Plato · Symposium Συμπόσιον

Plato, Symposium 186a–188e: Eryximachus: love in medicine, music, the seasons and divination

Eryximachus, speaking in place of Aristophanes, says that the physician agrees that there are two kinds of love, in the body as well as in the soul, and in all things. In medicine the good art makes the opposite elements, hot and cold, moist and dry, love one another, and the same is true of music, in which the high and low notes are reconciled, which he thinks Heracleitus meant by the harmony of the bow and the lyre. The seasons of the year are full of both loves, and when the orderly kind prevails there is health and plenty, but the unruly kind brings plague and blight. Divination is the art of making friends between gods and men, and he ends that Love in all his forms has the greatest power, and asks Aristophanes to supply what he has left out.

Sections 186a–188e · 1172 words · click a number to copy its link

εἰπεῖν δὴ τὸν Ἐρυξίμαχον, δοκεῖ τοίνυν μοι ἀναγκαῖον εἶναι, ἐπειδὴ Παυσανίας ὁρμήσας ἐπὶ τὸν λόγον καλῶς οὐχ ἱκανῶς ἀπετέλεσε, δεῖν ἐμὲ πειρᾶσθαι τέλος ἐπιθεῖναι τῷ λόγῳ. τὸ μὲν γὰρ διπλοῦν εἶναι τὸν ἔρωτα δοκεῖ μοι καλῶς διελέσθαι· ὅτι δὲ οὐ μόνον ἐστὶν ἐπὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων πρὸς τοὺς καλοὺς ἀλλὰ καὶ πρὸς ἄλλα πολλὰ καὶ ἐν τοῖς ἄλλοις, τοῖς τε σώμασι τῶν πάντων ζῴων καὶ τοῖς ἐν τῇ γῇ φυομένοις καὶ ὡς ἔπος εἰπεῖν ἐν πᾶσι τοῖς οὖσι, καθεωρακέναι μοι δοκῶ ἐκ τῆς ἰατρικῆς, τῆς ἡμετέρας τέχνης, ὡς μέγας καὶ θαυμαστὸς καὶ ἐπὶ πᾶν ὁ θεὸς τείνει καὶ κατʼ ἀνθρώπινα καὶ κατὰ θεῖα πράγματα. ἄρξομαι δὲ ἀπὸ τῆς ἰατρικῆς λέγων, ἵνα καὶ πρεσβεύωμεν τὴν τέχνην. ἡ γὰρ φύσις τῶν σωμάτων τὸν διπλοῦν ἔρωτα τοῦτον ἔχει· τὸ γὰρ ὑγιὲς τοῦ σώματος καὶ τὸ νοσοῦν ὁμολογουμένως ἕτερόν τε καὶ ἀνόμοιόν ἐστι, τὸ δὲ ἀνόμοιον ἀνομοίων ἐπιθυμεῖ καὶ ἐρᾷ. ἄλλος μὲν οὖν ὁ ἐπὶ τῷ ὑγιεινῷ ἔρως, ἄλλος δὲ ὁ ἐπὶ τῷ νοσώδει. ἔστιν δή, ὥσπερ ἄρτι Παυσανίας ἔλεγεν τοῖς μὲν ἀγαθοῖς καλὸν χαρίζεσθαι τῶν ἀνθρώπων, τοῖς δʼ ἀκολάστοις αἰσχρόν, οὕτω καὶ ἐν αὐτοῖς τοῖς σώμασιν τοῖς μὲν ἀγαθοῖς ἑκάστου τοῦ σώματος καὶ ὑγιεινοῖς καλὸν χαρίζεσθαι καὶ δεῖ, καὶ τοῦτό ἐστιν ᾧ ὄνομα τὸ ἰατρικόν, τοῖς δὲ κακοῖς καὶ νοσώδεσιν αἰσχρόν τε καὶ δεῖ ἀχαριστεῖν, εἰ μέλλει τις τεχνικὸς εἶναι. ἔστι γὰρ ἰατρική, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἐπιστήμη τῶν τοῦ σώματος ἐρωτικῶν πρὸς πλησμονὴν καὶ κένωσιν, καὶ ὁ διαγιγνώσκων ἐν τούτοις τὸν καλόν τε καὶ αἰσχρὸν ἔρωτα, οὗτός ἐστιν ὁ ἰατρικώτατος, καὶ ὁ μεταβάλλειν ποιῶν, ὥστε ἀντὶ τοῦ ἑτέρου ἔρωτος τὸν ἕτερον κτᾶσθαι, καὶ οἷς μὴ ἔνεστιν ἔρως, δεῖ δʼ ἐγγενέσθαι, ἐπιστάμενος ἐμποιῆσαι καὶ ἐνόντα ἐξελεῖν, ἀγαθὸς ἂν εἴη δημιουργός. δεῖ γὰρ δὴ τὰ ἔχθιστα ὄντα ἐν τῷ σώματι φίλα οἷόν τʼ εἶναι ποιεῖν καὶ ἐρᾶν ἀλλήλων. ἔστι δὲ ἔχθιστα τὰ ἐναντιώτατα, ψυχρὸν θερμῷ, πικρὸν γλυκεῖ, ξηρὸν ὑγρῷ, πάντα τὰ τοιαῦτα· τούτοις ἐπιστηθεὶς ἔρωτα ἐμποιῆσαι καὶ ὁμόνοιαν ὁ ἡμέτερος πρόγονος Ἀσκληπιός, ὥς φασιν οἵδε οἱ ποιηταὶ καὶ ἐγὼ πείθομαι, συνέστησεν τὴν ἡμετέραν τέχνην.

