ἐν Τανάγρᾳ δὲ παρὰ τὸ ἱερὸν τοῦ Διονύσου Θέμιδός ἐστιν, ὁ δὲ Ἀφροδίτης, καὶ ὁ τρίτος τῶν ναῶν Ἀπόλλωνος, ὁμοῦ δὲ αὐτῷ Ἄρτεμίς τε καὶ Λητώ. ἐς δὲ τοῦ Ἑρμοῦ τὰ ἱερὰ τοῦ τε Κριοφόρου καὶ ὃν Πρόμαχον καλοῦσι, τοῦ μὲν ἐς τὴν ἐπίκλησιν λέγουσιν ὡς ὁ Ἑρμῆς σφισιν ἀποτρέψαι νόσον λοιμώδη περὶ τὸ τεῖχος κριὸν περιενεγκών, καὶ ἐπὶ τούτῳ Κάλαμις ἐποίησεν ἄγαλμα Ἑρμοῦ φέροντα κριὸν ἐπὶ τῶν ὤμων· ὃς δʼ ἂν εἶναι τῶν ἐφήβων προκριθῇ τὸ εἶδος κάλλιστος, οὗτος ἐν τοῦ Ἑρμοῦ τῇ ἑορτῇ περίεισιν ἐν κύκλῳ τὸ τεῖχος ἔχων ἄρνα ἐπὶ τῶν ὤμων·
τὸν δὲ Ἑρμῆν λέγουσι τὸν Πρόμαχον Ἐρετριέων ναυσὶν ἐξ Εὐβοίας ἐς τὴν Ταναγραίαν σχόντων τούς τε ἐφήβους ἐξαγαγεῖν ἐπὶ τὴν μάχην καὶ αὐτὸν ὅτε ἔφηβον στλεγγίδι ἀμυνόμενον μάλιστα ἐργάσασθαι τῶν Εὐβοέων τροπήν. κεῖται δὲ ἐν τοῦ Προμάχου τῷ ἱερῷ τῆς ἀνδράχνου τὸ ὑπόλοιπον· τραφῆναι δὲ ὑπὸ τῷ δένδρῳ τὸν Ἑρμῆν τούτῳ νομίζουσιν. οὐ πόρρω δὲ θέατρόν τε καὶ πρὸς αὐτῷ στοὰ πεποίηται. εὖ δέ μοι Ταναγραῖοι νομίσαι τὰ ἐς τοὺς θεοὺς μάλιστα δοκοῦσιν Ἑλλήνων· χωρὶς μὲν γὰρ αἱ οἰκίαι σφίσι, χωρὶς δὲ τὰ ἱερὰ ὑπὲρ αὐτὰς ἐν καθαρῷ τέ ἐστι καὶ ἐκτὸς ἀνθρώπων.
Κορίννης δέ, ἣ μόνη δὴ ἐν Τανάγρᾳ ᾄσματα ἐποίησε, ταύτης ἔστι μὲν μνῆμα ἐν περιφανεῖ τῆς πόλεως, ἔστι δὲ ἐν τῷ γυμνασίῳ γραφή, ταινίᾳ τὴν κεφαλὴν ἡ Κόριννα ἀναδουμένη τῆς νίκης ἕνεκα ἣν Πίνδαρον ᾄσματι ἐνίκησεν ἐν Θήβαις. φαίνεται δέ μοι νικῆσαι τῆς διαλέκτου τε ἕνεκα, ὅτι ᾖδεν οὐ τῇ φωνῇ τῇ Δωρίδι ὥσπερ ὁ Πίνδαρος ἀλλὰ ὁποίᾳ συνήσειν ἔμελλον Αἰολεῖς, καὶ ὅτι ἦν γυναικῶν τότε δὴ καλλίστη τὸ εἶδος, εἴ τι τῇ εἰκόνι δεῖ τεκμαίρεσθαι.
ἔστι δὲ καὶ γένη δύο ἐνταῦθα ἀλεκτρυόνων, οἵ τε μάχιμοι καὶ οἱ κόσσυφοι καλούμενοι. τούτων τῶν κοσσύφων μέγεθος μὲν κατὰ τοὺς Λυδούς ἐστιν ὄρνιθας, χρόα δὲ ἐμφερὴς κόρακι, κάλλαια δὲ καὶ ὁ λόφος κατὰ ἀνεμώνην μάλιστα· λευκὰ δὲ σημεῖα οὐ μεγάλα ἐπί τε ἄκρῳ τῷ ῥάμφει καὶ ἐπὶ ἄκρας ἔχουσι τῆς οὐρᾶς.
