼ ἤκουσα, παρὰ Καλλίᾳ τῷ Ἱππονίκου· ἀλλʼ ἴωμεν. καὶ ἐγὼ εἶπον· «μήπω, ἀγαθέ, ἐκεῖσε ἴωμεν—πρῲ γάρ ἐστιν—ἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν ἕως ἂν φῶς γένηται· εἶτα ἴωμεν. καὶ γὰρ τὰ πολλὰ Πρωταγόρας ἔνδον διατρίβει, ὥστε, θάρρει, καταληψόμεθα αὐτόν, ὡς τὸ εἰκός, ἔνδον.» μετὰ ταῦτα ἀναστάντες εἰς τὴν αὐλὴν περιῇμεν· καὶ ἐγὼ ἀποπειρώμενος τοῦ Ἱπποκράτους τῆς ῥώμης διεσκόπουν αὐτὸν καὶ ἠρώτων, εἰπέ μοι, ἔφην ἐγώ, ὦ Ἱππόκρατες, παρὰ Πρωταγόραν νῦν ἐπιχειρεῖς ἰέναι, ἀργύριον τελῶν ἐκείνῳ μισθὸν ὑπὲρ σεαυτοῦ, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος; ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτοῦ ὁμώνυμον ἐλθὼν Ἱπποκράτη τὸν Κῷον, τὸν τῶν Ἀσκληπιαδῶν, ἀργύριον τελεῖν ὑπὲρ σαυτοῦ μισθὸν ἐκείνῳ, εἴ τίς σε ἤρετο· «εἰπέ μοι, μέλλεις τελεῖν, ὦ Ἱππόκρατες, Ἱπποκράτει μισθὸν ὡς τίνι ὄντι;» τί ἂν ἀπεκρίνω;—εἶπον ἄν, ἔφη, ὅτι ὡς ἰατρῷ.—«ὡς τίς γενησόμενος;»—ὡς ἰατρός, ἔφη.—εἰ δὲ παρὰ Πολύκλειτον τὸν Ἀργεῖον ἢ Φειδίαν τὸν Ἀθηναῖον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτοῦ τελεῖν ἐκείνοις, εἴ τίς σε ἤρετο· «τελεῖν τοῦτο τὸ ἀργύριον ὡς τίνι ὄντι ἐν νῷ ἔχεις Πολυκλείτῳ τε καὶ Φειδίᾳ;» τί ἂν ἀπεκρίνω;—εἶπον ἂν ὡς ἀγαλματοποιοῖς.—«ὡς τίς δὲ γενησόμενος αὐτός;»—δῆλον ὅτι ἀγαλματοποιός.—εἶεν, ἦν δʼ ἐγώ· παρὰ δὲ δὴ Πρωταγόραν νῦν ἀφικόμενοι ἐγώ τε καὶ σὺ ἀργύριον ἐκείνῳ μισθὸν ἕτοιμοι ἐσόμεθα τελεῖν ὑπὲρ σοῦ, ἂν μὲν ἐξικνῆται τὰ ἡμέτερα χρήματα καὶ τούτοις πείθωμεν αὐτόν, εἰ δὲ μή, καὶ τὰ τῶν φίλων προσαναλίσκοντες. εἰ οὖν τις ἡμᾶς περὶ ταῦτα οὕτω σφόδρα σπουδάζοντας ἔροιτο· «εἰπέ μοι, ὦ Σώκρατές τε καὶ Ἱππόκρατες, ὡς τίνι ὄντι τῷ Πρωταγόρᾳ ἐν νῷ ἔχετε χρήματα τελεῖν;» τί ἂν αὐτῷ ἀποκριναίμεθα; τί ὄνομα ἄλλο γε λεγόμενον περὶ Πρωταγόρου ἀκούομεν; ὥσπερ περὶ Φειδίου ἀγαλματοποιὸν καὶ περὶ Ὁμήρου ποιητήν, τί τοιοῦτον περὶ Πρωταγόρου ἀκούομεν;—σοφιστὴν δή τοι ὀνομάζουσί γε, ὦ Σώκρατες, τὸν ἄνδρα εἶναι, ἔφη.—ὡς σοφιστῇ ἄρα ἐρχόμεθα τελοῦντες τὰ χρήματα;—μάλιστα.—
Athens before I was but a child;) and all men praise him, Socrates; he is reputed to be the most accomplished of speakers. There is no reason why we should not go to him at once, and then we shall find him at home. He lodges, as I hear, with Callias the son of Hipponicus: let us start.
