τὸν οὖν Σωκράτη εἰπεῖν καλῶς γὰρ αὐτὸς ἠγώνισαι, ὦ Ἐρυξίμαχε· εἰ δὲ γένοιο οὗ νῦν ἐγώ εἰμι, μᾶλλον δὲ ἴσως οὗ ἔσομαι ἐπειδὰν καὶ Ἀγάθων εἴπῃ εὖ, καὶ μάλʼ ἂν φοβοῖο καὶ ἐν παντὶ εἴης ὥσπερ ἐγὼ νῦν. φαρμάττειν βούλει με, ὦ Σώκρατες, εἰπεῖν τὸν Ἀγάθωνα, ἵνα θορυβηθῶ διὰ τὸ οἴεσθαι τὸ θέατρον προσδοκίαν μεγάλην ἔχειν ὡς εὖ ἐροῦντος ἐμοῦ. ἐπιλήσμων μεντἂν εἴην, ὦ Ἀγάθων, εἰπεῖν τὸν Σωκράτη, εἰ ἰδὼν τὴν σὴν ἀνδρείαν καὶ μεγαλοφροσύνην ἀναβαίνοντος ἐπὶ τὸν ὀκρίβαντα μετὰ τῶν ὑποκριτῶν, καὶ βλέψαντος ἐναντία τοσούτῳ θεάτρῳ, μέλλοντος ἐπιδείξεσθαι σαυτοῦ λόγους, καὶ οὐδʼ ὁπωστιοῦν ἐκπλαγέντος, νῦν οἰηθείην σε θορυβήσεσθαι ἕνεκα ἡμῶν ὀλίγων ἀνθρώπων. τί δέ, ὦ Σώκρατες; τὸν Ἀγάθωνα φάναι, οὐ δήπου με οὕτω θεάτρου μεστὸν ἡγῇ ὥστε καὶ ἀγνοεῖν ὅτι νοῦν ἔχοντι ὀλίγοι ἔμφρονες πολλῶν ἀφρόνων φοβερώτεροι; οὐ μεντἂν καλῶς ποιοίην, φάναι, ὦ Ἀγάθων, περὶ σοῦ τι ἐγὼ ἄγροικον δοξάζων· ἀλλʼ εὖ οἶδα ὅτι εἴ τισιν ἐντύχοις οὓς ἡγοῖο σοφούς, μᾶλλον ἂν αὐτῶν φροντίζοις ἢ τῶν πολλῶν. ἀλλὰ μὴ οὐχ οὗτοι ἡμεῖς ὦμεν—ἡμεῖς μὲν γὰρ καὶ ἐκεῖ παρῆμεν καὶ ἦμεν τῶν πολλῶν—εἰ δὲ ἄλλοις ἐντύχοις σοφοῖς, τάχʼ ἂν αἰσχύνοιο αὐτούς, εἴ τι ἴσως οἴοιο αἰσχρὸν ὂν ποιεῖν· ἢ πῶς λέγεις; ἀληθῆ λέγεις, φάναι. τοὺς δὲ πολλοὺς οὐκ ἂν αἰσχύνοιο εἴ τι οἴοιο αἰσχρὸν ποιεῖν; καὶ τὸν Φαῖδρον ἔφη ὑπολαβόντα εἰπεῖν ὦ φίλε Ἀγάθων, ἐὰν ἀποκρίνῃ Σωκράτει, οὐδὲν ἔτι διοίσει αὐτῷ ὁπῃοῦν τῶν ἐνθάδε ὁτιοῦν γίγνεσθαι, ἐὰν μόνον ἔχῃ ὅτῳ διαλέγηται, ἄλλως τε καὶ καλῷ. ἐγὼ δὲ ἡδέως μὲν ἀκούω Σωκράτους διαλεγομένου, ἀναγκαῖον δέ μοι ἐπιμεληθῆναι τοῦ ἐγκωμίου τῷ Ἔρωτι καὶ ἀποδέξασθαι παρʼ ἑνὸς ἑκάστου ὑμῶν τὸν λόγον· ἀποδοὺς οὖν ἑκάτερος τῷ θεῷ οὕτως ἤδη διαλεγέσθω. ἀλλὰ καλῶς λέγεις, ὦ Φαῖδρε, φάναι τὸν Ἀγάθωνα, καὶ οὐδέν με κωλύει λέγειν· Σωκράτει γὰρ καὶ αὖθις ἔσται πολλάκις διαλέγεσθαι.
said: You played your part well, Eryximachus; but if you were as I am now, or rather as I shall be when Agathon has spoken, you would, indeed, be in a great strait.
