Aristophanes · The Knights Ἱππεῖς

Aristophanes, The Knights 344–497: Agon: Paphlagon and the Sausage-seller abuse each other before the Chorus

Paphlagon and the Sausage-seller threaten each other in matching lines, each boasting of what he will eat and then of what he will do to the other. The Chorus egg them on and sing that a worse rascal has at last arrived, and Demosthenes cheers on the Sausage-seller with a butcher's description of how to inspect a pig's mouth. The fight goes on in nautical metaphors until Paphlagon runs off to denounce them at the Council, and the Sausage-seller is armed with ointment and garlic and sent after him.

Lines 344–497 · 1404 words · click a number to copy its link
Κλέων 344ἰδοὺ λέγειν. καλῶς γʼ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι 345ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς. ἀλλʼ οἶσθʼ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος. εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου, τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ, ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τʼ ἀνιῶν, 350ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας. Ἀλλαντοπώλης τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν; Κλέων ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίνʼ; ὅστις εὐθὺς θύννεια θερμὰ καταφαγών, κᾆτʼ ἐπιπιὼν ἀκράτου 355οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς. Ἀλλαντοπώλης ἐγὼ δέ γʼ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν

PAPHLAGON O speak you can! and you’re the man, I warrant, who is able A mangled mess full well to dress, and serve it up to table. I know your case, the common case; against some alien folk You had some petty suit to plead, and fairly well you spoke. For oft you’d conned the speech by night, and in the streets discussed it, And, quaffing water, shown it off, and all your friends disgusted. Now you’re an orator, you think. O fool, the senseless thought!

SAUSAGE-SELLER Pray what’s the draught which you have quaffed that Athens you have brought Tongue-wheedled by yourself alone to sit so mute and still?

PAPHLAGON Who to compare with me will dare? I’ll eat my tunny grill, And quaff thereon a stoup of wine which water shall not touch, And then with scurrilous abuse the Pylian generals smutch.

SAUSAGE-SELLER I’ll eat the paunch of cow and swine, and quaff thereon their stew,

Ἀλλαντοπώλης 357καταβροχθίσας κᾆτʼ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω. Χορός τὰ μὲν ἄλλα μʼ ἤρεσας λέγων·. ἓν δʼ οὐ προσίεταί με, 360τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει. Κλέων ἀλλʼ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις. Ἀλλαντοπώλης ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα. Κλέων ἐγὼ δʼ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω. Ἀλλαντοπώλης ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης. Κλέων 365ἐγὼ δέ γʼ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα. Χορός νὴ τὸν Ποσειδῶ κἀμέ τἄρʼ, ἤνπερ γε τοῦτον ἕλκῃς. Κλέων οἷόν σε δήσω ʼνʼ τῷ ξύλῳ. Ἀλλαντοπώλης διώξομαί σε δειλίας. Κλέων ἡ βύρσα σου θρανεύσεται. Ἀλλαντοπώλης 370δερῶ σε θύλακον κλοπῆς. Κλέων διαπατταλευθήσει χαμαί. Ἀλλαντοπώλης περικόμματʼ ἔκ σου σκευάσω. Κλέων τὰς βλεφαρίδας σου παρατιλῶ. Ἀλλαντοπώλης τὸν πρηγορεῶνά σοὐκτεμῶ. Δημοσθένης 375καὶ νὴ Δίʼ ἐμβαλόντες αὐτῷ πάτταλον μαγειρικῶς ἐς τὸ στόμʼ, εἶτα δʼ ἔνδοθεν τὴν γλῶτταν ἐξείραντες αὐτοῦ σκεψόμεσθʼ εὖ κἀνδρικῶς 380κεχηνότος τὸν πρωκτὸν εἰ χαλαζᾷ.

SAUSAGE-SELLER And rising from the board with hands which water never knew I’ll throttle all the orators, and flutter Nicias too.

CHORUS With all beside I’m satisfied, but one thing likes me not, You speak as if you ate alone whatever stew you’ve got.

PAPHLAGON You’ll not consume your bass and then Miletus bring to grief.

SAUSAGE-SELLER But mines I’ll purchase when I’ve first devoured my ribs of beef.

PAPHLAGON I’ll leap the Council-chamber in, and put them all to rout.

SAUSAGE-SELLER I’ll treat you like a sausage-skin, and twirl your breech about.

