Aristophanes · Thesmophoriazusae Θεσμοφοριάζουσαι

Aristophanes, Thesmophoriazusae 373–530a: Episode: the women's assembly and the speech of Mnesilochus

The Crieress reads out the decree of the women's council, and a First Woman rises to speak against Euripides, who has called them adulteresses, drunkards and gossips in his plays and made trouble for their private habits. A Second Woman follows, and Mnesilochus rises to speak for the poet, saying that he has told far less than he knew of women's ways and listing the tricks they play on their husbands. The chorus express their outrage.

Lines 373–530a · 1271 words · click a number to copy its link

CRIERESS

373ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε τῇ τῶν γυναικῶν· Τιμόκλειʼ ἐπεστάτει, 375Λύσιλλʼ ἐγραμμάτευεν, εἶπε Ζωστράτη· ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ

O yes! O yes! The Women’s Council-Board Hath thus enacted (moved by Sostrata, President Timocleia, clerk Lysilla), To hold a morning Parliament to-day When women most have leisure; to discuss

Κηρύκαινα 377τῶν Θεσμοφορίων, ᾗ μάλισθʼ ἡμῖν σχολή, καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου, ὅ τι χρὴ παθεῖν ἐκεῖνον· ἀδικεῖν γὰρ δοκεῖ ἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται; Γυνὴ Α 380ἐγώ. Κηρύκαινα περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν. Χορός σίγα σιώπα, πρόσεχε τὸν νοῦν· χρέμπτεται γὰρ ἤδη ὅπερ ποιοῦσʼ οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν. Γυνὴ Α φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ λέξουσʼ ἀνέστην ὦ γυναῖκες· ἀλλὰ γὰρ 385βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον προπηλακιζομένας ὁρῶς ἡμᾶς ὑπὸ Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας καὶ πολλὰ καὶ παντοῖʼ ἀκουούσας κακά. τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν; 390ποῦ δʼ οὐχὶ διαβέβληχʼ, ὅπουπερ ἔμβραχυ εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί, τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν, τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγʼ ἀνδράσιν κακόν· 395ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων ὑποβλέπουσʼ ἡμᾶς σκοποῦνταί τʼ εὐθέως μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος. δρᾶσαι δʼ ἔθʼ ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ ἔξεστι· τοιαῦθʼ οὗτος ἐδίδαξεν κακὰ 400τοὺς ἄνδρας ἡμῶν· ὥστʼ ἐάνπερ τις πλέκῃ γυνὴ στέφανον, ἐρᾶν δοκεῖ· κἂν ἐκβάλῃ σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,

CRIERESS What shall be done about Euripides, How best to serve him out; for that he’s guilty We all admit. Who will address the meeting?

FIRST WOMAN I wish to, I.

CRIERESS Put on this chaplet first. Order! order! Silence, ladies, if you please. She’s learnt the trick; she hems and haws; she coughs in preparation; I know the signs; my soul divines a mighty long oration.

FIRST WOMAN ’Tis not from any feeling of ambition I rise to address you, ladies, but because I long have seen, and inly burned to see The way Euripides insults us all, The really quite interminable scoffs This market-gardener’s son pours out against us. I don’t believe that there’s a single fault He’s not accused us of; I don’t believe That there’s a single theatre or stage, But there is he, calling us double-dealers, False, faithless, tippling, mischief-making gossips, A rotten set, a misery to men. Well, what’s the consequence? The men come home Looking so sour—O, we can see them peeping In every closet, thinking friends are there. Upon my word we can’t do ANYTHING We used to do; he has made the men so silly Suppose I’m hard at work upon a chaplet, Hey, she’s in love with somebody; suppose I chance to drop a pitcher on the floor,

FIRST WOMAN

403ἁνὴρ ἐρωτᾷ, ʼτῷ κατέαγεν ἡ χύτρα; οὐκ ἔσθʼ ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ.ʼ 405κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει, τὸ χρῶμα τοῦτό μʼ οὐκ ἀρέσκει τῆς κόρης. εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται ἀποροῦσα παίδων, οὐδὲ τοῦτʼ ἔστιν λαθεῖν. ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον· 410πρὸς τοὺς γέροντάς θʼ οἳ πρὸ τοῦ τὰς μείρακας ἤγοντο, διαβέβληκεν, ὥστʼ οὐδεὶς γέρων γαμεῖν ἐθέλει γυναῖκα διὰ τοὔπος τοδὶ δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή. εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν 415σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας. καὶ ταῦτα μὲν ξυγγνώσθʼ. ἃ δʼ ἦν ἡμῖν πρὸ τοῦ αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν 420ἄλφιτον ἔλαιον οἶνον, οὐδὲ ταῦτʼ ἔτι ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα Λακωνίκʼ ἄττα, τρεῖς ἔχοντα γομφίους. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλʼ ὑποῖξαι τὴν θύραν 425ποιησαμέναισι δακτύλιον τριωβόλου, νῦν δʼ οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης ἐδίδαξε θριπήδεστʼ ἔχειν σφραγίδια ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ ὄλεθρόν τινʼ ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,

And straightway ’tis, For whom was that intended? I warrant now, for our Corinthian friend. Is a girl ill? Her brother shakes his head; The girl’s complexion is not to my taste. Why, if you merely want to hire a baby, And palm it off as yours, you’ve got no chance, They sit beside our very beds, they do. Then there’s another thing; the rich old men Who used to marry us, are grown so shy We never catch them now; and all because Euripides declares, the scandal-monger, An old man weds a tyrant, not a wife. You know, my sisters, how they mew us up, Guarding our women’s rooms with bolts and seals And fierce Molossian dogs. That’s all his doing. We might put up with that; but, O my friends, Our little special perquisites, the corn, The wine, the oil, gone, gone, all gone for ever. They’ve got such keys, our husbands have, such brutes Laconian-made, with triple rows of teeth. Then in old times we only had to buy A farthing ring, and pantry-doors flew open. But now this wretch Euripides has made them Wear such worm-eaten perforated seals, ’Tis hopeless now to try it. Therefore, ladies, What I propose is that we slay the man, Either by poison or some other way;

Γυνὴ Α 430ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ, ὅπως ἀπολεῖται. ταῦτʼ ἐγὼ φανερῶς λέγω, τὰ δʼ ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι. Χορός οὔπω ταύτης ἤκουσα 435πολυπλοκωτέρας γυναικὸς οὐδὲ δεινότερον λεγούσης. πάντα γὰρ λέγει δίκαια, †πάσας δʼ ἰδέας ἐξήτασεν, πάντα δʼ ἐβάστασεν φρενὶ πυκνῶς τε† ποικίλους λόγους ἀνηῦρεν 440εὖ διεζητημένους· ὥστʼ ἂν εἰ λέγοι παρʼ αὐτὴν Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν ἂν αὐτόν, ὡς ἐγᾦμαι, πᾶσιν ὑμῖν ἄντικρυς μηδὲν λέγειν. Γυνὴ Β ὀλίγων ἕνεκα καὐτὴ παρῆλθον ῥημάτων. τὰ μὲν γὰρ ἄλλʼ αὕτη κατηγόρηκεν εὖ· 445ἃ δʼ ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι. ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ παιδάρια πέντε καταλιπών, ἁγὼ μόλις στεφανηπλοκοῦσʼ ἔβοσκον ἐν ταῖς μυρρίναις. τέως μὲν οὖν ἀλλʼ ἡμικάκως ἐβοσκόμην· 450νῦν δʼ οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς· ὥστʼ οὐκέτʼ ἐμπολῶμεν οὐδʼ εἰς ἥμισυ. νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα·

FIRST WOMAN Somehow or other he must die the death. That’s all I’ll say in public: I’ll write out A formal motion with the clerkess there.

CHORUS Good heavens! what force and tact combined! O, what a many-woven mind! A better speech, upon my word, I don’t believe I ever heard. Her thoughts so clean dissected, Her words so well selected, Such keen discrimination, Such power and elevation, ’Twas really quite a grand, superb, magnificent oration. So that if, in opposition, Xenocles came forth to speak, Compared with her You’d all aver All his grandest, happiest efforts are immeasurably weak!

SECOND WOMAN Ladies, I’ve only a few words to add. I quite agree with the honourable lady Who has just sat down: she has spoken well and ably. But I can tell you what I’ve borne myself.

Γυνὴ Β 455ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά, ἅτʼ ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς. ἀλλʼ εἰς ἀγορὰν ἄπειμι· δεῖ γὰρ ἀνδράσιν πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν. Χορός ἕτερον αὖ τι λῆμα τοῦτο 460κομψότερον ἔτʼ ἢ τὸ πρότερον ἀναπέφηνεν. οἷα κατεστωμύλατο οὐκ ἄκαιρα, φρένας ἔχουσα καὶ πολύπλοκον νόημʼ, οὐδʼ ἀσύνετʼ ἀλλὰ πιθανὰ πάντα. 465δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν τὸν ἄνδρα περιφανῶς δοῦναι δίκην. Μνησίλοχος τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα Εὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά, οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν. καὐτὴ γὰρ ἔγωγʼ, οὕτως ὀναίμην τῶν τέκνων, 470μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι. ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον· αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἔκφορος λόγου. τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθα βαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρία 475κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία; ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω, ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖν

SECOND WOMAN The man is bitterer than his mother’s potherbs. I leave my cause with you, my sisters: I Am called away on urgent private business, An order, just received, for twenty chaplets.