endeavour to supply his deficiency. I think that he has rightly distinguished two kinds of love. But my art further informs me that the double love is not merely an affection of the soul of man towards the fair, or towards anything, but is to be found in the bodies of all animals and in productions of the earth, and I may say in all that is; such is the conclusion which I seem to have gathered from my own art of medicine, whence I learn how great and wonderful and universal is the deity of love, whose empire extends over all things, divine as well as human. And from medicine I will begin that I may do honour to my art. There are in the human body these two kinds of love, which are confessedly different and unlike, and being unlike, they have loves and desires which are unlike; and the desire of the healthy is one, and the desire of the diseased is another; and as Pausanias was just now saying that to indulge good men is honourable, and bad men dishonourable:—so too in the body the good and healthy elements are to be indulged, and the bad elements and the elements of disease are not to be indulged, but discouraged. And this is what the physician has to do, and in this the art of medicine consists: for medicine may be regarded generally as the knowledge of the loves and desires of the body, and how to satisfy them or not; and the best physician is he who is able to separate fair love from foul, or to convert one into the other; and he who knows how to eradicate and how to implant love, whichever is required, and can reconcile the most hostile elements in the constitution and make them loving friends, is a skilful practitioner. Now the most hostile are the most opposite, such as hot and cold, bitter and sweet, moist and dry, and the like. And my ancestor, Asclepius, knowing how to implant friendship and accord in these elements, was the creator of our art, as our friends the poets here tell us, and I believe them; and not only medicine in every branch but the arts of gymnastic and husbandry are under his dominion.

