ἔστι δὲ ἐν τῷ μεταξὺ τοῦ ναοῦ τε τῆς Λαφρίας καὶ τοῦ βωμοῦ πεποιημένον μνῆμα Εὐρυπύλου. τὰ δὲ ὅστις τε ὢν καὶ καθʼ ἥντινα αἰτίαν ἀφίκετο ἐς τὴν γῆν ταύτην, δηλώσει μοι καὶ ταῦτα ὁ λόγος προδιηγησαμένῳ πρότερον ὁποῖα ὑπὸ τοῦ Εὐρυπύλου τὴν ἐπιδημίαν τοῖς ἐνταῦθα ἦν τὰ παρόντα ἀνθρώποις. Ἰώνων τοῖς Ἀρόην καὶ Ἄνθειαν καὶ Μεσάτιν οἰκοῦσιν ἦν ἐν κοινῷ τέμενος καὶ ναὸς Ἀρτέμιδος Τρικλαρίας ἐπίκλησιν, καὶ ἑορτὴν οἱ Ἴωνες αὐτῇ καὶ παννυχίδα ἦγον ἀνὰ πᾶν ἔτος. ἱερωσύνην δὲ εἶχε τῆς θεοῦ παρθένος, ἐς ὃ ἀποστέλλεσθαι παρὰ ἄνδρα ἔμελλε.
λέγουσιν οὖν συμβῆναί ποτε ὡς ἱερᾶσθαι μὲν τῆς θεοῦ Κομαιθὼ τὸ εἶδος καλλίστην παρθένον, τυγχάνειν δὲ αὐτῆς ἐρῶντα Μελάνιππον, τά τε ἄλλα τοὺς ἡλικιώτας καὶ ὄψεως εὐπρεπείᾳ μάλιστα ὑπερηρκότα. ὡς δὲ ὁ Μελάνιππος ἐς τὸ ἴσον τοῦ ἔρωτος ὑπηγάγετο τὴν παρθένον, ἐμνᾶτο αὐτὴν παρὰ τοῦ πατρός. ἕπεται δέ πως τῷ γήρᾳ τά τε ἄλλα ὡς τὸ πολὺ ἐναντιοῦσθαι νέοις καὶ οὐχ ἥκιστα ἐς τοὺς ἐρῶντας τὸ ἀνάλγητον, ὅπου καὶ Μελανίππῳ τότε ἐθέλοντι ἐθέλουσαν ἄγεσθαι Κομαιθὼ οὔτε παρὰ τῶν ἑαυτοῦ γονέων οὔτε παρὰ τῶν Κομαιθοῦς ἥμερον ἀπήντησεν οὐδέν.
ἐπέδειξε δὲ ἐπὶ πολλῶν τε δὴ ἄλλων καὶ ἐν τοῖς Μελανίππου παθήμασιν, ὡς μέτεστιν ἔρωτι καὶ ἀνθρώπων συγχέαι νόμιμα καὶ ἀνατρέψαι θεῶν τιμάς, ὅπου καὶ τότε ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ Κομαιθὼ καὶ Μελάνιππος ἐξέπλησαν τοῦ ἔρωτος τὴν ὁρμήν. καὶ οἱ μὲν ἔμελλον τῷ ἱερῷ καὶ ἐς τὸ ἔπειτα ἴσα καὶ θαλάμῳ χρήσεσθαι· τοὺς δὲ ἀνθρώπους αὐτίκα ἐξ Ἀρτέμιδος μήνιμα ἔφθειρε, τῆς τε γῆς καρπὸν οὐδένα ἀποδιδούσης καὶ νόσοι σφίσιν οὐ κατὰ τὰ εἰωθότα καὶ ἀπʼ αὐτῶν θάνατοι πλείονες ἢ τὰ πρότερα ἐγίνοντο.
καταφυγόντων δὲ αὐτῶν ἐπὶ χρηστήριον τὸ ἐν Δελφοῖς, ἤλεγχεν ἡ Πυθία Μελάνιππον καὶ Κομαιθώ· καὶ ἐκείνους τε αὐτοὺς μάντευμα ἀφίκετο θῦσαι τῇ Ἀρτέμιδι καὶ ἀνὰ πᾶν ἔτος παρθένον καὶ παῖδα οἳ τὸ εἶδος εἶεν κάλλιστοι τῇ θεῷ θύειν. ταύτης μὲν δὴ τῆς θυσίας ἕνεκα ὁ ποταμὸς ὁ πρὸς τῷ ἱερῷ τῆς Τρικλαρίας Ἀμείλιχος ἐκλήθη·
τέως δὲ ὄνομα εἶχεν οὐδέν. παίδων δὲ καὶ παρθένων ὁπόσοι μὲν ἐς τὴν θεὸν οὐδὲν εἰργασμένοι Μελανίππου καὶ Κομαιθοῦς ἕνεκα ἀπώλλυντο, αὐτοί τε οἰκτρότατα καὶ οἱ προσήκοντές σφισιν ἔπασχον, Μελάνιππον δὲ καὶ Κομαιθὼ συμφορᾶς ἐκτὸς γενέσθαι τίθεμαι· μόνον γὰρ δὴ ἀνθρώπῳ ψυχῆς ἐστιν ἀντάξιον κατορθῶσαί τινα ἐρασθέντα.