PAPHLAGON I’ll hoist you by your crupper up, and thrust you through the gate, sir.

CHORUS If him you thrust, me too you must; you must as sure as fate, sir.

PAPHLAGON Your feet in the stocks I’ll fix full tight.

SAUSAGE-SELLER And you for your cowardice I’ll indict.

PAPHLAGON Outstretched on my board your hide I’ll pin.

SAUSAGE-SELLER “Pickpocket’s purse” I’ll make your skin.

PAPHLAGON Your limbs on the tanhouse floor I’ll stake.

SAUSAGE-SELLER Your flesh into force-meat balls I’ll bake.

PAPHLAGON I’ll twitch the lashes off both your eyes.

SAUSAGE-SELLER I’ll cut your gizzard out, poulterer-wise.

DEMOSTHENES Prop open his mouth with all your strength; Insert the extender from jaw to jaw; Pull out his tongue to its utmost length, And, butcher-fashion, inspect his maw, And whilst his gape is so broad and fine, See if he’s not The symptoms got Which show that he’s nought but a measly swine.

Χορός 384ἦν ἄρα πυρός γʼ ἕτερα θερμότερα καὶ λόγων 385ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμʼ ἦν ἄρʼ οὐ φαῦλον ὧδʼ […] ἀλλʼ ἔπιθι καὶ στρόβει, μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος· ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ, 390δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι. Ἀλλαντοπώλης ἀλλʼ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον, κᾆτʼ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος. νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν, ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται. Κλέων 395οὐ δέδοιχʼ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον. Χορός ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι τοῦ χρώματος τοῦ παρεστηκότος. 400εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.

CHORUS There are things, then, hotter than fire; there are speeches more shameless still Than the shameless speeches of those who rule the City at will. No trifling task is before you; upon him and twist and garotte him. Do nought that is little or mean; for round the waist you have got him. If in this assault you knead him limp and supple to your hand, You will find the man a craven; I his habits understand.

SAUSAGE-SELLER Truly for an arrant coward he has all his life been known Yet a Man he seemed but lately, reaping where he had not sown. Now the ears of corn he brought us, he aspires to parch and dry, Shuts them up in wood and fetters, hopes to sell them by and by

PAPHLAGON You and your allies I fear not, while the Council lives, and while Demus moons upon the benches with his own unmeaning smile.

CHORUS O see how he brazens it out! The colour remains as before In his shameless impudent face. And O, if I hate you not sore, Let me be a filthy sheepskin, that whereon Cratinus lay, Or let Morsimus instruct me as the Chorus to his Play.

Χορός 402ὦ περὶ πάντʼ ἐπὶ πᾶσί τε πράγμασι δωροδόκοισιν ἐπʼ ἄνθεσιν ἵζων, εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν. 405ᾄσαιμι γὰρ τότʼ ἂν μόνον, πῖνε πῖνʼ ἐπὶ συμφοραῖς. τὸν Ἰουλίου τʼ ἂν οἴομαι γέροντα πυροπίπην ἡσθέντʼ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι. Κλέων οὔτοί μʼ ὑπερβαλεῖσθʼ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ, 410ἢ μή ποτʼ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην. Ἀλλαντοπώλης ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ʼπὶ πολλοῖς ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς, ὑπερβαλεῖσθαί σʼ οἴομαι τούτοισιν, ἢ μάτην γʼ ἂν ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην. Κλέων 415ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ; Ἀλλαντοπώλης καὶ νὴ Δίʼ ἄλλα γʼ ἐστί μου κόβαλα παιδὸς ὄντος. ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί· σκέψασθε παῖδες· οὐχ ὁρᾶθʼ; ὥρα νέα, χελιδών. 420οἱ δʼ ἔβλεπον, κἀγὼ ʼν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.

CHORUS Thou in all places, and thou at all hours, Flitting and sitting in briberry flowers, Sucking and sipping the gold they contain, Mayest thou lightly, as ’twas swallowed, cast thy mouthful up again. Then will I ever the roundelay sing Drink for the luck which the Destinies bring, And old Iulius’s son, the pantler Prytanean, For joy will “Bacche-Bacchus” shout, and chant his Io-Pacan.