ἥ τε οὖν ἰατρική, ὥσπερ λέγω, πᾶσα διὰ τοῦ θεοῦ τούτου κυβερνᾶται, ὡσαύτως δὲ καὶ γυμναστικὴ καὶ γεωργία· μουσικὴ δὲ καὶ παντὶ κατάδηλος τῷ καὶ σμικρὸν προσέχοντι τὸν νοῦν ὅτι κατὰ ταὐτὰ ἔχει τούτοις, ὥσπερ ἴσως καὶ Ἡράκλειτος βούλεται λέγειν, ἐπεὶ τοῖς γε ῥήμασιν οὐ καλῶς λέγει. τὸ ἓν γάρ φησι «διαφερόμενον αὐτὸ αὑτῷ συμφέρεσθαι,» «ὥσπερ ἁρμονίαν τόξου τε καὶ λύρας.» ἔστι δὲ πολλὴ ἀλογία ἁρμονίαν φάναι διαφέρεσθαι ἢ ἐκ διαφερομένων ἔτι εἶναι. ἀλλὰ ἴσως τόδε ἐβούλετο λέγειν, ὅτι ἐκ διαφερομένων πρότερον τοῦ ὀξέος καὶ βαρέος, ἔπειτα ὕστερον ὁμολογησάντων γέγονεν ὑπὸ τῆς μουσικῆς τέχνης. οὐ γὰρ δήπου ἐκ διαφερομένων γε ἔτι τοῦ ὀξέος καὶ βαρέος ἁρμονία ἂν εἴη· ἡ γὰρ ἁρμονία συμφωνία ἐστίν, συμφωνία δὲ ὁμολογία τις—ὁμολογίαν δὲ ἐκ διαφερομένων, ἕως ἂν διαφέρωνται, ἀδύνατον εἶναι· διαφερόμενον δὲ αὖ καὶ μὴ ὁμολογοῦν ἀδύνατον ἁρμόσαι—ὥσπερ γε καὶ ὁ ῥυθμὸς ἐκ τοῦ ταχέος καὶ βραδέος, ἐκ διενηνεγμένων πρότερον, ὕστερον δὲ ὁμολογησάντων γέγονε. τὴν δὲ ὁμολογίαν πᾶσι τούτοις, ὥσπερ ἐκεῖ ἡ ἰατρική, ἐνταῦθα ἡ μουσικὴ ἐντίθησιν, ἔρωτα καὶ ὁμόνοιαν ἀλλήλων ἐμποιήσασα· καὶ ἔστιν αὖ μουσικὴ περὶ ἁρμονίαν καὶ ῥυθμὸν ἐρωτικῶν ἐπιστήμη. καὶ ἐν μέν γε αὐτῇ τῇ συστάσει ἁρμονίας τε καὶ ῥυθμοῦ οὐδὲν χαλεπὸν τὰ ἐρωτικὰ διαγιγνώσκειν, οὐδὲ ὁ διπλοῦς ἔρως ἐνταῦθά πω ἔστιν· ἀλλʼ ἐπειδὰν δέῃ πρὸς τοὺς ἀνθρώπους καταχρῆσθαι ῥυθμῷ τε καὶ ἁρμονίᾳ ἢ ποιοῦντα, ὃ δὴ μελοποιίαν καλοῦσιν, ἢ χρώμενον ὀρθῶς τοῖς πεποιημένοις μέλεσί τε καὶ μέτροις, ὃ δὴ παιδεία ἐκλήθη, ἐνταῦθα δὴ καὶ χαλεπὸν καὶ ἀγαθοῦ δημιουργοῦ δεῖ. πάλιν γὰρ ἥκει ὁ αὐτὸς λόγος, ὅτι τοῖς μὲν κοσμίοις τῶν ἀνθρώπων, καὶ ὡς ἂν κοσμιώτεροι γίγνοιντο οἱ μήπω ὄντες, δεῖ χαρίζεσθαι καὶ φυλάττειν τὸν τούτων ἔρωτα, καὶ οὗτός ἐστιν ὁ καλός, ὁ οὐράνιος, ὁ τῆς Οὐρανίας μούσης Ἔρως· ὁ δὲ Πολυμνίας ὁ πάνδημος, ὃν δεῖ εὐλαβούμενον προσφέρειν οἷς ἂν προσφέρῃ, ὅπως ἂν τὴν μὲν ἡδονὴν αὐτοῦ καρπώσηται, ἀκολασίαν δὲ μηδεμίαν ἐμποιήσῃ, ὥσπερ ἐν τῇ ἡμετέρᾳ τέχνῃ μέγα ἔργον ταῖς περὶ τὴν ὀψοποιικὴν τέχνην ἐπιθυμίαις καλῶς χρῆσθαι, ὥστʼ ἄνευ νόσου τὴν ἡδονὴν καρπώσασθαι.