I replied: Not yet, my good friend; the hour is too early. But let us rise and take a turn in the court and wait about there until day-break; when the day breaks, then we will go. For Protagoras is generally at home, and we shall be sure to find him; never fear.
Upon this we got up and walked about in the court, and I thought that I would make trial of the strength of his resolution. So I examined him and put questions to him. Tell me, Hippocrates, I said, as you are going to Protagoras, and will be paying your money to him, what is he to whom you are going? and what will he make of you? If, for example, you had thought of going to Hippocrates of Cos, the Asclepiad, and were about to give him your money, and some one had said to you: You are paying money to your namesake Hippocrates, O Hippocrates; tell me, what is he that you give him money? how would you have answered?
I should say, he replied, that I gave money to him as a physician.
And what will he make of you?
A physician, he said.
And if you were resolved to go to Polycleitus the Argive, or Pheidias the Athenian, and were intending to give them money, and some one had asked you: What are Polycleitus and Pheidias? and why do you give them this money?—how would you have answered?
I should have answered, that they were statuaries.
And what will they make of you?
A statuary, of course.
Well now, I said, you and I are going to Protagoras, and we are ready to pay him money on your behalf. If our own means are sufficient, and we can gain him with these, we shall be only too glad; but if not, then we are to spend the money of your friends as well. Now suppose, that while we are thus enthusiastically pursuing our object some one were to say to us: Tell me, Socrates, and you Hippocrates, what is Protagoras, and why are you going to pay him money,—how should we answer? I know that Pheidias is a sculptor, and that Homer is a poet; but what appellation is given to Protagoras? how is he designated?
They call him a Sophist, Socrates, he replied.
Then we are going to pay our money to him in the character of a Sophist?
Certainly.
But suppose a person were to ask this further question: And how about yourself?
ΣΩ. εἰ οὖν καὶ τοῦτό τίς σε προσέροιτο· «αὐτὸς δὲ δὴ ὡς τίς γενησόμενος ἔρχῃ παρὰ τὸν Πρωταγόραν;»—καὶ ὃς εἶπεν ἐρυθριάσας—ἤδη γὰρ ὑπέφαινέν τι ἡμέρας, ὥστε καταφανῆ αὐτὸν γενέσθαι—εἰ μέν τι τοῖς ἔμπροσθεν ἔοικεν, δῆλον ὅτι σοφιστὴς γενησόμενος.—σὺ δέ, ἦν δʼ ἐγώ, πρὸς θεῶν, οὐκ ἂν αἰσχύνοιο εἰς τοὺς Ἕλληνας σαυτὸν σοφιστὴν παρέχων;—νὴ τὸν Δία, ὦ Σώκρατες, εἴπερ γε ἃ διανοοῦμαι χρὴ λέγειν.—ἀλλʼ ἄρα, ὦ Ἱππόκρατες, μὴ οὐ τοιαύτην ὑπολαμβάνεις σου τὴν παρὰ Πρωταγόρου μάθησιν ἔσεσθαι, ἀλλʼ οἵαπερ ἡ παρὰ τοῦ γραμματιστοῦ ἐγένετο καὶ κιθαριστοῦ καὶ παιδοτρίβου; τούτων γὰρ σὺ ἑκάστην οὐκ ἐπὶ τέχνῃ ἔμαθες, ὡς δημιουργὸς ἐσόμενος, ἀλλʼ ἐπὶ παιδείᾳ, ὡς τὸν ἰδιώτην καὶ τὸν ἐλεύθερον πρέπει.—πάνυ μὲν οὖν μοι δοκεῖ, ἔφη, τοιαύτη μᾶλλον εἶναι ἡ παρὰ Πρωταγόρου μάθησις. οἶσθα οὖν ὃ μέλλεις νῦν πράττειν, ἤ σε λανθάνει; ἦν δʼ ἐγώ.—τοῦ πέρι;—ὅτι μέλλεις τὴν ψυχὴν τὴν σαυτοῦ παρασχεῖν θεραπεῦσαι ἀνδρί, ὡς φῄς, σοφιστῇ· ὅτι δέ ποτε ὁ σοφιστής ἐστιν, θαυμάζοιμʼ ἂν εἰ οἶσθα. καίτοι εἰ τοῦτʼ ἀγνοεῖς, οὐδὲ ὅτῳ παραδίδως τὴν ψυχὴν οἶσθα, οὔτʼ εἰ ἀγαθῷ οὔτʼ εἰ κακῷ πράγματι.—οἶμαί γʼ, ἔφη, εἰδέναι.—λέγε δή, τί ἡγῇ εἶναι τὸν σοφιστήν;—ἐγὼ μέν, ἦ δʼ ὅς, ὥσπερ τοὔνομα λέγει, τοῦτον εἶναι τὸν τῶν σοφῶν ἐπιστήμονα.