CHORUS Better and better still. A subtler intellect, a daintier skill. Wise are her words, and few; Well timed and spoken too. A many-woven mind she too has got, I find. And he must clearly, This rascal man, be punished most severely.

MNESILOCHUS Mrs. Speaker and ladies, I’m not surprised, of course I’m not surprised, To find you all so angry and aggrieved At what Euripides has said against us. For I myself—or slay my babies else— Hate him like poison, to be sure I do, He’s most provoking, I admit he is. But now we’re all alone, there’s no reporter, All among friends, why not be fair and candid? Grant that the man has really found us out, And told a thing or two, sure they’re all TRUE, And there’s a many thousand still behind. For I myself, to mention no one else, Could tell a thousand plaguy tricks I’ve played On my poor husband; I’ll just mention one.

MNESILOCHUS

478δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας, ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν· ἦν δέ μοι φίλος, 480ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν. οὖτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν· κᾆτʼ εὐφὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ. ὁ δʼ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις; ὅποι; στρόφος μʼ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη· 485ἐς τὸν κοπρῶνʼ οὖν ἔρχομαι. βάδιζέ νυν· κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον· ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμην παρὰ τὸν Ἀγυιᾶ κύβδʼ ἐχομένη τῆς δάφνης. 490ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης· οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων σποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει· οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθα τὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα, 495ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθʼ, ὁρᾷς, οὐπώποτʼ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ, ἡμῖν τί τοῦτʼ ἔστʼ; οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω, ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον 500†ὑπʼ αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω. ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον· ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος·

We’d been but three days married; I’m abed, Husband asleep beside me; when my lover (I’d been familiar with him from a child) Came softly scratching at the outer door. I hear; I know “the little clinking sound,” And rise up stealthily, to creep downstairs. Where go you, pray? says husband. Where! say I, I’ve such a dreadful pain in my inside I must go down this instant. Go, says he. He pounds his anise, juniper, and sage, To still my pains: I seize the water-jug, And wet the hinge, to still its creaking noise, Then open, and go out: and I and lover Meet by Aguieus and his laurel-shade, Billing and cooing to our hearts’ content. (With vivacity) Euripides has never found out that. Nor how a wife contrived to smuggle out Her frightened lover, holding up her shawl To the sun’s rays for husband to admire. Nor how we grant our favours to bargees And muleteers, if no one else we’ve got. Nor how, arising from a night’s debauch, We chew our garlic, that our husbands, coming Back from the walls at daybreak, may suspect Nothing amiss at home. Then what’s the odds If he does rail at Phaedra? Let him rail. What’s that to us? Let him rail on, say I. Phaedra indeed! He might come nearer home. I knew a woman, I won’t mention names, Remained ten days in childbirth. Why, do you think? Because she couldn’t buy a baby sooner. Her husband runs to every medicine-man

Μνησίλοχος 505τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον, ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον· εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ, ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν· 510χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν. εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον, θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει, λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν, 515τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον. ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα, οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν; Χορός 520τουτὶ μέντοι θαυμαστόν, ὁπόθεν ηὑρέθη τὸ χρῆμα, χἤτις ἐξέθρεψε χώρα τήνδε τὴν θρασεῖαν οὕτω. τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον 525κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς οὐκ ἂν ᾠόμην ἐν ἡμῖν οὐδὲ τολμῆσαί ποτʼ ἄν.

MNESILOCHUS In dreadful agitation; while he’s out, They bring a little baby in a basket, Bunging its mouth up that it mayn’t cry out, And stow it safe away till he comes home. Then at a given sigh she feebly says, My time is come: please, husband, go away. He goes; they open basket; baby cries. O, what delight, surprise, congratulations! The man runs in; the nurse comes running out, (The same that brought the baby in the basket), A prodigy! a Lion! such a boy! Your form, your features: just the same expression: Your very image: lucky, lucky man! Don’t we do this? By Artemis, we do. Then wherefore rail we at Euripides? We’re not one bit more sinned against than sinning.

CHORUS What a monstrous, strange proceeding! Whence, I wonder, comes her breeding? From what country shall we seek her, Such a bold, audacious speaker? That a woman so should wrong us, Here among us, here among us, I could never have believed it; such a thing was never known. But what may be, no man knoweth, And the wise old proverb showeth,

528ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη· τὴν παροιμίαν δʼ ἐπαινῶ τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ 530παντί νου χρὴ μὴ δάκῃ ῥητωρ ἀθρεῖν.

CHORUS That perchance a poisonous sophist lurketh under every stone. O, nothing, nothing in the world so hateful you will find As shameless women, save of course the rest of womankind.

FIRST WOMAN What can possess us, sisters mine?

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.