Any one who pays the least attention to the subject will also perceive that in music there is the same reconciliation of opposites; and I suppose that this must have been the meaning of Heracleitus, although his words are not accurate; for he says that The One is united by disunion, like the harmony of the bow and the lyre. Now there is an absurdity saying that harmony is discord or is composed of elements which are still in a state of discord. But what he probably meant was, that harmony is composed of differing notes of higher or lower pitch which disagreed once, but are now reconciled by the art of music; for if the higher and lower notes still disagreed, there could be no harmony,—clearly not. For harmony is a symphony, and symphony is an agreement; but an agreement of disagreements while they disagree there cannot be; you cannot harmonize that which disagrees. In like manner rhythm is compounded of elements short and long, once differing and now in accord; which accordance, as in the former instance, medicine, so in all these other cases, music implants, making love and unison to grow up among them; and thus music, too, is concerned with the principles of love in their application to harmony and rhythm. Again, in the essential nature of harmony and rhythm there is no difficulty in discerning love which has not yet become double. But when you want to use them in actual life, either in the composition of songs or in the correct performance of airs or metres composed already, which latter is called education, then the difficulty begins, and the good artist is needed. Then the old tale has to be repeated of fair and heavenly love—the love of Urania the fair and heavenly muse, and of the duty of accepting the temperate, and those who are as yet intemperate only that they may become temperate, and of preserving their love; and again, of the vulgar Polyhymnia, who must be used with circumspection that the pleasure be enjoyed, but may not generate licentiousness; just as in my own art it is a great matter so to regulate the desires of the epicure that he may gratify his tastes without the attendant evil of disease. Whence I infer that in music, in medicine, in all other things human as well as divine, both loves ought to be noted as far as may be, for they

καὶ ἐν μουσικῇ δὴ καὶ ἐν ἰατρικῇ καὶ ἐν τοῖς ἄλλοις πᾶσι καὶ τοῖς ἀνθρωπείοις καὶ τοῖς θείοις, καθʼ ὅσον παρείκει, φυλακτέον ἑκάτερον τὸν ἔρωτα· ἔνεστον γάρ. ἐπεὶ καὶ ἡ τῶν ὡρῶν τοῦ ἐνιαυτοῦ σύστασις μεστή ἐστιν ἀμφοτέρων τούτων, καὶ ἐπειδὰν μὲν πρὸς ἄλληλα τοῦ κοσμίου τύχῃ ἔρωτος ἃ νυνδὴ ἐγὼ ἔλεγον, τά τε θερμὰ καὶ τὰ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά, καὶ ἁρμονίαν καὶ κρᾶσιν λάβῃ σώφρονα, ἥκει φέροντα εὐετηρίαν τε καὶ ὑγίειαν ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς, καὶ οὐδὲν ἠδίκησεν· ὅταν δὲ ὁ μετὰ τῆς ὕβρεως Ἔρως ἐγκρατέστερος περὶ τὰς τοῦ ἐνιαυτοῦ ὥρας γένηται, διέφθειρέν τε πολλὰ καὶ ἠδίκησεν. οἵ τε γὰρ λοιμοὶ φιλοῦσι γίγνεσθαι ἐκ τῶν τοιούτων καὶ ἄλλα ἀνόμοια πολλὰ νοσήματα καὶ τοῖς θηρίοις καὶ τοῖς φυτοῖς· καὶ γὰρ πάχναι καὶ χάλαζαι καὶ ἐρυσῖβαι ἐκ πλεονεξίας καὶ ἀκοσμίας περὶ ἄλληλα τῶν τοιούτων γίγνεται ἐρωτικῶν, ὧν ἐπιστήμη περὶ ἄστρων τε φορὰς καὶ ἐνιαυτῶν ὥρας ἀστρονομία καλεῖται. ἔτι τοίνυν καὶ αἱ θυσίαι πᾶσαι καὶ οἷς μαντικὴ ἐπιστατεῖ—ταῦτα δʼ ἐστὶν ἡ περὶ θεούς τε καὶ ἀνθρώπους πρὸς ἀλλήλους κοινωνία—οὐ περὶ ἄλλο τί ἐστιν ἢ περὶ Ἔρωτος φυλακήν τε καὶ ἴασιν. πᾶσα γὰρ ἀσέβεια φιλεῖ γίγνεσθαι ἐὰν μή τις τῷ κοσμίῳ Ἔρωτι χαρίζηται μηδὲ τιμᾷ τε αὐτὸν καὶ πρεσβεύῃ ἐν παντὶ ἔργῳ, ἀλλὰ τὸν ἕτερον, καὶ περὶ γονέας καὶ ζῶντας καὶ τετελευτηκότας καὶ περὶ θεούς· ἃ δὴ προστέτακται τῇ μαντικῇ ἐπισκοπεῖν τοὺς ἐρῶντας καὶ ἰατρεύειν, καὶ ἔστιν αὖ ἡ μαντικὴ φιλίας θεῶν καὶ ἀνθρώπων δημιουργὸς τῷ ἐπίστασθαι τὰ κατὰ ἀνθρώπους ἐρωτικά, ὅσα τείνει πρὸς θέμιν καὶ εὐσέβειαν. οὕτω πολλὴν καὶ μεγάλην, μᾶλλον δὲ πᾶσαν δύναμιν ἔχει συλλήβδην μὲν ὁ πᾶς Ἔρως, ὁ δὲ περὶ τἀγαθὰ μετὰ σωφροσύνης καὶ δικαιοσύνης ἀποτελούμενος καὶ παρʼ ἡμῖν καὶ παρὰ θεοῖς, οὗτος τὴν μεγίστην δύναμιν ἔχει καὶ πᾶσαν ἡμῖν εὐδαιμονίαν παρασκευάζει καὶ ἀλλήλοις δυναμένους ὁμιλεῖν καὶ φίλους εἶναι καὶ τοῖς κρείττοσιν ἡμῶν θεοῖς. ἴσως μὲν οὖν καὶ ἐγὼ τὸν ἔρωτα ἐπαινῶν πολλὰ παραλείπω, οὐ μέντοι ἑκών γε. ἀλλʼ εἴ τι ἐξέλιπον, σὸν ἔργον, ὦ Ἀριστόφανες, ἀναπληρῶσαι· ἢ εἴ πως ἄλλως ἐν νῷ ἔχεις ἐγκωμιάζειν τὸν θεόν, ἐγκωμίαζε, ἐπειδὴ καὶ τῆς λυγγὸς πέπαυσαι.