—οὐκοῦν, ἦν δʼ ἐγώ, τοῦτο μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ τεκτόνων, ὅτι οὗτοί εἰσιν οἱ τῶν σοφῶν ἐπιστήμονες· ἀλλʼ εἴ τις ἔροιτο ἡμᾶς, «τῶν τί σοφῶν εἰσιν οἱ ζωγράφοι ἐπιστήμονες,» εἴποιμεν ἄν που αὐτῷ ὅτι τῶν πρὸς τὴν ἀπεργασίαν τὴν τῶν εἰκόνων, καὶ τἆλλα οὕτως. εἰ δέ τις ἐκεῖνο ἔροιτο, «ὁ δὲ σοφιστὴς τῶν τί σοφῶν ἐστιν;» τί ἂν ἀποκρινοίμεθα αὐτῷ; ποίας ἐργασίας ἐπιστάτης;—τί ἂν εἴποιμεν αὐτὸν εἶναι, ὦ Σώκρατες, ἢ ἐπιστάτην τοῦ ποιῆσαι δεινὸν λέγειν;—ἴσως ἄν, ἦν δʼ ἐγώ, ἀληθῆ λέγοιμεν, οὐ μέντοι ἱκανῶς γε· ἐρωτήσεως γὰρ ἔτι ἡ ἀπόκρισις ἡμῖν δεῖται, περὶ ὅτου ὁ σοφιστὴς δεινὸν ποιεῖ λέγειν· ὥσπερ ὁ κιθαριστὴς δεινὸν δήπου ποιεῖ λέγειν περὶ οὗπερ καὶ ἐπιστήμονα, περὶ κιθαρίσεως· ἦ γάρ;—ναί.—εἶεν· ὁ δὲ δὴ σοφιστὴς περὶ τίνος δεινὸν ποιεῖ λέγειν;—δῆλον ὅτι περὶ οὗπερ καὶ ἐπίστασθαι;—εἰκός γε. τί δή ἐστιν τοῦτο περὶ οὗ αὐτός τε ἐπιστήμων ἐστὶν ὁ σοφιστὴς καὶ τὸν μαθητὴν ποιεῖ;—μὰ Δίʼ, ἔφη, οὐκέτι ἔχω σοι λέγειν.
What will Protagoras make of you, if you go to see him?
He answered, with a blush upon his face (for the day was just beginning to dawn, so that I could see him): Unless this differs in some way from the former instances, I suppose that he will make a Sophist of me.
By the gods, I said, and are you not ashamed at having to appear before the Hellenes in the character of a Sophist?
Indeed, Socrates, to confess the truth, I am.
But you should not assume, Hippocrates, that the instruction of Protagoras is of this nature: may you not learn of him in the same way that you learned the arts of the grammarian, or musician, or trainer, not with the view of making any of them a profession, but only as a part of education, and because a private gentleman and freeman ought to know them?
Just so, he said; and that, in my opinion, is a far truer account of the teaching of Protagoras.
I said: I wonder whether you know what you are doing?
And what am I doing?
You are going to commit your soul to the care of a man whom you call a Sophist. And yet I hardly think that you know what a Sophist is; and if not, then you do not even know to whom you are committing your soul and whether the thing to which you commit yourself be good or evil.
I certainly think that I do know, he replied.
Then tell me, what do you imagine that he is?
I take him to be one who knows wise things, he replied, as his name implies.
And might you not, I said, affirm this of the painter and of the carpenter also: Do not they, too, know wise things? But suppose a person were to ask us: In what are the painters wise? We should answer: In what relates to the making of likenesses, and similarly of other things. And if he were further to ask: What is the wisdom of the Sophist, and what is the manufacture over which he presides?—how should we answer him?
How should we answer him, Socrates? What other answer could there be but that he presides over the art which makes men eloquent?
Yes, I replied, that is very likely true, but not enough; for in the answer a further question is involved: Of what does the Sophist make a man talk eloquently? The player on the lyre may be supposed to make a man talk eloquently about that which he makes him understand, that is about playing the lyre. Is not that true?
Yes.
Then about what does the Sophist make him eloquent? Must not he make him eloquent in that which he understands?
Yes, that may be assumed.
