Aristophanes · Thesmophoriazusae Θεσμοφοριάζουσαι

Aristophanes, Thesmophoriazusae 531–687: Episode: Cleisthenes exposes Mnesilochus

The chorus are outraged by the speech, and the First Woman and Mnesilochus trade insults, until the beardless Cleisthenes arrives to warn them that Euripides has sent a man into the festival disguised as a woman. Cleisthenes questions the women in turn and Mnesilochus, caught out by questions about last year's rites, is stripped and shown to be a man. Cleisthenes goes to fetch the police, and the chorus search the festival for any other intruder.

Lines 531–687 · 1446 words · click a number to copy its link
Χορός 531ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρʼ εἰ γυναῖκες. Γυνὴ Α οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε, ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο, 535ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖς αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν. Μνησίλοχος 540μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί, εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια, διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν; Γυνὴ Α οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας 545ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ

CHORUS I vow by old Agraulus, We’re all bewitched, or else have had some strange mischance befall us, To let this shameless hussy tell her shameful, bold, improper Unpleasant tales, and we not make the least attempt to stop her. If anyone assist me, good; if not, alone we’ll try, We’ll strip and whip her well, we will, my serving-maids and I.

MNESILOCHUS Not strip me, gentle ladies; sure I heard the proclamation, That every freeborn woman now might make a free oration; And if I spoke unpleasant truths on this your invitation, Is that a reason why I now should suffer castigation?

FIRST WOMAN It is, indeed: how dare you plead for him who always chooses Such odious subjects for his plays, on purpose to abuse us? Phaedras and Melanippes too: but ne’er a drama made he

Γυνὴ Α 548οὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι. Μνησίλοχος ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις 550τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δʼ ἁπαξαπάσας. Γυνὴ Α ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργος ἡμᾶς ἁπάσας αὖθις αὖ. Μνησίλοχος καὶ νὴ Δίʼ οὐδέπω γε εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω; Γυνὴ Α ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα. Μνησίλοχος 555μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν. ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι ἔπειτα σιφωνίζομεν τὸν οἶνον. Γυνὴ Α ἐπιτριβείης. Μνησίλοχος ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι ἔπειτα τὴν γαλῆν φαμεν— Γυνὴ Α τάλαινʼ ἐγώ· φλυαρεῖς. Μνησίλοχος 560οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν, οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν, οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ— Γυνὴ Α ἐξόλοιο. Μνησίλοχος ἁχαρνικὴ τὸν πατέρα. Γυνὴ Α ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;

FIRST WOMAN About the good Penelope, or such-like virtuous lady.

MNESILOCHUS The cause I know; the cause I’ll show: you won’t discover any Penelope alive to-day, but Phaedras very many.

FIRST WOMAN You will? you dare? how can we bear to hear such things repeated, Such horrid, dreadful, odious things?

MNESILOCHUS O, I’ve not near completed The things I know; I’ll give the whole: I’m not disposed to grudge it.

FIRST WOMAN You can’t, I vow; you’ve emptied now your whole disgusting budget.

MNESILOCHUS No, not one thousandth part I’ve told: not even how we take The scraper from the bathing-room, and down the corn we rake, And push it in, and tap the bin.

FIRST WOMAN Confound you and your slanders!

MNESILOCHUS Nor how the Apaturian meat we steal to give our panders, And then declare the cat was there.

FIRST WOMAN You nasty telltale you!

MNESILOCHUS Nor how with deadly axe a wife her lord and master slew, Another drove her husband mad with poisonous drugs fallacious, Nor how beneath the reservoir the Acharnian girl—

FIRST WOMAN Good gracious!

MNESILOCHUS Buried her father out of sight.

FIRST WOMAN Now really this won’t do.

Μνησίλοχος 564οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ 565τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ. Γυνὴ Α οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί, ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας. Μνησίλοχος οὐ δὴ μὰ Δία σύ γʼ ἅψει. Γυνὴ Α καὶ μὴν ἰδού. Μνησίλοχος καὶ μὴν ἰδού. Γυνὴ Α λαβὲ θοἰμάτιον Φιλίστη. Μνησίλοχος πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν— Γυνὴ Α τί δράσεις; Μνησίλοχος 570τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω. Χορός παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει. Κλεισθένης φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου· 575ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις· γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί. καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον, ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα 580σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα. Χορός τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν, ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.

MNESILOCHUS Nor how when late your servant bare a child as well as you, You took her boy, and in his stead your puling girl you gave her.

