Lucian of Samosata · The Downward Journey Κατάπλους ἢ Τύραννος

Lucian of Samosata, The Downward Journey 1–8: Charon waits; Hermes arrives with the dead

Charon complains to Clotho that Hermes is late and the ferry idle. Hermes arrives with a crowd of shades and a tyrant, Megapenthes, who tried to run away and was caught with the help of the Cynic Cyniscus. Clotho calls over the dead according to the way they died, and Megapenthes begs for time to finish his palace and is told that his cousin Megacles will inherit.

Sections 1–8 · 1554 words · click a number to copy its link

Χάρων Εἶεν, ὦ Κλωθοῖ, τὸ μὲν σκάφος τοῦτο ἡμῖν πάλαι εὐτρεπὲς καὶ πρὸς ἀναγωγὴν εὖ μάλα παρεσκευασμένον· ὅ τε γὰρ ἄντλος ἐκκέχυται καὶ ὁ ἱστὸς ὤρθωται καὶ ἡ ὀθόνη παρακέκρουσται καὶ τῶν κωπῶν ἑκάστη τετρόπωται, κωλύει τε οὐδέν, ὅσον ἐπʼ ἐμοί, τὸ ἀγκύριον ἀνασπάσαντας ἀποπλεῖν. ὁ δὲ Ἑρμῆς βραδύνει, πάλαι παρεῖναι δέον· κενὸν γοῦν ἐπιβατῶν, ὡς ὁρᾷς, ἔστι τὸ πορθμεῖον τρὶς ἤδη τήμερον ἀναπεπλευκέναι δυνάμενον· καὶ σχεδὸν ἀμφὶ βουλυτόν ἐστιν, ἡμεῖς δὲ οὐδέπω οὐδὲ ὀβολὸν ἐμπεπολήκαμεν. εἶτα ὁ Πλούτων εὖ οἶδα ὅτι ἐμὲ ῥᾳθυμεῖν ἐν τούτοις ὑπολήψεται, καὶ ταῦτα παρʼ ἄλλῳ οὔσης τῆς αἰτίας. ὁ δὲ καλὸς ἡμῖν κἀγαθὸς νεκροπομπὸς ὥσπερ τις ἄλλος καὶ αὐτὸς ἄνω τὸ τῆς Λήθης ὕδωρ πεπωκὼς ἀναστρέψαι πρὸς ἡμᾶς ἐπιλέλησται, καὶ ἤτοι παλαίει μετὰ τῶν ἐφήβων ἢ κιθαρίζει ἢ λόγους τινὰς διεξέρχεται ἐπιδεικνύμενος τὸν λῆρον τὸν αὑτοῦ, ἢ τάχα που καὶ κλωπεύει ὁ γεννάδας παρελθών· μία γὰρ αὐτοῦ καὶ αὕτη τῶν τεχνῶν. ὁ δʼ οὖν ἐλευθεριάζει πρὸς ἡμᾶς, καὶ ταῦτα ἐξ ἡμισείας ἡμέτερος ὤν.

CHARON You see how it is, Clotho; here has all been ship-shape and ready for a start this long time; the hold baled out, the mast stepped, the sail hoisted, every oar in its rowlock; it is no fault of mine that we don’t weigh anchor and sail. ‘Tis Hermes keeps us; he should have been here long ago. Not a passenger on board, as you may see; and we might have made the trip three times over by this. Evening is coming on now; and never a penny taken all day! I know how it will be: Pluto will think I have been wanting to my work. It is not I that am to blame, but our fine gentleman of a supercargo. He is just like any mortal: he has taken a drink of their Lethe up there, and forgotten to come back to us. He’ll be wrestling with the lads, or playing on his lyre, or giving his precious gift of the gab a good airing; or he’s off after plunder, the rascal, for what I know: ‘tis all in the day’s work with him. He is getting too independent: he ought to remember that he belongs to us, one half of him.

Κλωθώ τί δὲ οἶδας, ὦ Χάρων, εἴ τις ἀσχολία προσέπεσεν αὐτῷ, τοῦ Διὸς ἐπὶ πλέον δεηθέντος ἀποχρήσασθαι πρὸς τὰ ἄνω πράγματα; δεσπότης δὲ κἀκεῖνός ἐστιν.

Χάρων ἀλλʼ οὐχ ὥστε, ὦ Κλωθοῖ, πέρα τοῦ μέτρου δεσπόζειν κοινοῦ κτήματος, ἐπεὶ οὐδὲ ἡμεῖς ποτε αὐτόν, ἀπιέναι δέον, κατεσχήκαμεν. ἀλλʼ ἐγὼ οἶδα τὴν αἰτίαν· παρʼ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δʼ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον· ὥστε ἥδιον παρʼ ἐκείνοις βραδύνειν ἔοικε. καὶ παρʼ ἡμῶν μὲν ἀνίπταται καθάπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδιδράσκων· ἐπειδὰν δὲ καιρὸς κατιέναι, σχολῇ καὶ βάδην μόγις ποτὲ κατέρχεται.