And what is that which the Sophist knows and makes his disciple know?
Indeed, he said, I cannot tell.
ΣΩ. καὶ ἐγὼ εἶπον μετὰ τοῦτο· τί οὖν; οἶσθα εἰς οἷόν τινα κίνδυνον ἔρχῃ ὑποθήσων τὴν ψυχήν; ἢ εἰ μὲν τὸ σῶμα ἐπιτρέπειν σε ἔδει τῳ διακινδυνεύοντα ἢ χρηστὸν αὐτὸ γενέσθαι ἢ πονηρόν, πολλὰ ἂν περιεσκέψω εἴτʼ ἐπιτρεπτέον εἴτε οὔ, καὶ εἰς συμβουλὴν τούς τε φίλους ἂν παρεκάλεις καὶ τοὺς οἰκείους σκοπούμενος ἡμέρας συχνάς· ὃ δὲ περὶ πλείονος τοῦ σώματος ἡγῇ, τὴν ψυχήν, καὶ ἐν ᾧ πάντʼ ἐστὶν τὰ σὰ ἢ εὖ ἢ κακῶς πράττειν, χρηστοῦ ἢ πονηροῦ αὐτοῦ γενομένου, περὶ δὲ τούτου οὔτε τῷ πατρὶ οὔτε τῷ ἀδελφῷ ἐπεκοινώσω οὔτε ἡμῶν τῶν ἑταίρων οὐδενί, εἴτʼ ἐπιτρεπτέον εἴτε καὶ οὐ τῷ ἀφικομένῳ τούτῳ ξένῳ τὴν σὴν ψυχήν, ἀλλʼ ἑσπέρας ἀκούσας, ὡς φῄς, ὄρθριος ἥκων περὶ μὲν τούτου οὐδένα λόγον οὐδὲ συμβουλὴν ποιῇ, εἴτε χρὴ ἐπιτρέπειν σαυτὸν αὐτῷ εἴτε μή, ἕτοιμος δʼ εἶ ἀναλίσκειν τά τε σαυτοῦ καὶ τὰ τῶν φίλων χρήματα, ὡς ἤδη διεγνωκὼς ὅτι πάντως συνεστέον Πρωταγόρᾳ, ὃν οὔτε γιγνώσκεις, ὡς φῄς, οὔτε διείλεξαι οὐδεπώποτε, σοφιστὴν δʼ ὀνομάζεις, τὸν δὲ σοφιστὴν ὅτι ποτʼ ἔστιν φαίνῃ ἀγνοῶν, ᾧ μέλλεις σαυτὸν ἐπιτρέπειν;—καὶ ὃς ἀκούσας, ἔοικεν, ἔφη, ὦ Σώκρατες, ἐξ ὧν σὺ λέγεις.—ἆρʼ οὖν, ὦ Ἱππόκρατες, ὁ σοφιστὴς τυγχάνει ὢν ἔμπορός τις ἢ κάπηλος τῶν ἀγωγίμων, ἀφʼ ὧν ψυχὴ τρέφεται; φαίνεται γὰρ ἔμοιγε τοιοῦτός τις.—τρέφεται δέ, ὦ Σώκρατες, ψυχὴ τίνι;—μαθήμασιν δήπου, ἦν δʼ ἐγώ. καὶ ὅπως γε μή, ὦ ἑταῖρε, ὁ σοφιστὴς ἐπαινῶν ἃ πωλεῖ ἐξαπατήσῃ ἡμᾶς, ὥσπερ οἱ περὶ τὴν τοῦ σώματος τροφήν, ὁ ἔμπορός τε καὶ κάπηλος. καὶ γὰρ οὗτοί που ὧν ἄγουσιν ἀγωγίμων οὔτε αὐτοὶ ἴσασιν ὅτι χρηστὸν ἢ πονηρὸν περὶ τὸ σῶμα, ἐπαινοῦσιν δὲ πάντα πωλοῦντες, οὔτε οἱ ὠνούμενοι παρʼ αὐτῶν, ἐὰν μή τις τύχῃ γυμναστικὸς ἢ ἰατρὸς ὤν. οὕτω δὲ καὶ οἱ τὰ μαθήματα περιάγοντες κατὰ τὰς πόλεις καὶ πωλοῦντες καὶ καπηλεύοντες τῷ ἀεὶ ἐπιθυμοῦντι ἐπαινοῦσιν μὲν πάντα ἃ πωλοῦσιν, τάχα δʼ ἄν τινες, ὦ ἄριστε, καὶ τούτων ἀγνοοῖεν ὧν πωλοῦσιν ὅτι χρηστὸν ἢ πονηρὸν πρὸς τὴν ψυχήν· ὡς δʼ αὕτως καὶ οἱ ὠνούμενοι παρʼ αὐτῶν, ἐὰν μή τις τύχῃ περὶ τὴν ψυχὴν αὖ ἰατρικὸς ὤν. εἰ μὲν οὖν σὺ τυγχάνεις ἐπιστήμων τούτων τί χρηστὸν καὶ πονηρόν, ἀσφαλές σοι ὠνεῖσθαι μαθήματα καὶ παρὰ Πρωταγόρου καὶ παρʼ ἄλλου ὁτουοῦν· εἰ δὲ μή, ὅρα, ὦ μακάριε, μὴ περὶ τοῖς φιλτάτοις κυβεύῃς τε καὶ κινδυνεύῃς.