παύσασθαι δὲ οὕτω λέγονται θύοντες τῇ Ἀρτέμιδι ἀνθρώπους. ἐκέχρητο αὐτοῖς πρότερον ἔτι ἐκ Δελφῶν ὡς βασιλεὺς ξένος παραγενόμενός σφισιν ἐπὶ τὴν γῆν, ξενικὸν ἅμα ἀγόμενος δαίμονα, τὰ ἐς τὴν θυσίαν τῆς Τρικλαρίας παύσει. Ἰλίου δὲ ἁλούσης καὶ νεμομένων τὰ λάφυρα τῶν Ἑλλήνων, Εὐρύπυλος ὁ Εὐαίμονος λαμβάνει λάρνακα· Διονύσου δὲ ἄγαλμα ἦν ἐν τῇ λάρνακι, ἔργον μὲν ὥς φασιν Ἡφαίστου, δῶρον δὲ ὑπὸ Διὸς ἐδόθη Δαρδάνῳ.
λέγονται δὲ καὶ ἄλλοι λόγοι δύο ἐς αὐτήν, ὡς ὅτε ἔφυγεν Αἰνείας, ἀπολίποι ταύτην τὴν λάρνακα· οἱ δὲ ῥιφῆναί φασιν αὐτὴν ὑπὸ Κασσάνδρας συμφορὰν τῷ εὑρόντι Ἑλλήνων. ἤνοιξε δʼ οὖν ὁ Εὐρύπυλος τὴν λάρνακα καὶ εἶδε τὸ ἄγαλμα καὶ αὐτίκα ἦν ἔκφρων μετὰ τὴν θέαν· τὰ μὲν δὴ πλείονα ἐμαίνετο, ὀλιγάκις δὲ ἐγίνετο ἐν ἑαυτῷ. ἅτε δὲ οὕτω διακείμενος οὐκ ἐς τὴν Θεσσαλίαν τὸν πλοῦν ἐποιεῖτο, ἀλλʼ ἐπί τε Κίρραν καὶ ἐς τὸν ταύτῃ κόλπον· ἀναβὰς δὲ ἐς Δελφοὺς ἐχρᾶτο ὑπὲρ τῆς νόσου.
καὶ αὐτῷ γενέσθαι λέγουσι μάντευμα, ἔνθα ἂν ἐπιτύχῃ θύουσιν ἀνθρώποις θυσίαν ξένην, ἐνταῦθα ἱδρύσασθαί τε τὴν λάρνακα καὶ αὐτὸν οἰκῆσαι. ὁ μὲν δὴ ἄνεμος τὰς ναῦς τοῦ Εὐρυπύλου κατήνεγκεν ἐπὶ τὴν πρὸς τῇ Ἀρόῃ θάλασσαν· ἐκβὰς δὲ ἐς τὴν γῆν καταλαμβάνει παῖδα καὶ παρθένον ἐπὶ τὸν βωμὸν τῆς Τρικλαρίας ἠγμένους. καὶ ὁ μὲν ἔμελλεν οὐ χαλεπῶς συνήσειν τὰ ἐς τὴν θυσίαν· ἀφίκοντο δὲ ἐς μνήμην καὶ οἱ ἐπιχώριοι τοῦ χρησμοῦ, βασιλέα τε ἰδόντες ὃν οὔπω πρότερον ἑωράκεσαν καὶ ἐς τὴν λάρνακα ὑπενόησαν ὡς εἴη τις ἐν αὐτῇ θεός.
καὶ οὕτω τῷ Εὐρυπύλῳ τε ἡ νόσος καὶ τοῖς ἐνταῦθα ἀνθρώποις τὰ ἐς τὴν θυσίαν ἐπαύσθη, τό τε ὄνομα ἐτέθη τὸ νῦν τῷ ποταμῷ Μείλιχος. ἔγραψαν δὲ ἤδη τινὲς οὐ τῷ Θεσσαλῷ συμβάντα Εὐρυπύλῳ τὰ εἰρημένα, ἀλλὰ Εὐρύπυλον Δεξαμενοῦ παῖδα τοῦ ἐν Ὠλένῳ βασιλεύσαντος ἐθέλουσιν ἅμα Ἡρακλεῖ στρατεύσαντα ἐς Ἴλιον λαβεῖν παρὰ τοῦ Ἡρακλέους τὴν λάρνακα· τὰ δὲ ἄλλα κατὰ τὰ αὐτὰ εἰρήκασι καὶ οὗτοι.
ἐγὼ δὲ οὔτε Ἡρακλέα ἀγνοῆσαι τὰ ἐς τὴν λάρνακα εἰ δὴ τοιαῦτα ἦν πείθομαι οὔτε τὰ ἐς αὐτὴν ἐπιστάμενος δοκεῖ μοί ποτε ἂν δοῦναι δῶρον συμμαχήσαντι ἀνδρί· οὔτε μὴν οἱ Πατρεῖς ἄλλον τινὰ ἢ τὸν Εὐαίμονος ἔχουσιν Εὐρύπυλον ἐν μνήμῃ, καί οἱ καὶ ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος, ἐπειδὰν τῷ Διονύσῳ τὴν ἑορτὴν ἄγωσι.
Between the temple of Laphria and the altar there is the tomb of Eurypylus. Who he was and why he came to the country I shall relate presently, but I must first explain the state of affairs at the time of his arrival. The Ionians who inhabited Aroe, Anthea, and Mesatis possessed in common a precinct and temple of Artemis surnamed Triclaria; and every year they celebrated a festival and vigils in her honour. The priesthood of the goddess was held by a virgin till it was time for her to be sent away to a husband.
Well, they say that once on a time it happened that the priesthood of the goddess was held by a most lovely maid, Comaetho, and she had a lover Melanippus, the best and handsomest of his fellows. He, when he had won the maiden’s love, asked her in marriage of her father. But somehow it is characteristic of old age to thwart the young, and especially to be deaf to the sighs of youthful lovers. So it fared with this loving pair: their mutual wishes met only with rebuffs from the parents of both. Their sad story proves, what has been proved in many and many a case beside, that love will break the laws of men and trample on the worship of the gods. For they met in the sanctuary of Artemis and took their fill of love; and it was not the last time they were to turn the sanctuary into a wedding chamber. But straightway the wasting anger of Artemis fell upon the people ; for the earth yielded no fruits, and strange distempers broke out and swept many away. When at last they betook them to the oracle at Delphi, the Pythian priestess denounced the lovers, and a behest of the oracle ordained that they should be sacrificed to Artemis, and that every year the people should sacrifice to the goddess a youth and a maiden, the fairest of their sex. Therefore the river that runs by the sanctuary of Triclaria, and that was nameless before, received the name of Amilichus (‘the ruthless stream’). Piteous, indeed, was the fate of the innocent youths and maidens who perished on account of Melanippus and Comaetho, and piteous too the lot of their kinsfolk. But the lovers, I take it, were beyond the reach of sorrow ; for to man, and to man alone, better is it than life itself to love and to be loved. 3. The way in which these human sacrifices came to an end is said to have been as follows. The people had previously received an oracle from Delphi to the effect that a strange king would come to their land bringing a strange demon with him, and would stop the sacrifice to Triclaria. Now, in the division of the spoils which took place among the Greeks after the taking of Ilium, Eurypylus, son of Euaemon, received a chest, and in this chest was an image of Dionysus. The image, they say, was a work of Hephaestus, and it was a gift of Zeus to Dardanus. Two other stories are told about the chest : one is that it was left behind by Aeneas in his flight; the other is that Cassandra threw it away that it might bring misfortune on the Greek who should find it. However that may be, Eurypylus opened the chest and saw the image, and no sooner did he see it than he went out of his mind, and mad he continued, with a few lucid intervals. In this condition he steered, not for Thessaly, but for the gulf and town of Cirrha, and thence he went up to Delphi and consulted the oracle about his malady. They say the oracle told him, wherever he should find people offering a strange sacrifice, there to set down the chest and take up his abode. Well, the wind wafted his ships to the coast of Aroe, and landing he found a youth and maiden being haled to the altar of Triclaria. He easily perceived that this was the sacrifice referred to by the oracle, and the natives on their side were also reminded of their oracle when they saw a king whom they had never beheld before ; and as for the chest, they shrewdly suspected there was some god in it. So the disorder of Eurypylus and the local sacrifice came to an end together, and the river got its present name of Milichus (‘the kindly stream’). Some writers, however, say that the hero of this tale was not the Thessalian Eurypylus, but another Eurypylus, son of Dexamenus, king of Olenus. They hold that this latter Eurypylus went with Hercules on his expedition to Ilium and received the chest from him. The rest of their story is the same. But I am sure Hercules knew all about the chest, if it really was such a wonderful chest, and I do not believe that knowing about it he would ever have given it away to a comrade in arms. Besides, the Patreans have no recollection of any Eurypylus, except Eurypylus son of Euaemon; nay more, they sacrifice to him as a hero every year at the time when they celebrate the festival of Dionysus.