Κλωθώ μηκέτι χαλέπαινε, ὦ Χάρων· πλησίον γὰρ αὐτὸς οὗτος, ὡς ὁρᾷς, πολλούς τινας ἡμῖν ἄγων, μᾶλλον δὲ ὥσπερ τι αἰπόλιον ἀθρόους αὐτοὺς τῇ ῥάβδῳ σοβῶν. ἀλλὰ τί τοῦτο; δεδεμένον τινὰ ἐν αὐτοῖς καὶ ἄλλον γελῶντα ὁρῶ, ἕνα δέ τινα καὶ πήραν ἐξημμένον καὶ ξύλον ἐν τῇ χειρὶ ἔχοντα, δριμὺ ἐνορῶντα καὶ τοὺς ἄλλους ἐπισπεύδοντα. οὐχ ὁρᾷς δὲ καὶ τὸν Ἑρμῆν αὐτὸν ἱδρῶτι ῥεόμενον καὶ τὼ πόδε κεκονιμένον καὶ πνευστιῶντα; μεστὸν γοῦν ἄσθματος αὐτῷ τὸ στόμα. τί ταῦτα, ὦ Ἑρμῆ; τίς ἡ σπουδή; τεταραγμένῳ γὰρ ἡμῖν ἔοικας.

Ἑρμῆς τί δʼ ἄλλο, ὦ Κλωθοῖ, ἢ τουτονὶ τὸν ἀλιτήριον ἀποδράντα μεταδιώκων ὀλίγου δεῖν λιπόνεως ὑμῖν τήμερον ἐγενόμην;

Κλωθώ τίς δʼ ἐστίν; ἢ τί βουλόμενος ἀπεδίδρασκε;

Ἑρμῆς τουτὶ μὲν πρόδηλον, ὅτι ζῆν μᾶλλον ἐβούλετο. ἔστι δὲ βασιλεύς τις ἢ τύραννος, ἀπὸ γοῦν τῶν ὀδυρμῶν καὶ ὧν ἀνακωκύει, πολλῆς τινος εὐδαιμονίας ἐστερῆσθαι λέγων.

Κλωθώ εἶθʼ ὁ μάταιος ἀπεδίδρασκεν, ὡς ἐπιβιῶναι δυνάμενος, ἐπιλελοιπότος ἤδη τοῦ ἐπικεκλωσμένου αὐτῷ νήματος;

CLOTHO Well, well, Charon; perhaps he has been busy: Zeus may have had some particular occasion for his services in the upper world; he has the use of him too, remember.

CHARON That doesn’t say that he should make use of him beyond what’s reasonable. Hermes is common property. We have never kept him here when he was due to go. No, I know what it is. In these parts of ours all is mist and gloom and darkness, and nothing to be had but asphodel and libations and sacrificial cakes and meats. Yonder in Heaven, all’s bright, with plenty of ambrosia, and no end of nectar. Small wonder that he likes to loiter there. When he leaves us, ‘tis on wings; it is as though he escaped from prison. But when the time comes for return, he tramps it on foot, and has much ado to get here at all.

CLOTHO Well, never mind now; here he comes, look, and a fine host of passengers with him; a fine flock, rather; he hustles them along with his staff like so many goats. But what’s this? One of them is bound, and another enjoying the joke; and there is one with a wallet slung beside him, and a stick in his hand; a cantankerous-looking fellow; he keeps the rest moving. And just look at Hermes! Bathed in perspiration, and his feet covered with dust! See how he pants; he is quite out of breath. What is the matter, Hermes? Tell us all about it; you seem disturbed.

HERMES The matter is that this rascal ran away; I had to go after him, and had well nigh played you false for this trip, I can tell you.

CLOTHO Why, who is he? What did he want to run away for?

HERMES His motive is sufficiently clear: he had a preference for remaining alive. He is some king or tyrant, as I gather from his piteous allusions to blessedness no longer his.

CLOTHO And the fool actually tried to run away, and thought to prolong his life when the thread of Fate was exhausted?