You want to cast a spell over me, Socrates, said Agathon, in the hope that I may be disconcerted at the expectation raised among the audience that I shall speak well.
I should be strangely forgetful, Agathon replied Socrates, of the courage and magnanimity which you showed when your own compositions were about to be exhibited, and you came upon the stage with the actors and faced the vast theatre altogether undismayed, if I thought that your nerves could be fluttered at a small party of friends.
Do you think, Socrates, said Agathon, that my head is so full of the theatre as not to know how much more formidable to a man of sense a few good judges are than many fools?
Nay, replied Socrates, I should be very wrong in attributing to you, Agathon, that or any other want of refinement. And I am quite aware that if you happened to meet with any whom you thought wise, you would care for their opinion much more than for that of the many. But then we, having been a part of the foolish many in the theatre, cannot be regarded as the select wise; though I know that if you chanced to be in the presence, not of one of ourselves, but of some really wise man, you would be ashamed of disgracing yourself before him—would you not?
Yes, said Agathon.
But before the many you would not be ashamed, if you thought that you were doing something disgraceful in their presence?
Here Phaedrus interrupted them, saying: not answer him, my dear Agathon; for if he can only get a partner with whom he can talk, especially a good-looking one, he will no longer care about the completion of our plan. Now I love to hear him talk; but just at present I must not forget the encomium on Love which I ought to receive from him and from every one. When you and he have paid your tribute to the god, then you may talk.
Very good, Phaedrus, said Agathon; I see no reason why I should not proceed with my speech, as I shall have many other opportunities of conversing with Socrates. Let me say first how I ought to speak, and then speak:—
The previous speakers, instead of praising the god Love, or unfolding his nature, appear to have congratulated mankind
ἐγὼ δὲ δὴ βούλομαι πρῶτον μὲν εἰπεῖν ὡς χρή με εἰπεῖν, ἔπειτα εἰπεῖν. δοκοῦσι γάρ μοι πάντες οἱ πρόσθεν εἰρηκότες οὐ τὸν θεὸν ἐγκωμιάζειν ἀλλὰ τοὺς ἀνθρώπους εὐδαιμονίζειν τῶν ἀγαθῶν ὧν ὁ θεὸς αὐτοῖς αἴτιος· ὁποῖος δέ τις αὐτὸς ὢν ταῦτα ἐδωρήσατο, οὐδεὶς εἴρηκεν. εἷς δὲ τρόπος ὀρθὸς παντὸς ἐπαίνου περὶ παντός, λόγῳ διελθεῖν οἷος οἵων αἴτιος ὢν τυγχάνει περὶ οὗ ἂν ὁ λόγος ᾖ. οὕτω δὴ τὸν ἔρωτα καὶ ἡμᾶς δίκαιον ἐπαινέσαι πρῶτον αὐτὸν οἷός ἐστιν, ἔπειτα τὰς δόσεις. φημὶ οὖν ἐγὼ πάντων θεῶν εὐδαιμόνων ὄντων ἔρωτα, εἰ θέμις καὶ ἀνεμέσητον εἰπεῖν, εὐδαιμονέστατον εἶναι αὐτῶν, κάλλιστον ὄντα καὶ ἄριστον. ἔστι δὲ κάλλιστος ὢν τοιόσδε. πρῶτον μὲν νεώτατος θεῶν, ὦ Φαῖδρε. μέγα δὲ τεκμήριον τῷ λόγῳ αὐτὸς παρέχεται, φεύγων φυγῇ τὸ γῆρας, ταχὺ ὂν δῆλον ὅτι· θᾶττον γοῦν τοῦ δέοντος ἡμῖν προσέρχεται. ὃ δὴ πέφυκεν Ἔρως μισεῖν καὶ οὐδʼ ἐντὸς πολλοῦ πλησιάζειν. μετὰ δὲ νέων ἀεὶ σύνεστί τε καὶ ἔστιν· ὁ γὰρ παλαιὸς λόγος εὖ ἔχει, ὡς ὅμοιον ὁμοίῳ ἀεὶ πελάζει. ἐγὼ δὲ Φαίδρῳ πολλὰ ἄλλα ὁμολογῶν τοῦτο οὐχ ὁμολογῶ, ὡς Ἔρως Κρόνου καὶ Ἰαπετοῦ ἀρχαιότερός