Homer · Odyssey Ὀδύσσεια

Homer, Odyssey 24.203–411: Odysseus and Laertes

Odysseus and his companions go down to the farm of Laertes, who is working in the orchard, in old and dirty clothes. Odysseus, weeping, tests him with a false tale, and Laertes grieves and falls to the ground, and Odysseus tells him who he is and shows him the scar and the trees that he had been given as a child. Laertes recognises him, and Athena makes the old man taller and stronger, and they eat. Dolius and his sons come in from the fields and join them at the meal.

Lines 24.203–411 · 2338 words · click a number to copy its link
203ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης· 205οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν. ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη, ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον 210δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος. ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν· ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω, 215δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος· αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο, αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν, ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα. ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν. 220οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.

Thus the two spoke to one another, as they stood in the house of Hades beneath the depths of the earth. But Odysseus and his men, when they had gone down from the city, quickly came to the fair and well-ordered farm of Laertes, which he had won for himself in days past, and much had he toiled for it. There was his house, and all about it ran the sheds in which ate, and sat, and slept the servants that were bondsmen, that did his pleasure; but within it was an old Sicilian woman, who tended the old man with kindly care there at the farm, far from the city. Then Odysseus spoke to the servants and to his son, saying: “Do you now go within the well-built house, and straightway slay for dinner the best of the swine; but I will make trial of my father, and see whether he will recognize me and know me by sight, or whether he will fail to know me, since I have been gone so long a time.” So saying, he gave to the slaves his battle-gear. They thereafter went quickly to the house; but Odysseus drew near to the fruitful vineyard in his quest.

222οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων, οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος 225ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε. τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων, 230χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων. τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε. 235μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, 240πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.

Now he did not find Dolius as he went down into the great orchard, nor any of his slaves or of his sons, but as it chanced they had gone to gather stones for the vineyard wall, and the old man was their leader. But he found his father alone in the well-ordered vineyard, digging about a plant; and he was clothed in a foul tunic, patched and wretched, and about his shins he had bound stitched greaves of ox-hide to guard against scratches, and he wore gloves upon his hands because of the thorns, and on his head a goatskin cap; and he nursed his sorrow. Now when the much-enduring, goodly Odysseus saw him, worn with old age and laden with great grief at heart, he stood still beneath a tall pear tree, and shed tears. Then he debated in mind and heart whether to kiss and embrace his father, and tell him all, how he had returned and come to his native land, or whether he should first question him, and prove him in each thing. And, as he pondered, this seemed to him the better course, to prove him first with mocking words. So with this in mind the goodly Odysseus went straight toward him.

242ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε· τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός· ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν 245ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν, οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας 250λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει, οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, 255εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις; καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν 260οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι, οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.

He verily was holding his head down, digging about a plant, and his glorious son came up to him, and addressed him, saying: “Old man, no lack of skill hast thou to tend a garden; nay, thy care is good, and there is naught whatsoever, either plant or fig tree, or vine, nay, or olive, or pear, or garden-plot in all the field that lacks care. But another thing will I tell thee, and do thou not lay up wrath thereat in thy heart: thou thyself enjoyest no good care, but thou bearest woeful old age, and therewith art foul and unkempt, and clad in mean raiment. Surely it is not because of sloth on thy part that thy master cares not for thee, nor dost thou seem in any wise like a slave to look upon either in form or in stature; for thou art like a king, even like one who, when he has bathed and eaten, should sleep soft; for this is the way of old men. But come, tell me this, and declare it truly. Whose slave art thou, and whose orchard dost thou tend? And tell me this also truly, that I may know full well, whether this is indeed Ithaca, to which we are now come, as a man yonder told me, who met me but now on my way hither. In no wise over sound of wit was he, for he deigned not to tell me of each thing, nor to listen to my word, when I questioned him about a friend of mine, whether haply he still lives, or is now dead and in the house of Hades.

265ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα· εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε 270Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων, καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα, 275δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας, χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας, τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. 280τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων· ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις, ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν· δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων· εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ, 285τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.