FIRST WOMAN O, by the Two, this jade shall rue her insolent behaviour. I’ll comb your fleece, you saucy minx.

MNESILOCHUS By Zeus, you had best begin it.

FIRST WOMAN Come on!

MNESILOCHUS Come on!

FIRST WOMAN You will? you will? (Flinging her upper mantle to Philista) Hold this, my dear, a minute.

MNESILOCHUS Stand off, or else, by Artemis, I’ll give you such a strumming—

CHORUS For pity’s sake, be silent there: I see a woman coming. Who looks as if she’d news to tell. Now prithee both be quiet And let us hear the tale she brings, without this awful riot.

CLEISTHENES Dear ladies, I am one with you in heart; My cheeks, unfledged, bear witness to my love, I am your patron, aye, and devotee. And now, for lately in the market-place I heard a rumour touching you and yours, I come to warn and put you on your guard, Lest this great danger take you unawares.

CHORUS What now, my child? for we may call thee child, So soft, and smooth, and downy are thy cheeks.

Κλεισθένης 584Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα 585αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον. Χορός πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν; Κλεισθένης ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν, ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος. Χορός καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ; Κλεισθένης 590ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν. Μνησίλοχος πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο; οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ. Κλεισθένης 595ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν, εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων. Χορός τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται. ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν, ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου 600λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος. καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε. Κλεισθένης φέρʼ ἴδω· τίς ἡ πρώτη σύ; Μνησίλοχος ποῖ τις τρέψεται; Κλεισθένης ζητητέαι γάρ ἐστε. Μνησίλοχος κακοδαίμων ἐγώ. Γυνὴ Α 605ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή. Κλεισθένης γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή; Χορός γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει. Κλεισθένης ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον ἔχουσα; Γυνὴ Α τίτθη νὴ Δίʼ ἐμή. Μνησίλοχος διοίχομαι.

CLEISTHENES Euripides, they say, has sent a cousin, A bad old man, amongst you here to-day.

CHORUS O, why and wherefore, and with what design?

CLEISTHENES To be a spy, a horrid, treacherous spy, A spy on all your purposes and plans.

CHORUS O, how should he be here, and we not know it?

CLEISTHENES Euripides has tweezered him, and singed him, And dressed him up, disguised in women’s clothes.

MNESILOCHUS (stamping about with a lively recollection of his recent sufferings) I don’t believe it; not one word of it; No man would let himself be tweezered so. Ye Goddesses, I don’t believe there’s one.

CLEISTHENES Nonsense: I never should have come here else, I had it on the best authority.

CHORUS This is a most important piece of news. We’ll take immediate steps to clear this up. We’ll search him out: we’ll find his lurking-place. Zounds, if we catch him! r-r-r! the rascal man. Will you, kind gentleman, assist the search? Give us fresh cause to thank you, patron mine.

CLEISTHENES (to F.W.) Well, who are you?

MNESILOCHUS (aside) Wherever can I flee?

CLEISTHENES I’ll find him, trust me.

MNESILOCHUS (aside) Here’s a precious scrape!

FIRST WOMAN Who? I?

CLEISTHENES Yes, you.

FIRST WOMAN Cleonymus’s wife.

CLEISTHENES Do you know her, ladies? Is she speaking truth?

CHORUS O yes, we know her: pass to someone else.

CLEISTHENES Who’s this young person with the baby here?

FIRST WOMAN O, she’s my nursemaid.

MNESILOCHUS (aside) Here he comes; I’m done for.

Κλεισθένης 610αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν; Μνησίλοχος ἔασον οὐρῆσαί μʼ. Κλεισθένης ἀναίσχυντός τις εἶ. σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε. Χορός ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα· μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν. Κλεισθένης 615πολύν γε χρόνον οὐρεῖς σύ. Μνησίλοχος νὴ Δίʼ ὦ μέλε· στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα. Κλεισθένης τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρʼ ὡς ἐμέ; Μνησίλοχος τί δῆτά μʼ ἕλκεις ἀσθενοῦσαν; Κλεισθένης εἰπέ μοι, τίς ἔστʼ ἀνήρ σοι; Μνησίλοχος τὸν ἐμὸν ἄνδρα πυνθάνει; 620τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν; Κλεισθένης τὸν δεῖνα; ποῖον; Μνησίλοχος ἔσθʼ ὁ δεῖνʼ, ὃς καί ποτε τὸν δεῖνα τὸν τοῦ δεῖνα— Κλεισθένης ληρεῖν μοι δοκεῖς. ἀνῆλθες ἤδη δεῦρο πρότερον; Μνησίλοχος νὴ Δία ὁσέτη γε. Κλεισθένης καὶ τίς σοὐστὶ συσκηνήτρια; Μνησίλοχος 625ἡ δεῖνʼ ἔμοιγʼ. Κλεισθένης οἴμοι τάλας, οὐδὲν λέγεις. Γυνὴ Α ἄπελθʼ. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς ἐκ τῶν ἱερῶν τῶν πέρυσι· σὺ δʼ ἀπόστηθί μοι, ἵνα μὴ ʼπακούσῃς ὢν ἀνήρ. σὺ δʼ εἰπέ μοι ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο. Μνησίλοχος 630φέρʼ ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν. Γυνὴ Α τί δὲ μετὰ τοῦτο δεύτερον;