ἐστιν, ἀλλά φημι νεώτατον αὐτὸν εἶναι θεῶν καὶ ἀεὶ νέον, τὰ δὲ παλαιὰ πράγματα περὶ θεούς, ἃ Ἡσίοδος καὶ Παρμενίδης λέγουσιν, Ἀνάγκῃ καὶ οὐκ Ἔρωτι γεγονέναι, εἰ ἐκεῖνοι ἀληθῆ ἔλεγον· οὐ γὰρ ἂν ἐκτομαὶ οὐδὲ δεσμοὶ ἀλλήλων ἐγίγνοντο καὶ ἄλλα πολλὰ καὶ βίαια, εἰ Ἔρως ἐν αὐτοῖς ἦν, ἀλλὰ φιλία καὶ εἰρήνη, ὥσπερ νῦν, ἐξ οὗ Ἔρως τῶν θεῶν βασιλεύει. νέος μὲν οὖν ἐστι, πρὸς δὲ τῷ νέῳ ἁπαλός· ποιητοῦ δʼ ἔστιν ἐνδεὴς οἷος ἦν Ὅμηρος πρὸς τὸ ἐπιδεῖξαι θεοῦ ἁπαλότητα. Ὅμηρος γὰρ Ἄτην θεόν τέ φησιν εἶναι καὶ ἁπαλήν—τοὺς γοῦν πόδας αὐτῆς ἁπαλοὺς εἶναι—λέγων […] τῆς μένθʼ ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπʼ οὔδεος / πίλναται, ἀλλʼ ἄρα ἥ γε κατʼ ἀνδρῶν κράατα βαίνει. / καλῷ οὖν δοκεῖ μοι τεκμηρίῳ τὴν ἁπαλότητα ἀποφαίνειν, ὅτι οὐκ ἐπὶ σκληροῦ βαίνει, ἀλλʼ ἐπὶ μαλθακοῦ. τῷ αὐτῷ δὴ καὶ ἡμεῖς χρησόμεθα τεκμηρίῳ περὶ ἔρωτα ὅτι ἁπαλός. οὐ γὰρ ἐπὶ γῆς βαίνει οὐδʼ ἐπὶ κρανίων, ἅ ἐστιν οὐ πάνυ μαλακά, ἀλλʼ ἐν τοῖς μαλακωτάτοις τῶν ὄντων καὶ βαίνει καὶ οἰκεῖ. ἐν γὰρ ἤθεσι καὶ ψυχαῖς θεῶν καὶ ἀνθρώπων τὴν οἴκησιν ἵδρυται, καὶ οὐκ αὖ ἑξῆς ἐν πάσαις ταῖς ψυχαῖς, ἀλλʼ ᾗτινι ἂν σκληρὸν ἦθος ἐχούσῃ ἐντύχῃ, ἀπέρχεται, ᾗ δʼ ἂν μαλακόν, οἰκίζεται.
on the benefits which he confers upon them. But I would rather praise the god first, and then speak of his gifts; this is always the right way of praising everything. May I say without impiety or offence, that of all the blessed gods he is the most blessed because he is the fairest and best? And he is the fairest: for, in the first place, he is the youngest, and of his youth he is himself the witness, fleeing out of the way of age, who is swift enough, swifter truly than most of us like:—Love hates him and will not come near him; but youth and love live and move together—like to like, as the proverb says. Many things were said by Phaedrus about Love in which I agree with him; but I cannot agree that he is older than Iapetus and Kronos:—not so; I maintain him to be the youngest of the gods, and youthful ever. The ancient doings among the gods of which Hesiod and Parmenides spoke, if the tradition of them be true, were done of Necessity and not of Love; had Love been in those days, there would have been no chaining or mutilation of the gods, or other violence, but peace and sweetness, as there is now in heaven, since the rule of Love began. Love is young and also tender; he ought to have a poet like Homer to describe his tenderness, as Homer says of Ate, that she is a goddess and tender:—
‘Her feet are tender, for she sets her steps, Not on the ground but on the heads of men:’
herein is an excellent proof of her tenderness,—that she walks not upon the hard but upon the soft. Let us adduce a similar proof of the tenderness of Love; for he walks not upon the earth, nor yet upon the skulls of men, which are not so very soft, but in the hearts and souls of both gods and men, which are of all things the softest: in them he walks and dwells and makes his home. Not in every soul without exception, for where there is hardness he departs, where there is softness there he dwells; and nestling always with his feet and in all manner of ways in the softest of soft places, how can he be other than the softest of all things?