are both present.

The course of the seasons is also full of both these principles; and when, as I was saying, the elements of hot and cold, moist and dry, attain the harmonious love of one another and blend in temperance and harmony, they bring to men, animals, and plants health and plenty, and do them no harm; whereas the wanton love, getting the upper hand and affecting the seasons of the year, is very destructive and injurious, being the source of pestilence, and bringing many other kinds of diseases on animals and plants; for hoar-frost and hail and blight spring from the excesses and disorders of these elements of love, which to know in relation to the revolutions of the heavenly bodies and the seasons of the year is termed astronomy. Furthermore all sacrifices and the whole province of divination, which is the art of communion between gods and men—these, I say, are concerned only with the preservation of the good and the cure of the evil love. For all manner of impiety is likely to ensue if, instead of accepting and honouring and reverencing the harmonious love in all his actions, a man honours the other love, whether in his feelings towards gods or parents, towards the living or the dead. Wherefore the business of divination is to see to these loves and to heal them, and divination is the peacemaker of gods and men, working by a knowledge of the religious or irreligious tendencies which exist in human loves. Such is the great and mighty, or rather omnipotent force of love in general. And the love, more especially, which is concerned with the good, and which is perfected in company with temperance and justice, whether among gods or men, has the greatest power, and is the source of all our happiness and harmony, and makes us friends with the gods who are above us, and with one another. I dare say that I too have omitted several things which might be said in praise of Love, but this was not intentional, and you, Aristophanes, may now supply the omission or take some other line of commendation; for I perceive that you are rid of the hiccough.

Yes, said Aristophanes, who followed, the hiccough is

English translation by Benjamin Jowett (1892). Original text: Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus); English: Benjamin Jowett (trans.), The Dialogues of Plato, 3rd edition, Oxford: Clarendon Press, 1892.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Symposium 186a–188e: Eryximachus | Plato