Then I proceeded to say: Well, but are you aware of the danger which you are incurring? If you were going to commit your body to some one, who might do good or harm to it, would you not carefully consider and ask the opinion of your friends and kindred, and deliberate many days as to whether you should give him the care of your body? But when the soul is in question, which you hold to be of far more value than the body, and upon the good or evil of which depends the well-being of your all,—about this you never consulted either with your father or with your brother or with any one of us who are your companions. But no sooner does this foreigner appear, than you instantly commit your soul to his keeping. In the evening, as you say, you hear of him, and in the morning you go to him, never deliberating or taking the opinion of any one as to whether you ought to intrust yourself to him or not;—you have quite made up your mind that you will at all hazards be a pupil of Protagoras, and are prepared to expend all the property of yourself and of your friends in carrying out at any price this determination, although, as you admit, you do not know him, and have never spoken with him: and you call him a Sophist, but are manifestly ignorant of what a Sophist is; and yet you are going to commit yourself to his keeping.
When he heard me say this, he replied: No other inference, Socrates, can be drawn from your words.
I proceeded: Is not a Sophist, Hippocrates, one who deals wholesale or retail in the food of the soul? To me that appears to be his nature.
And what, Socrates, is the food of the soul?
Surely, I said, knowledge is the food of the soul; and we must take care, my friend, that the Sophist does not deceive us when he praises what he sells, like the dealers wholesale or retail who sell the food of the body; for they praise indiscriminately all their goods, without knowing what are really beneficial or hurtful: neither do their customers know, with the exception of any trainer or physician who may happen to buy of them. In like manner those who carry about the wares of knowledge, and make the round of the cities, and sell or retail them to any customer who is in want of them, praise them all alike; though I should not wonder, O my friend, if many of them were really ignorant of their effect upon the soul; and their customers equally ignorant, unless he who buys of them happens to be a physician of the soul. If, therefore, you have understanding of what is good and evil, you may safely buy knowledge of Protagoras or of
ΣΩ. καὶ γὰρ δὴ καὶ πολὺ μείζων κίνδυνος ἐν τῇ τῶν μαθημάτων ὠνῇ ἢ ἐν τῇ τῶν σιτίων. σιτία μὲν γὰρ καὶ ποτὰ πριάμενον παρὰ τοῦ καπήλου καὶ ἐμπόρου ἔξεστιν ἐν ἄλλοις ἀγγείοις ἀποφέρειν, καὶ πρὶν δέξασθαι αὐτὰ εἰς τὸ σῶμα πιόντα ἢ φαγόντα, καταθέμενον οἴκαδε ἔξεστιν συμβουλεύσασθαι, παρακαλέσαντα τὸν ἐπαΐοντα, ὅτι τε ἐδεστέον ἢ ποτέον καὶ ὅτι μή, καὶ ὁπόσον καὶ ὁπότε· ὥστε ἐν τῇ ὠνῇ οὐ μέγας ὁ κίνδυνος. μαθήματα δὲ οὐκ ἔστιν ἐν ἄλλῳ ἀγγείῳ ἀπενεγκεῖν, ἀλλʼ ἀνάγκη καταθέντα τὴν τιμὴν τὸ μάθημα ἐν αὐτῇ τῇ ψυχῇ λαβόντα καὶ μαθόντα ἀπιέναι ἢ βεβλαμμένον ἢ ὠφελημένον. ταῦτα οὖν σκοπώμεθα καὶ μετὰ τῶν πρεσβυτέρων ἡμῶν· ἡμεῖς γὰρ ἔτι νέοι ὥστε τοσοῦτον πρᾶγμα διελέσθαι. νῦν μέντοι, ὥσπερ ὡρμήσαμεν, ἴωμεν καὶ ἀκούσωμεν τοῦ ἀνδρός, ἔπειτα ἀκούσαντες καὶ ἄλλοις ἀνακοινωσώμεθα· καὶ γὰρ οὐ μόνος Πρωταγόρας αὐτόθι ἐστίν, ἀλλὰ καὶ Ἱππίας ὁ Ἠλεῖος—οἶμαι δὲ καὶ πρόδικον τὸν Κεῖον—καὶ ἄλλοι πολλοὶ καὶ σοφοί. δόξαν ἡμῖν ταῦτα ἐπορευόμεθα· ἐπειδὴ δὲ ἐν τῷ προθύρῳ ἐγενόμεθα, ἐπιστάντες περί τινος λόγου διελεγόμεθα, ὃς ἡμῖν κατὰ τὴν ὁδὸν ἐνέπεσεν· ἵνʼ οὖν μὴ ἀτελὴς γένοιτο, ἀλλὰ διαπερανάμενοι οὕτως ἐσίοιμεν, στάντες ἐν τῷ προθύρῳ διελεγόμεθα ἕως συνωμολογήσαμεν ἀλλήλοις. δοκεῖ οὖν μοι, ὁ θυρωρός, εὐνοῦχός τις, κατήκουεν ἡμῶν, κινδυνεύει δὲ διὰ τὸ πλῆθος τῶν σοφιστῶν ἄχθεσθαι τοῖς φοιτῶσιν εἰς τὴν οἰκίαν· ἐπειδὴ γοῦν ἐκρούσαμεν τὴν θύραν, ἀνοίξας καὶ ἰδὼν ἡμᾶς, ἔα, ἔφη, σοφισταί τινες· οὐ σχολὴ αὐτῷ· καὶ ἅμα ἀμφοῖν τοῖν χεροῖν τὴν θύραν πάνυ προθύμως ὡς οἷός τʼ ἦν ἐπήραξεν. καὶ ἡμεῖς πάλιν ἐκρούομεν, καὶ ὃς ἐγκεκλῃμένης τῆς θύρας ἀποκρινόμενος εἶπεν, ὦ ἄνθρωποι, ἔφη, οὐκ ἀκηκόατε ὅτι οὐ σχολὴ αὐτῷ; «ἀλλʼ ὠγαθέ,» ἔφην ἐγώ, «οὔτε παρὰ Καλλίαν ἥκομεν οὔτε σοφισταί ἐσμεν. ἀλλὰ θάρρει· Πρωταγόραν γάρ τοι δεόμενοι ἰδεῖν ἤλθομεν· εἰσάγγειλον οὖν.» μόγις οὖν ποτε ἡμῖν ἅνθρωπος ἀνέῳξεν τὴν θύραν.
any one; but if not, then, O my friend, pause, and do not hazard your dearest interests at a game of chance. For there is far greater peril in buying knowledge than in buying meat and drink: the one you purchase of the wholesale or retail dealer, and carry them away in other vessels, and before you receive them into the body as food, you may deposit them at home and call in any experienced friend who knows what is good to be eaten or drunken, and what not, and how much, and when; and then the danger of purchasing them is not so great. But you cannot buy the wares of knowledge and carry them away in another vessel; when you have paid for them you must receive them into the soul and go your way, either greatly harmed or greatly benefited; and therefore we should deliberate and take counsel with our elders; for we are still young—too young to determine such a matter. And now let us go, as we were intending, and hear Protagoras; and when we have heard what he has to say, we may take counsel of others; for not only is Protagoras at the house of Callias, but there is Hippias of Elis, and, if I am not mistaken, Prodicus of Ceos, and several other wise men.
To this we agreed, and proceeded on our way until we reached the vestibule of the house; and there we stopped in order to conclude a discussion which had arisen between us as we were going along; and we stood talking in the vestibule until we had finished and come to an understanding. And I think that the door-keeper, who was a eunuch, and who was probably annoyed at the great inroad of the Sophists, must have heard us talking. At any rate, when we knocked at the door, and he opened and saw us, he grumbled: They are Sophists—he is not at home; and instantly gave the door a hearty bang with both his hands. Again we knocked, and he answered without opening: Did you not hear me say that he is not at home, fellows? But, my friend, I said, you need not be alarmed; for we are not Sophists, and we are not come to see Callias, but we want to see Protagoras; and I must request you to announce us. At last, after a good deal of difficulty, the man was persuaded to open the door.