Ἑρμῆς ἀπεδίδρασκε, λέγεις; εἰ γὰρ μὴ ὁ γενναιότατος οὗτος, ὁ τὸ ξύλον, συνήργησέ μοι καὶ συλλαβόντες αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο ἡμᾶς ἀποφυγών· ἀφʼ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος, παρʼ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς εὐάγωγος ἦν· ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελιπάρει, ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ δώσειν ὑπισχνούμενος. ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ ἀνίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον. ἐπεὶ δὲ κατʼ αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς ἔθος, ἀπαριθμοῦντος τῷ Αἰακῷ κἀκείνου λογιζομένου αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδʼ ὅπως ὁ τρισκατάρατος ἀπιὼν ᾤχετο. ἐνέδει οὖν νεκρὸς εἷς τῷ λογισμῷ, καὶ ὁ Αἰακὸς ἀνατείνας τὰς ὀφρῦς, μὴ ἐπὶ πάντων, ὦ Ἑρμῆ, φησί, χρῶ τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανῷ παιδιαί· τὰ νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα. τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παρʼ ἕνα ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς παραλελόγισταί σε ἡ Ἄτροπος. ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν, κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν ἄγουσαν πρὸς τὸ φῶς· εἵπετο δὲ αὐθαίρετός μοι ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ· παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν.

HERMES Tried! He would have got clean away, but for that capital fellow there with the club; he gave me a hand, and we caught and bound him. The whole way along, from the moment that Atropus handed him over to me, he dragged and hung back, and dug his heels into the ground: it was no easy work getting him along. Every now and then he would take to prayers and entreaties: Would I let him go just for a few minutes? he would make it worth my while. Of course I was not going to do that; it was out of the question.—Well, we had actually got to the very pit’s mouth, when somehow or other this double-dyed knave managed to slip off, whilst I was telling over the Shades to Aeacus, as usual, and he checking them by your sister’s invoice. The consequence was, we were one short of tally. Aeacus raised his eyebrows. ‘Hermes,’ he said, ‘everything in its right place: no larcenous work here, please. You play enough of those tricks in Heaven. We keep strict accounts here: nothing escapes us. The invoice says 1,004; there it is in black and white. You have brought me one short, unless you say that Atropus was too clever for you.’ I coloured up at that; and then all at once I remembered what had happened on the way, and when I looked round and this fellow was nowhere to be seen, I knew that he must have made off, and I set off after him along the road to the upper world, as fast as I could go. My worthy friend here volunteered for the service; so we made a race of it, and caught the runaway just as he got to Taenarum! It was a near thing.

Κλωθώ ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν.

Χάρων τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς;

Κλωθώ εὖ λέγεις· ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον· σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει· σὺ δέ, ὦ Ἑρμῆ, τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ· τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι;

Ἑρμῆς ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων.

Χάρων βαβαὶ τῆς εὐαγρίας. ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων.

Ἑρμῆς βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα;

Κλωθώ τοὺς γέροντας λέγεις; οὕτω ποίει. τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν; οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη. τί τοῦτο; οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν. δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν.

Ἑρμῆς ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθʼ ὥραν τετρυγημένοι.

Χάρων νὴ Δίʼ, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί.

CLOTHO There now, Charon! And we were beginning to accuse Hermes of neglect.

CHARON Well, and why are we waiting here, as if there had not been enough delay already?

CLOTHO True. Let them come aboard. I’ll to my post by the gangway, with my notebook, and take their names and countries as they come up, and details of their deaths; and you can stow them away as you get them.—Hermes, let us have those babies in first; I shall get nothing out of them.

HERMES Here, skipper. Three hundred of them, including those that were exposed.

CHARON A precious haul, on my word!—These are but green grapes, Hermes.

HERMES Who next, Clotho? The Unwept?

CLOTHO Ah! I take you.—Yes, up with the old fellows. I have no time to-day for prehistoric research. All over sixty, pass on! What’s the matter with them? They don’t hear me; they are deaf with age. I think you will have to pick them up, like the babies, and get them along that way.

HERMES Here they are; fine well-matured fruit, gathered in due season; three hundred and ninety-eight of them.

CHARON Nay, nay; these are no better than raisins.

Κλωθώ τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παράγαγε· καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες ἥκετε· μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι. πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετʼ αὐτῶν Γωβάρην.

Ἑρμῆς πάρεισι.

Κλωθώ διʼ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγαρόθεν.

Ἑρμῆς οὑτοιὶ πλησίον.

Κλωθώ ποῦ δʼ οἱ περὶ τῆς βασιλείας ὑπʼ ἀλλήλων ἀποθανόντες;

Ἑρμῆς Παρεστᾶσιν.

Κλωθώ ὁ δʼ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευθείς;

Ἑρμῆς ἰδού σοι πλησίον.

Κλωθώ τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκολοπισμένους. οἱ δʼ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα ποῦ εἰσιν, ὦ Ἑρμῆ;

Ἑρμῆς πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς. τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω;

Κλωθώ μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα· καὶ γὰρ τεθνᾶσι τὸν ὅμοιον τρόπον. καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν μετʼ αὐτῶν Ἀγαθοκλέα.