οὗτοι μὲν τοιοῦτο παρέχονται τὸ εἶδος, τῆς δὲ Βοιωτίας τὰ ἐν ἀριστερᾷ τοῦ Εὐρίπου Μεσσάπιον ὄρος καλούμενον καὶ ὑπʼ αὐτῷ Βοιωτῶν ἐπὶ θαλάσσης πόλις ἐστὶν Ἀνθηδών· γενέσθαι δὲ τῇ πόλει τὸ ὄνομα οἱ μὲν ἀπὸ Ἀνθηδόνος νύμφης, οἱ δὲ Ἄνθαν δυναστεῦσαι λέγουσιν ἐνταῦθα, Ποσειδῶνός τε παῖδα καὶ Ἀλκυόνης τῆς Ἄτλαντος. Ἀνθηδονίοις δὲ μάλιστά που κατὰ μέσον τῆς πόλεως Καβείρων ἱερὸν καὶ ἄλσος περὶ αὐτό ἐστι, πλησίον δὲ Δήμητρος καὶ τῆς παιδὸς ναὸς καὶ ἀγάλματα λίθου λευκοῦ·
Διονύσου τε ἱερὸν πεποίηται καὶ ἄγαλμα πρὸ τῆς πόλεως κατὰ τὸ ἐς τὴν ἤπειρον. ἐνταῦθά εἰσι μὲν τάφοι τῶν Ἰφιμεδείας καὶ Ἀλωέως παίδων· γενέσθαι δέ σφισι τοῦ βίου τὴν τελευτὴν ὑπὸ Ἀπόλλωνος κατὰ τὰ αὐτὰ Ὅμηρος πεποιήκασι καὶ Πίνδαρος, προστίθησι δὲ Πίνδαρος, ὡς ἐπιλάβοι τὸ χρεὼν αὐτοὺς ἐν Νάξῳ τῇ ὑπὲρ Πάρου κειμένῃ. τούτων τε δή ἐστι τῇ Ἀνθηδόνι μνήματα καὶ ἐπὶ τῇ θαλάσσῃ καλούμενον Γλαύκου πήδημα·
εἶναι δὲ αὐτὸν ἁλιέα, καὶ ἐπεὶ τῆς πόας ἔφαγε, δαίμονα ἐν θαλάσσῃ γενέσθαι καὶ ἀνθρώποις τὰ ἐσόμενα ἐς τόδε προλέγειν οἵ τε ἄλλοι πιστὰ ἥγηνται καὶ οἱ τὴν θάλασσαν πλέοντες πλεῖστα ἀνθρώπων ἐς τὴν Γλαύκου μαντικὴν κατὰ ἔτος ἕκαστον λέγουσι. Πινδάρῳ δὲ καὶ Αἰσχύλῳ πυνθανομένοις παρὰ Ἀνθηδονίων, τῷ μὲν οὐκ ἐπὶ πολὺ ἐπῆλθεν ᾆσαι τὰ ἐς Γλαῦκον, Αἰσχύλῳ δὲ καὶ ἐς ποίησιν δράματος ἐξήρκεσε.
In Tanagra, beside the sanctuary of Dionysus, are three temples, one of Themis, one of Aphrodite, and one of Apollo, and associated with Apollo are Artemis and Latona.
There are sanctuaries of Hermes the Ram-bearer and of Hermes whom they call Champion. As to the former surname, they say that Hermes averted a plague from Tanagra by carrying a ram round the walls, and therefore Calamis made an image of Hermes carrying a ram on his shoulders. And at the festival of Hermes, the lad who is judged to be handsomest goes round about the walls carrying a lamb on his shoulders. As to Hermes the Champion, they say that when the Eretrians crossed in ships from Euboea and landed in the territory of Tanagra, Hermes led out the lads to the fight, and, armed with a scraper like a lad himself, did more than any one to rout the Euboeans. In the sanctuary of the Champion are preserved the remains of the wild strawberry-tree under which they believe that Hermes was nurtured. Not far off is a theatre, and beside it a colonnade. No Greek people, it seems to me, have regulated the worship of the gods so well as the people of Tanagra; for at Tanagra the dwelling-houses are in one place, and the sanctuaries are in another place, above the houses, in a clear space away from the haunts of men.
The tomb of Corinna, the only poetess of Tanagra, stands in a conspicuous part of the city; and in the gymnasium there is a picture of Corinna binding a fillet on her head for the poetical victory which she gained over Pindar at Thebes. In my opinion she owed her victory in part to her dialect, for she composed, not in Doric, like Pindar, but in a dialect which Aeolians would understand ; and in part she owed it to her beauty, for she was the fairest woman of her time, if we may judge by her portrait.
There are two kinds of cocks at Tanagra, namely, game-cocks and the sort called blackbirds. These blackbirds are of the size of the Lydian birds, but in hue the bird is like a raven, while the wattles and comb are like an anemone; and they have small white marks on the tip of the beak and the tip of the tail. Such is their appearance.
In Boeotia, to the left of the Euripus, is Mount Messapius, and at its foot, beside the sea, is a Boeotian city, Anthedon. Some say that the city got its name from a nymph Anthedon, while others say that one Anthas reigned here, a son of Poseidon and Alcyone, daughter of Atlas. Just about the centre of the city is a sanctuary of the Cabiri surrounded by a grove, and near it is a temple of Demeter and her daughter with images of white marble. There is a sanctuary of Dionysus with an image in front of the city, on the inland side. Here are the graves of the children of Iphimedea and Aloeus. Homer and Pindar agree in saying that their death was caused by Apollo. Pindar adds that they met their doom in Naxos, the island lying off Paros.
Their tombs are at Anthedon, and on the coast there is what is called Glaucus’ Leap. That Glaucus was a fisherman, and that by eating of a certain grass he was turned into a demon of the sea who foretells men the future, is believed by people in general, and many a tale do seafaring men in particular tell every year about the prophetic gift of Glaucus. Pindar and Aeschylus heard the story from the Anthedonians. The former has not said much about it in his poetry, but Aeschylus made it the subject of a play.