ἁπτόμενον οὖν ἀεὶ καὶ ποσὶν καὶ πάντῃ ἐν μαλακωτάτοις τῶν μαλακωτάτων, ἁπαλώτατον ἀνάγκη εἶναι. νεώτατος μὲν δή ἐστι καὶ ἁπαλώτατος, πρὸς δὲ τούτοις ὑγρὸς τὸ εἶδος. οὐ γὰρ ἂν οἷός τʼ ἦν πάντῃ περιπτύσσεσθαι οὐδὲ διὰ πάσης ψυχῆς καὶ εἰσιὼν τὸ πρῶτον λανθάνειν καὶ ἐξιών, εἰ σκληρὸς ἦν. συμμέτρου δὲ καὶ ὑγρᾶς ἰδέας μέγα τεκμήριον ἡ εὐσχημοσύνη, ὃ δὴ διαφερόντως ἐκ πάντων ὁμολογουμένως Ἔρως ἔχει· ἀσχημοσύνῃ γὰρ καὶ Ἔρωτι πρὸς ἀλλήλους ἀεὶ πόλεμος. χρόας δὲ κάλλος ἡ κατʼ ἄνθη δίαιτα τοῦ θεοῦ σημαίνει· ἀνανθεῖ γὰρ καὶ ἀπηνθηκότι καὶ σώματι καὶ ψυχῇ καὶ ἄλλῳ ὁτῳοῦν οὐκ ἐνίζει Ἔρως, οὗ δʼ ἂν εὐανθής τε καὶ εὐώδης τόπος ᾖ, ἐνταῦθα δὲ καὶ ἵζει καὶ μένει. περὶ μὲν οὖν κάλλους τοῦ θεοῦ καὶ ταῦτα ἱκανὰ καὶ ἔτι πολλὰ λείπεται, περὶ δὲ ἀρετῆς Ἔρωτος μετὰ ταῦτα λεκτέον, τὸ μὲν μέγιστον ὅτι Ἔρως οὔτʼ ἀδικεῖ οὔτʼ ἀδικεῖται οὔτε ὑπὸ θεοῦ οὔτε θεόν, οὔτε ὑπʼ ἀνθρώπου οὔτε ἄνθρωπον. οὔτε γὰρ αὐτὸς βίᾳ πάσχει, εἴ τι πάσχει—βία γὰρ Ἔρωτος οὐχ ἅπτεται· οὔτε ποιῶν ποιεῖ—πᾶς γὰρ ἑκὼν Ἔρωτι πᾶν ὑπηρετεῖ, ἃ δʼ ἂν ἑκὼν ἑκόντι ὁμολογήσῃ, φασὶν οἱ πόλεως βασιλῆς νόμοι δίκαια εἶναι. πρὸς δὲ τῇ δικαιοσύνῃ σωφροσύνης πλείστης μετέχει. εἶναι γὰρ ὁμολογεῖται σωφροσύνη τὸ κρατεῖν ἡδονῶν καὶ ἐπιθυμιῶν, Ἔρωτος δὲ μηδεμίαν ἡδονὴν κρείττω εἶναι· εἰ δὲ ἥττους, κρατοῖντʼ ἂν ὑπὸ Ἔρωτος, ὁ δὲ κρατοῖ, κρατῶν δὲ ἡδονῶν καὶ ἐπιθυμιῶν ὁ Ἔρως διαφερόντως ἂν σωφρονοῖ. καὶ μὴν εἴς γε ἀνδρείαν Ἔρωτι οὐδʼ Ἄρης ἀνθίσταται. οὐ γὰρ ἔχει ἔρωτα Ἄρης, ἀλλʼ Ἔρως Ἄρη—Ἀφροδίτης, ὡς λόγος—κρείττων δὲ ὁ ἔχων τοῦ ἐχομένου· τοῦ δʼ ἀνδρειοτάτου τῶν ἄλλων κρατῶν πάντων ἂν ἀνδρειότατος εἴη. περὶ μὲν οὖν δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας τοῦ θεοῦ εἴρηται, περὶ δὲ σοφίας λείπεται· ὅσον οὖν δυνατόν, πειρατέον μὴ ἐλλείπειν. καὶ πρῶτον μέν, ἵνʼ αὖ καὶ ἐγὼ τὴν ἡμετέραν τέχνην τιμήσω ὥσπερ Ἐρυξίμαχος τὴν αὑτοῦ, ποιητὴς ὁ θεὸς σοφὸς οὕτως ὥστε καὶ ἄλλον ποιῆσαι· πᾶς γοῦν ποιητὴς γίγνεται, κἂν ἄμουσος ᾖ τὸ πρίν, οὗ ἂν Ἔρως ἅψηται. ᾧ δὴ πρέπει ἡμᾶς μαρτυρίῳ χρῆσθαι, ὅτι ποιητὴς ὁ Ἔρως ἀγαθὸς ἐν κεφαλαίῳ πᾶσαν ποίησιν τὴν κατὰ μουσικήν· ἃ γάρ τις ἢ μὴ ἔχει ἢ μὴ οἶδεν, οὔτʼ ἂν ἑτέρῳ δοίη οὔτʼ ἂν ἄλλον διδάξειεν.