CLOTHO Bring up the wounded next, Hermes. Now I can get to work. Tell me how you were killed. Or no; I had better look at my notes, and call you over. Eighty-four due to be killed in battle yesterday, in Mysia, These to include Gobares, son of Oxyartes.

HERMES Adsunt.

CLOTHO The seven who killed themselves for love. Also Theagenes, the philosopher, for love of the Megarian courtesan.

HERMES Here they are, look.

CLOTHO And the rival claimants to thrones, who slew one another?

HERMES Here!

CLOTHO And the one murdered by his wife and her paramour?

HERMES Straight in front of you.

CLOTHO Now the victims of the law,—the cudgelled and the crucified. And where are those sixteen who were killed by robbers?

HERMES Here; you may know them by their wounds. Am I to bring the women too?

Κλωθώ ποῦ δʼ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν;

Κυνίσκος πάλαι σοι παρέστηκα, ὦ βελτίστη Κλωθοῖ. τί δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον; σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέκλωσας. καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα διακόψας ἐλθεῖν, ἀλλʼ οὐκ οἶδʼ ὅπως ἄρρηκτον ἦν.

Κλωθώ ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀπελίμπανον. ἀλλὰ ἔμβαινε ἀγαθῇ τύχῃ.

Κυνίσκος μὰ Δίʼ, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδεμένον ἐμβιβασώμεθα· δέδια γὰρ μή σε παραπείσῃ δεόμενος.

CLOTHO Yes, certainly; and all who were shipwrecked; it is the same kind of death. And those who died of fever, bring them too, the doctor Agathocles and all. Then there was a Cynic philosopher, who was to have succumbed to a dinner with Dame Hecate, eked out with sacrificial eggs and a raw cuttlefish; where is he?

CYNISCUS Here I stand this long time, my good Clotho.—Now what had I done to deserve such a weary spell of life? You gave me pretty nearly a spindleful of it. I often tried to cut the thread and away; but somehow it never would give.

Κλωθώ φέρʼ ἴδω τίς ἐστι.

Κυνίσκος Μεγαπένθης ὁ Λακύδου, τύραννος.

Κλωθώ Ἐπίβαινε σύ.

Μεγαπένθης μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἔασον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός.

Κλωθώ τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις;

Μεγαπένθης τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον· ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται.

Κλωθώ ληρεῖς· ἀλλὰ ἔμβαινε.

Μεγαπένθης οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ· μίαν με ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον.

Κλωθώ Ἄραρεν· οὐκ ἂν τύχοις.

Μεγαπένθης ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος;

Κλωθώ οὐκ ἀπολεῖται. θάρρει τούτου γε ἕνεκα· Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται.

Μεγαπένθης ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα;

Κλωθώ ἐκεῖνος αὐτός· καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών.

Μεγαπένθης ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα.

Κλωθώ σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας;

Μεγαπένθης ἀλλὰ νῦν ἐμὰ ἦν.

Κλωθώ οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως.

CLOTHO I left you as a censor and physician of human frailties; pass on, and good luck to you.

CYNISCUS No, by Zeus! First let us see our captive safe on board. Your judgement might be perverted by his entreaties.

CLOTHO Let me see; who is he?

HERMES Megapenthes, son of Lacydes; tyrant.

CLOTHO Come up, Megapenthes.

MEGAPENTHES Nay, nay, my lady Clotho; suffer me to return for a little while, and I will come of my own accord, without waiting to be summoned.

CLOTHO What do you want to go for?

MEGAPENTHES I crave permission to complete my palace; I left the building half-finished.

CLOTHO Pooh! Come along.

MEGAPENTHES Oh Fate, I ask no long reprieve. Vouchsafe me this one day, that I may inform my wife where my great treasure lies buried.

CLOTHO Impossible. ‘Tis Fate’s decree.

MEGAPENTHES And all that money is to be thrown away?

CLOTHO Not thrown away. Be under no uneasiness. Your cousin Megacles will take charge of it.

MEGAPENTHES Oh, monstrous! My enemy, whom from sheer good nature I omitted to put to death?

CLOTHO The same. He will survive you for rather more than forty years; in the full enjoyment of your harem, your wardrobe, and your treasure.

MEGAPENTHES It is too bad of you, Clotho, to hand over my property to my worst enemy.

CLOTHO My dear sir, it was Cydimachus’s property first, surely? You only succeeded to it by murdering him, and butchering his children before his eyes.

People and places in this passage

English translation by H. W. Fowler and F. G. Fowler (1905). Original text: A. M. Harmon (ed.), Lucian, vol. II, Loeb Classical Library, London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1915 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.