CLEISTHENES Hey! where’s she off to? Stop! Why, what the mischief!

CHORUS (aside to Cl.) Yes, sift her well; discover who she is. We know the others, but we don’t know her.

CLEISTHENES Come, come, no shuffling, madam, turn this way.

MNESILOCHUS (fretfully) Don’t pull me, sir, I’m poorly.

CLEISTHENES Please to tell me Your husband’s name.

MNESILOCHUS My husband’s name? my husband’s? Why What-d’ye-call-him from Cothocidae.

CLEISTHENES Eh, what? (Considers) There was a What-d’ye-call-him once—

MNESILOCHUS He’s Who-d’ye-call-it’s son.

CLEISTHENES You’re trifling with me. Have you been here before?

MNESILOCHUS O, bless you, yes. Why, every year.

CLEISTHENES And with what tent-companion?

MNESILOCHUS With What’s-her-name.

CHORUS This is sheer idling, woman.

FIRST WOMAN (to Cl.) Step back, sir, please, and let me question ' her On last year’s rites; a little further, please; No man must listen now. (To Mn.) Now, stranger, tell me What first we practised on that holy day.

MNESILOCHUS Bless me, what was it? first? why, first we—drank.

FIRST WOMAN Right; what was second?

Μνησίλοχος 631bπροὐπίνομεν. Γυνὴ Α ταυτὶ μὲν ἤκουσάς τινος· τί δαὶ τρίτον; Μνησίλοχος σκάφιον Ξένυλλʼ ᾔτησεν· οὐ γὰρ ἦν ἀμίς. Γυνὴ Α οὐδὲν λέγεις. δεῦρʼ ἐλθὲ δεῦρʼ ὦ Κλείσθενες· 635ὅδʼ ἐστὶν ἁνὴρ ὃν λέγεις. Κλεισθένης τί οὖν ποιῶ; Γυνὴ Α ἀπόδυσον αὐτόν· οὐδὲν ὑγιὲς γὰρ λέγει. Μνησίλοχος κἄπειτʼ ἀποδύσετʼ ἐννέα παίδων μητέρα; Κλεισθένης χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ. Γυνὴ Α ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά· 640καὶ νὴ Δία τιτθούς γʼ ὥσπερ ἡμεῖς οὐκ ἔχει. Μνησίλοχος στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε. Γυνὴ Α νῦν· τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα. Κλεισθένης ἀνίστασʼ ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω; Γυνὴ Α τοδὶ διέκυψε καὶ μάλʼ εὔχρων ὦ τάλαν. Κλεισθένης 645καὶ ποῦ ʼστιν; Γυνὴ Α αὖθις ἐς τὸ πρόσθεν οἴχεται. Κλεισθένης οὐκ ἐνγεταυθί. Γυνὴ Α μἀλλὰ δεῦρʼ ἥκει πάλιν. Κλεισθένης ἰσθμόν τινʼ ἔχεις ὦνθρωπʼ· ἄνω τε καὶ κάτω τὸ πέος διέλκεις πυκνότερον Κορινθίων. Γυνὴ Α ὦ μιαρὸς οὗτος· ταῦτʼ ἄρʼ ὑπὲρ Εὐριπίδου 650ἡμῖν ἐλοιδορεῖτο. Μνησίλοχος κακοδαίμων ἐγώ, εἰς οἷʼ ἐμαυτὸν εἰσεκύλισα πράγματα. Γυνὴ Α ἄγε δὴ τί δρῶμεν; Κλεισθένης τουτονὶ φυλάττετε καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται· ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.

MNESILOCHUS Second? Drank again.

FIRST WOMAN Somebody’s told you this. But what was third?