Χορός 421ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω· ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες. Ἀλλαντοπώλης καὶ ταῦτα δρῶν ἐλάνθανόν γʼ· εἰ δʼ οὖν ἴδοι τις αὐτῶν, ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν· 425ὥστʼ εἶπʼ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα· οὐκ ἔσθʼ ὅπως ὁ παῖς ὅδʼ οὐ τὸν δῆμον ἐπιτροπεύσει. Χορός εὖ γε ξυνέβαλεν αὔτʼ· ἀτὰρ δῆλόν γʼ ἀφʼ οὗ ξυνέγνω· ὁτιὴ ʼπιώρκεις θʼ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν. Κλέων ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω. 430ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς, ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ. Ἀλλαντοπώλης ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτʼ ἀφήσω κατὰ κῦμʼ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας. Δημοσθένης κἄγωγʼ, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω. Κλέων 435οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ κλέψας Ἀθηναίων. Δημοσθένης ἄθρει καὶ τοῦ ποδὸς παρίει· ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.

CHORUS Shrewd body, you were provident, and stole away your meat Before the vernal swallow came, as folk their nettles eat.

SAUSAGE-SELLER And no one caught me out, or else, if any saw me pot it, I clapped the meat between my thighs and vowed I hadn’t got it; Whereat an orator observed, who watched me at my tricks, Some day this boy will make his mark as leader in the Pnyx.

CHORUS His inference was just; but still ’tis plain from whence he drew it; He saw you filch the meat away, and swear you didn’t do it.

PAPHLAGON I’ll stop your insolence, my man; your friend’s and yours together, I’ll swoop upon you like a gale of fresh and stormy weather, And all the land and all the sea in wild confusion throw.

SAUSAGE-SELLER But I will furl my sausages, and down the tide will go With prosperous seas, and favouring breeze, at you my fingers snapping.

DEMOSTHENES And if your bark a leak should spring, the water I’ll be tapping.

PAPHLAGON Full many a talent have you filched, and dearly shall you pay, You public-treasury thief!

CHORUS Look out, and slack the sheet away, I hear a loud Nor’-Easter there or Sycophanter blow.

Ἀλλαντοπώλης 438σὲ δʼ ἐκ Ποτειδαίας ἔχοντʼ εὖ οἶδα δέκα τάλαντα. Κλέων τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν; Χορός 440ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει· τὸ πνεῦμʼ ἔλαττον γίγνεται. Κλέων φεύξει γραφὰς […] ἑκατονταλάντους τέτταρας. Ἀλλαντοπώλης σὺ δʼ ἀστρατείας γʼ εἴκοσιν, κλοπῆς δὲ πλεῖν ἢ χιλίας. Κλέων 445ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι τῶν τῆς θεοῦ. Ἀλλαντοπώλης τὸν πάππον εἶναί φημί σου τῶν δορυφόρων — Κλέων ποίων; φράσον. Ἀλλαντοπώλης τῶν Βυρσίνης τῆς Ἱππίου. Κλέων 450κόβαλος εἶ. Ἀλλαντοπώλης πανοῦργος εἶ. Χορός παῖʼ ἀνδρικῶς. Κλέων ἰοὺ ἰού, τύπτουσί μʼ οἱ ξυνωμόται. Χορός παῖʼ αὐτὸν ἀνδρειότατα, καὶ γάστριζε καὶ τοῖς ἐντέροις 455καὶ τοῖς κόλοις, χὤπως κολᾷ τὸν ἄνδρα. ὦ γεννικώτατον κρέας ψυχήν τʼ ἄριστε πάντων, καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,

PAPHLAGON From Potidaea you received ten talents, that I know.

SAUSAGE-SELLER Will you take one, and hold your tongue?

CHORUS He’d take it like a shot. Let out the yard-arm ropes a bit.

SAUSAGE-SELLER The gale has milder got. The stormy blast is falling fast.

PAPHLAGON You’ll have, for bribery and deceit, Four hundred-talent writs to meet.

SAUSAGE-SELLER And you, for cowardliness a score, For theft a thousand writs and more.

PAPHLAGON From that old sacrilegious race? I’ll say that your descent you trace.

SAUSAGE-SELLER Your father’s father marched, I’ll swear, As body-guard to—

PAPHLAGON Whom? Declare!

SAUSAGE-SELLER To Hippias’s Byrsine.

PAPHLAGON You jackanapes!

SAUSAGE-SELLER You gallows-tree!

CHORUS Strike like a man!

PAPHLAGON O help me! Oh! These plotting traitors hurt me so.