For I will tell thee, and do thou give heed and hearken. I once entertained in my dear native land a man that came to our house, and never did any man beside of strangers that dwell afar come to my house a more welcome guest. He declared that by lineage he came from Ithaca, and said that his own father was Laertes, son of Arceisius. So I took him to the house and gave him entertainment with kindly welcome of the rich store that was within, and I gave him gifts of friendship, such as are meet. Of well-wrought gold I gave him seven talents, and a mixing-bowl all of silver, embossed with flowers, and twelve cloaks of single fold, and as many coverlets, and as many fair mantles, and as many tunics besides, and furthermore women, skilled in goodly handiwork, four comely women, whom he himself was minded to choose.” Then his father answered him, weeping: “Stranger, verily thou art come to the country of which thou dost ask, but wanton and reckless men now possess it. And all in vain didst thou bestow those gifts, the countless gifts thou gavest. For if thou hadst found him yet alive in the land of Ithaca, then would he have sent thee on thy way with ample requital of gifts and good entertainment; for that is the due of him who begins the kindness But come, tell me this, and declare it truly.

287ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε, 290δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα· οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια, 295κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει, ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο 300ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν; τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω. εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω, 305υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος· αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.

How many years have passed since thou didst entertain that guest, that hapless guest, my son—as sure as ever such a man there was— my ill-starred son, whom far from his friends and his native land haply the fishes have devoured in the deep, or on the shore he has become the spoil of beasts and birds? Nor did his mother deck him for burial and weep over him, nor his father, we who gave him birth, no, nor did his wife, wooed with many gifts, constant Penelope, bewail her own husband upon the bier, as was meet, when she had closed his eyes in death; though that is the due of the dead. And tell me this also truly, that I may know full well. Who art thou among men, and from whence? Where is thy city, and where thy parents? Where is the swift ship moored that brought thee hither with thy godlike comrades? Or didst thou come as a passenger on another's ship, and did they depart when they had set thee on shore?” Then Odysseus of many wiles answered him, and said: “Then verily will I frankly tell thee all. I come from Alybas, where I have a glorious house, and I am the son of Apheidas, son of lord Polypemon, and my own name is Eperitus. But a god drove me wandering from Sicania to come hither against my will and my ship lies yonder off the tilled land away from the city.

309αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν, 310ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης, δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι, δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον, χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν. 315ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων. τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι. 320κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα· κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς, ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης· 325μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι, λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε· εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις, σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.

But as for Odysseus, it is now the fifth year since he went thence, and departed from my country. Hapless man! Yet he had birds of good omen, when he set out, birds upon the right. So I was glad of them, as I sent him on his way, and he went gladly forth, and our hearts hoped that we should yet meet as host and guest and give one another glorious gifts.” So he spoke, and a dark cloud of grief enwrapped Laertes, and with both his hands he took the dark dust and strewed it over his grey head with ceaseless groaning. Then the heart of Odysseus was stirred, and up through his nostrils shot a keen pang, as he beheld his dear father. And he sprang toward him, and clasped him in his arms, and kissed him, saying: “Lo, father, I here before thee, my very self, am that man of whom thou dost ask; I am come in the twentieth year to my native land. But cease from grief and tearful lamenting, for I will tell thee all, though great is the need of haste. The wooers have I slain in our halls, and have taken vengeance on their grievous insolence and their evil deeds.” Then Laertes answered him again, and said: “If it is indeed as Odysseus, my son, that thou art come hither, tell me now some clear sign, that I maybe sure.”

330τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι, τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην 335δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν. εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα. 340ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας, συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν— ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν. 345ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.

And Odysseus of many wiles answered him and said: “This scar first do thou mark with thine eyes, the scar of the wound which a boar dealt me with his white tusk on Parnassus, when I had gone thither. It was thou that didst send me forth, thou and my honored mother, to Autolycus, my mother's father, that I might get the gifts which, when he came hither, he promised and agreed to give me. And come, I will tell thee also the trees in the well-ordered garden which once thou gavest me, and I, who was but a child, was following thee through the garden, and asking thee for this and that. It was through these very trees that we passed, and thou didst name them, and tell me of each one. Pear-trees thirteen thou gavest me, and ten apple-trees, and forty fig-trees. And rows of vines too didst thou promise to give me, even as I say, fifty of them, which ripened severally at different times—and upon them are clusters of all sorts—whensoever the seasons of Zeus weighed them down from above.” So he spoke, and his father's knees were loosened where he stood, and his heart melted, as he knew the sure tokens which Odysseus told him. About his dear son he flung both his arms, and the much-enduring, goodly Odysseus caught him unto him fainting.

349αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, 350ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε· Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον, εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ 355πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται· ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην 360προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον. 365τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν, μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.

But when he revived, and his spirit returned again into his breast, once more he made answer, and spoke, saying: “Father Zeus, verily ye gods yet hold sway on high Olympus, if indeed the wooers have paid the price of their wanton insolence. But now I have wondrous dread at heart, lest straightway all the men of Ithaca come hither against us, and send messengers everywhere to the cities of the Cephallenians.” Then Odysseus of many wiles answered him, and said: “Be of good cheer, and let not these things distress thy heart. But let us go to the house, which lies near the orchard, for thither I sent forward Telemachus and the neatherd and the swineherd, that with all speed they might prepare our meal.” So spoke the two, and went their way to the goodly house. And when they had come to the stately house, they found Telemachus, and the neatherd, and the swineherd carving flesh in abundance, and mixing the flaming wine. Meanwhile the Sicilian handmaid bathed great-hearted Laertes in his house, and anointed him with oil, and about him cast a fair cloak. But Athena drew near, and made greater the limbs of the shepherd of the people, and made him taller than before and mightier to behold.

370ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός, ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι. 375τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα· αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν, 380τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, 385ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος, ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα 390ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.

Then he came forth from the bath, and his dear son marvelled at him, seeing him in presence like unto the immortal gods. And he spoke, and addressed him with winged words: “Father, surely some one of the gods that are forever has made thee goodlier to behold in comeliness and in stature.” Then wise Laertes answered him: “I would, O father Zeus, and Athena, and Apollo, that in such strength as when I took Nericus, the well built citadel on the shore of the mainland, when I was lord of the Cephallenians, even in such strength I had stood by thy side yesterday in our house with my armour about my shoulders, and had beaten back the wooers. So should I have loosened the knees of many of them in the halls, and thy heart would have been made glad within thee.” So they spoke to one another. But when the others had ceased from their labour, and had made ready the meal, they sat down in order on the chairs and high seats. Then they were about to set hands to their food, when the old man Dolius drew near, and with him the old man's sons, wearied from their work in the fields, for their mother, the old Sicilian woman, had gone forth and called them, she who saw to their food, and tended the old man with kindly care, now that old age had laid hold of him.

391οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ, ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν· ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς· 395δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 400ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί, οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια 405νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα 410δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο, ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.

And they, when they saw Odysseus, and marked him in their minds, stood in the halls lost in wonder. But Odysseus addressed them with gentle words, and said: “Old man, sit down to dinner, and do ye wholly forget your wonder, for long have we waited in the halls, though eager to set hands to the food, ever expecting your coming.” So he spoke, and Dolius ran straight toward him with both hands outstretched, and he clasped the hand of Odysseus and kissed it on the wrist, and spoke, and addressed him with winged words: “Dear master, since thou hast come back to us, who sorely longed for thee, but had no more thought to see thee, and the gods themselves have brought thee—hail to thee, and all welcome, and may the gods grant thee happiness. And tell me this also truly, that I may know full well. Does wise Penelope yet know surely that thou hast come back hither, or shall we send her a messenger?” Then Odysseus of many wiles answered him, and said: “Old man, she knows already; why shouldst thou be busied with this?” So he spoke, and the other sat down again on the polished chair. And even in like manner the sons of Dolius gathered around glorious Odysseus and greeted him in speech, and clasped his hands. Then they sat down in order beside Dolius, their father.

People and places in this passage

English translation by Augustus Taber Murray (1919). Original text: Augustus Taber Murray (ed.), Homer, The Odyssey, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1919, vols. 1-2 (Greek text, based on the Oxford Classical Text, and English translation, as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.