Of a truth he is the tenderest as well as the youngest, and also he is of flexile form; for if he were hard and without flexure he could not enfold all things, or wind his way into and out of every soul of man undiscovered. And a proof of his flexibility and symmetry of form is his grace, which is universally admitted to be in an especial manner the attribute of Love; ungrace and love are always at war with one another. The fairness of his complexion is revealed by his habitation among the flowers; for he dwells not amid bloomless or fading beauties, whether of body or soul or aught else, but in the place of flowers and scents, there he sits and abides. Concerning the beauty of the god I have said enough; and yet there remains much more which I might say. Of his virtue I have now to speak: his greatest glory is that he can neither do nor suffer wrong to or from any god or any man; for he suffers not by force if he suffers; force comes not near him, neither when he acts does he act by force. For all men in all things serve him of their own free will, and where there is voluntary agreement, there, as the laws which are the lords of the city say, is justice. And not only is he just but exceedingly temperate, for Temperance is the acknowledged ruler of the pleasures and desires, and no pleasure ever masters Love; he is their master and they are his servants; and if he conquers them he must be temperate indeed. As to courage, even the God of War is no match for him; he is the captive and Love is the lord, for love, the love of Aphrodite, masters him, as the tale runs; and the master is stronger than the servant. And if he conquers the bravest of all others, he must be himself the bravest. Of his courage and justice and temperance I have spoken, but I have yet to speak of his wisdom; and according to the measure of my ability I must try to do my best. In the first place he is a poet (and here, like Eryximachus, I magnify my art), and he is also the source of poesy in others, which he could not be if he were not himself a poet. And at the touch of him every one becomes a poet, even though he had no music in him before; this also is a proof that Love is a good poet and accomplished in all the fine arts; for no one can give to another that which he has not himself, or teach that of which he has no knowledge. Who will deny that the creation of the animals is his doing? Are they not all the works of his
καὶ μὲν δὴ τήν γε τῶν ζῴων ποίησιν πάντων τίς ἐναντιώσεται μὴ οὐχὶ Ἔρωτος εἶναι σοφίαν, ᾗ γίγνεταί τε καὶ φύεται πάντα τὰ ζῷα; ἀλλὰ τὴν τῶν τεχνῶν δημιουργίαν οὐκ ἴσμεν, ὅτι οὗ μὲν ἂν ὁ θεὸς οὗτος διδάσκαλος γένηται, ἐλλόγιμος καὶ φανὸς ἀπέβη, οὗ δʼ ἂν Ἔρως μὴ ἐφάψηται, σκοτεινός; τοξικήν γε μὴν καὶ ἰατρικὴν καὶ μαντικὴν Ἀπόλλων ἀνηῦρεν ἐπιθυμίας καὶ ἔρωτος ἡγεμονεύσαντος, ὥστε καὶ οὗτος Ἔρωτος ἂν εἴη μαθητής, καὶ Μοῦσαι μουσικῆς καὶ Ἥφαιστος χαλκείας καὶ Ἀθηνᾶ ἱστουργίας καὶ Ζεὺς κυβερνᾶν θεῶν τε καὶ ἀνθρώπων . ὅθεν δὴ καὶ κατεσκευάσθη τῶν θεῶν τὰ πράγματα Ἔρωτος ἐγγενομένου, δῆλον ὅτι κάλλους—αἴσχει γὰρ οὐκ ἔπι ἔρως—πρὸ τοῦ δέ, ὥσπερ ἐν ἀρχῇ εἶπον, πολλὰ καὶ δεινὰ θεοῖς ἐγίγνετο, ὡς λέγεται, διὰ τὴν τῆς ἀνάγκης βασιλείαν· ἐπειδὴ δʼ ὁ θεὸς οὗτος ἔφυ, ἐκ τοῦ ἐρᾶν τῶν καλῶν πάντʼ ἀγαθὰ γέγονεν καὶ θεοῖς καὶ ἀνθρώποις. οὕτως ἐμοὶ δοκεῖ, ὦ Φαῖδρε, Ἔρως πρῶτος αὐτὸς ὢν κάλλιστος καὶ ἄριστος μετὰ τοῦτο τοῖς ἄλλοις ἄλλων τοιούτων αἴτιος εἶναι. ἐπέρχεται δέ μοί τι καὶ ἔμμετρον εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶνεἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην / νηνεμίαν, ἀνέμων κοίτην ὕπνον τʼ ἐνὶ κήδει. / οὗτος δὲ ἡμᾶς ἀλλοτριότητος μὲν κενοῖ, οἰκειότητος δὲ πληροῖ, τὰς τοιάσδε συνόδους μετʼ ἀλλήλων πάσας τιθεὶς συνιέναι, ἐν ἑορταῖς, ἐν χοροῖς, ἐν θυσίαισι γιγνόμενος ἡγεμών· πρᾳότητα μὲν πορίζων, ἀγριότητα δʼ ἐξορίζων· φιλόδωρος εὐμενείας, ἄδωρος δυσμενείας· ἵλεως ἀγαθός· θεατὸς σοφοῖς, ἀγαστὸς θεοῖς· ζηλωτὸς ἀμοίροις, κτητὸς εὐμοίροις· τρυφῆς, ἁβρότητος, χλιδῆς, χαρίτων, ἱμέρου, πόθου πατήρ· ἐπιμελὴς ἀγαθῶν, ἀμελὴς κακῶν· ἐν πόνῳ, ἐν φόβῳ, ἐν πόθῳ, ἐν λόγῳ κυβερνήτης, ἐπιβάτης, παραστάτης τε καὶ σωτὴρ ἄριστος, συμπάντων τε θεῶν καὶ ἀνθρώπων κόσμος, ἡγεμὼν κάλλιστος καὶ ἄριστος, ᾧ χρὴ ἕπεσθαι πάντα ἄνδρα ἐφυμνοῦντα καλῶς, ᾠδῆς μετέχοντα ἣν ᾁδει θέλγων πάντων θεῶν τε καὶ ἀνθρώπων νόημα. οὗτος, ἔφη, ὁ παρʼ ἐμοῦ λόγος, ὦ Φαῖδρε, τῷ θεῷ ἀνακείσθω, τὰ μὲν παιδιᾶς, τὰ δὲ σπουδῆς μετρίας, καθʼ ὅσον ἐγὼ δύναμαι, μετέχων.
wisdom, born and begotten of him? And as to the artists, do we not know that he only of them whom love inspires has the light of fame?—he whom Love touches not walks in darkness. The arts of medicine and archery and divination were discovered by Apollo, under the guidance of love and desire; so that he too is a disciple of Love. Also the melody of the Muses, the metallurgy of Hephaestus, the weaving of Athene, the empire of Zeus over gods and men, are all due to Love, who was the inventor of them. And so Love set in order the empire of the gods—the love of beauty, as is evident, for with deformity Love has no concern. In the days of old, as I began by saying, dreadful deeds were done among the gods, for they were ruled by Necessity; but now since the birth of Love, and from the Love of the beautiful, has sprung every good in heaven and earth. Therefore, Phaedrus, I say of Love that he is the fairest and best in himself, and the cause of what is fairest and best in all other things. And there comes into my mind a line of poetry in which he is said to be the god who
‘Gives peace on earth and calms the stormy deep, Who stills the winds and bids the sufferer sleep.’
This is he who empties men of disaffection and fills them with affection, who makes them to meet together at banquets such as these: in sacrifices, feasts, dances, he is our lord—who sends courtesy and sends away discourtesy, who gives kindness ever and never gives unkindness; the friend of the good, the wonder of the wise, the amazement of the gods; desired by those who have no part in him, and precious to those who have the better part in him; parent of delicacy, luxury, desire, fondness, softness, grace; regardful of the good, regardless of the evil: in every word, work, wish, fear—saviour, pilot, comrade, helper; glory of gods and men, leader best and brightest: in whose footsteps let every man follow, sweetly singing in his honour and joining in that sweet strain with which love charms the souls of gods and men. Such is the speech, Phaedrus, half-playful, yet having a certain measure of seriousness, which, according to my ability, I dedicate to the god.