CHORUS Strike, strike him, well and manfully, And with those entrails beat him, And strings of sausage-meat, and try Meet punishment to mete him. O noblest flesh in all the world, O spirit best and dearest, To City and to citizens a Saviour thou appearest.

Χορός 459ὡς εὖ τὸν ἄνδρα ποικίλως θʼ ὑπῆλθες ἐν λόγοισιν. 460πῶς ἄν σʼ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα; Κλέων ταυτὶ μὰ τὴν Δήμητρά μʼ οὐκ ἐλάνθανεν τεκταινόμενα τὰ πράγματʼ, ἀλλʼ ἠπιστάμην γομφούμενʼ αὐτὰ πάντα καὶ κολλώμενα. Χορός οἴμοι σὺ δʼ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις; Ἀλλαντοπώλης 465οὔκουν μʼ ἐν Ἄργει γʼ οἷα πράττεις λανθάνει. πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ, ἰδίᾳ δʼ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται. καὶ ταῦτʼ ἐφʼ οἷσίν ἐστι συμφυσώμενα ἐγᾦδʼ· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται. Χορός 470εὖ γʼ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων. Ἀλλαντοπώλης καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτʼ ἐκεῖθεν αὖ, καὶ ταῦτά μʼ οὔτʼ ἀργύριον οὔτε χρυσίον διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους, ὅπως ἐγὼ ταῦτʼ οὐκ Ἀθηναίοις φράσω. Κλέων 475ἐγὼ μὲν οὖν αὐτίκα μάλʼ ἐς βουλὴν ἰὼν ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ, καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει, καὶ πάνθʼ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε, καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα. Ἀλλαντοπώλης 480πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος; Κλέων ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ. Χορός ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις; νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε

CHORUS How well and with what varied skill thou foil’st him in debate! O would that I could praise you so, as our delight is great.

PAPHLAGON Now, by Demeter, it escaped me not That these same plots were framing; well I knew How they were pegged, and fixed, and glued together.

CHORUS O, me! (To S.S.) Can’t you say something from the cartwright’s trade?

SAUSAGE-SELLER These Argos doings have escaped me not. He goes, he says, to make a friend of Argos, But ’tis with Sparta he’s colloguing there. Aye and I know the anvil whereupon His plan is forged: ’tis welded on the captives.

CHORUS Good good! return him welding for his glue.

SAUSAGE-SELLER And men from thence are hammering at it too. And not by bribes of silver or of gold Or sending friends, will you persuade me not To tell the Athenians how you are going on.

PAPHLAGON I’ll go this instant to the Council-board, And all your vile conspiracies denounce, And all your nightly gatherings in the town, And how you plotted with the Medes and King, And all your cheese-pressed doings in Boeotia.

SAUSAGE-SELLER Pray, how’s cheese selling in Boeotia now?

PAPHLAGON I’ll stretch you flat, by Heracles I will. [Exit]

CHORUS Now then, what mean you? what are you going to do? Now shall you show us if in very truth

Χορός 484ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις· 485θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον, ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται. Ἀλλαντοπώλης ἀλλʼ εἶμι· πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι. Δημοσθένης 490ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί, ἵνʼ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς. Ἀλλαντοπώλης ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί. Δημοσθένης ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί. Ἀλλαντοπώλης τί δαί; Δημοσθένης ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ. 495καὶ σπεῦδε ταχέως. Ἀλλαντοπώλης ταῦτα δρῶ. Δημοσθένης μέμνησό νυν δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν, χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.

CHORUS You stole the meat and hid it as you said. So to the Council-house you’ll run, for he Will burst in thither, and against us all Utter his lies and bawl a mighty bawl.

SAUSAGE-SELLER Well, I will go; but first I’ll lay me down Here, as I am, these guts and butchers’-knives.

DEMOSTHENES Here take this ointment and anoint your neck, So can you slip more easily through his lies.

SAUSAGE-SELLER Well now, that’s good and trainer-like advice.

DEMOSTHENES And next, take this and swallow it.

SAUSAGE-SELLER What for?

DEMOSTHENES Why, if you are garlic-primed, you’ll fight much better. And now begone.

SAUSAGE-SELLER I’m off.

DEMOSTHENES And don’t forget To peck, to lie, to gobble down his combs, And bite his wattles off. That done, return.

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. I, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.