MNESILOCHUS Well, third, Xenylla had a drop too much.

FIRST WOMAN Ah, that won’t do. Here, Cleisthenes, approach. This is the man for certain.

CLEISTHENES Bring him up.

FIRST WOMAN Strip off his clothes! for there’s no truth in him.

MNESILOCHUS What! strip the mother of nine little ones?

CLEISTHENES Loosen that belt, look sharp, you shameless thing.

FIRST WOMAN She does appear a stout and sturdy one: Upon my word, she has no breasts like ours.

MNESILOCHUS Because I’m barren, never had a child.

FIRST WOMAN Yes, now; but then you had nine little ones!

CLEISTHENES Stand up and show yourself. See! he’s a man!

FIRST WOMAN O, this is why you mocked and jeered us so! And dared defend Euripides like that! O, villain, villain.

MNESILOCHUS Miserable me! I’ve put my foot in it, and no mistake.

FIRST WOMAN What shall we do with him?

CLEISTHENES Surround him here, And watch him shrewdly that he ’scape you not. I’ll go at once and summon the police. (Cleisthenes goes out.)

CHORUS

655ἡμᾶς τοίνυν μετὰ τοῦτʼ ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ ξυζωσαμένας εὖ κἀνδρείως τῶν θʼ ἱματίων ἀποδύσας ζητεῖν, εἴ που κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι. εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα 660καὶ διασκοπεῖν σιωπῇ πανταχῇ· μόνον δὲ χρὴ μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι, ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστʼ ἤδη κύκλῳ. εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντʼ, εἴ τις ἐν τόποις ἑδραῖος ἄλλος αὖ λέληθεν ὤν. 665πανταχῇ δὲ ῥῖψον ὄμμα, καὶ τὰ τῇδε καὶ τὰ δεῦρο πάντʼ ἀνασκόπει καλῶς. ἢν γάρ με λάθῃ δράσας ἀνόσια, δώσει τε δίκην καὶ πρὸς τούτῳ τοῖς ἄλλοις ἀνδράσιν ἔσται 670παράδειγμʼ ὕβρεως ἀδίκων τʼ ἔργων ἀθέων τε τρόπων· φήσει δʼ εἶναί τε θεοὺς φανερῶς, δείξει τʼ ἤδη πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας […] 675†δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.

Light we our torches, my sisters, and manfully girding our robes, Gather them sternly about us, and casting our mantles aside On through the tents and the gangways, and up by the tiers and the rows, Eyeing, and probing, and trying, where men would be likely to hide. Now ’tis time, ’tis time, my sisters, round and round and round to go, Soft, with light and airy footfall, creeping, peeping, high and low. Look about in each direction, make a rigid, close inspection, Lest in any hole or corner, other rogues escape detection. Hunt with care, here and there, Searching, spying, poking, prying, up and down, and everywhere For if once the evil-doer we can see, He shall soon be a prey to our vengeance to-day, And to all men a warning he shall be Of the terrible fate that is sure to await The guilty sin-schemer and lawless blasphemer. And then he shall find that the Gods are not blind To what passes below; Yea, and all men shall know It is best to live purely, uprightly, securely,

CHORUS

677κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται· αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν, 680†μανίαισ† φλέγων λύσσῃ παράκοπος, †εἴ τι δρῴη† πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν, ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν 685θεὸς ἀποτίνεται. ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς. οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.

It is best to do well, And to practise day and night what is orderly and right, And in virtue and in honesty to dwell. But if anyone there be who a wicked deed shall do In his raving, and his raging, and his madness, and his pride, Every mortal soon shall see, aye, and every woman too, What a doom shall the guilty one betide. For the wicked evil deed shall be recompensed with speed, The Avenger doth not tarry to begin, Nor delayeth for a time, but He searcheth out the crime, And He punisheth the sinner in his sin. Now we’ve gone through every corner, every nook surveyed with care, And there’s not another culprit skulking, lurking anywhere.

People and places in this passage

English translation by Benjamin Bickley Rogers (1924). Original text: Greek text: F. W. Hall and W. M. Geldart (eds.), Aristophanis Comoediae, Oxford Classical Texts, Oxford: Clarendon Press, 1906-1907, as digitised by Perseus. English: Benjamin Bickley Rogers, Aristophanes, vol. III, Loeb Classical Library, London: William Heinemann, and New York: G. P. Putnam's Sons, 1924.

Greek text and translation from the Perseus Digital Library, Tufts University, Greek: CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain (Rogers). Introductions, summaries and notes © GreekMythology.com.