Plato · Symposium Συμπόσιον

Plato, Symposium 175a–177e: Socrates arrives late at Agathon's supper; the company agrees to praise Love

Aristodemus arrives at Agathon's house alone, because Socrates has stopped to think in a neighbour's porch, and Agathon jokes that he and Socrates will soon have to let Dionysus judge which of them is wiser. When Socrates comes in and takes his place, the guests make libations and sing a hymn to the god, and Pausanias asks how they can drink with least injury to themselves after the previous day's drinking, and Aristophanes, Eryximachus and Agathon agree that they should drink only as much as they like. Eryximachus, speaking for Phaedrus, says that it is strange that, while other gods have poems and hymns in their honour, and the sophist Prodicus has praised Heracles and someone has even written in praise of salt, Love has no encomiast among the poets. He proposes that each in turn, from left to right, make the finest speech he can in praise of Love, beginning with Phaedrus, and Socrates, who says that he understands nothing but matters of love, agrees.

Sections 175a–177e · 1290 words · click a number to copy its link

ὄπισθεν ἐμοῦ ἄρτι εἰσῄει· ἀλλὰ θαυμάζω καὶ αὐτὸς ποῦ ἂν εἴη. οὐ σκέψῃ, ἔφη, παῖ, φάναι τὸν Ἀγάθωνα, καὶ εἰσάξεις Σωκράτη; σὺ δʼ, ἦ δʼ ὅς, Ἀριστόδημε, παρʼ Ἐρυξίμαχον κατακλίνου. καὶ ἓ μὲν ἔφη ἀπονίζειν τὸν παῖδα ἵνα κατακέοιτο· ἄλλον δέ τινα τῶν παίδων ἥκειν ἀγγέλλοντα ὅτι «Σωκράτης οὗτος ἀναχωρήσας ἐν τῷ τῶν γειτόνων προθύρῳ ἕστηκεν, κἀμοῦ καλοῦντος οὐκ ἐθέλει εἰσιέναι.» ἄτοπόν γʼ, ἔφη, λέγεις· οὔκουν καλεῖς αὐτὸν καὶ μὴ ἀφήσεις; καὶ ὃς ἔφη εἰπεῖν μηδαμῶς, ἀλλʼ ἐᾶτε αὐτόν. ἔθος γάρ τι τοῦτʼ ἔχει· ἐνίοτε ἀποστὰς ὅποι ἂν τύχῃ ἕστηκεν. ἥξει δʼ αὐτίκα, ὡς ἐγὼ οἶμαι. μὴ οὖν κινεῖτε, ἀλλʼ ἐᾶτε. ἀλλʼ οὕτω χρὴ ποιεῖν, εἰ σοὶ δοκεῖ, ἔφη φάναι τὸν Ἀγάθωνα. ἀλλʼ ἡμᾶς, ὦ παῖδες, τοὺς ἄλλους ἑστιᾶτε. πάντως παρατίθετε ὅτι ἂν βούλησθε, ἐπειδάν τις ὑμῖν μὴ ἐφεστήκῃ—ὃ ἐγὼ οὐδεπώποτε ἐποίησα—νῦν οὖν, νομίζοντες καὶ ἐμὲ ὑφʼ ὑμῶν κεκλῆσθαι ἐπὶ δεῖπνον καὶ τούσδε τοὺς ἄλλους, θεραπεύετε, ἵνʼ ὑμᾶς ἐπαινῶμεν. μετὰ ταῦτα ἔφη σφᾶς μὲν δειπνεῖν, τὸν δὲ Σωκράτη οὐκ εἰσιέναι. τὸν οὖν Ἀγάθωνα πολλάκις κελεύειν μεταπέμψασθαι τὸν Σωκράτη, ἓ δὲ οὐκ ἐᾶν. ἥκειν οὖν αὐτὸν οὐ πολὺν χρόνον ὡς εἰώθει διατρίψαντα, ἀλλὰ μάλιστα σφᾶς μεσοῦν δειπνοῦντας. τὸν οὖν Ἀγάθωνα—τυγχάνειν γὰρ ἔσχατον κατακείμενον μόνον—δεῦρʼ, ἔφη φάναι, Σώκρατες, παρʼ ἐμὲ κατάκεισο, ἵνα καὶ τοῦ σοφοῦ ἁπτόμενός σου ἀπολαύσω, ὅ σοι προσέστη ἐν τοῖς προθύροις. δῆλον γὰρ ὅτι ηὗρες αὐτὸ καὶ ἔχεις· οὐ γὰρ ἂν προαπέστης. καὶ τὸν Σωκράτη καθίζεσθαι καὶ εἰπεῖν ὅτι εὖ ἂν ἔχοι, φάναι, ὦ Ἀγάθων, εἰ τοιοῦτον εἴη ἡ σοφία ὥστʼ ἐκ τοῦ πληρεστέρου εἰς τὸ κενώτερον ῥεῖν ἡμῶν, ἐὰν ἁπτώμεθα ἀλλήλων, ὥσπερ τὸ ἐν ταῖς κύλιξιν ὕδωρ τὸ διὰ τοῦ ἐρίου ῥέον ἐκ τῆς πληρεστέρας εἰς τὴν κενωτέραν. εἰ γὰρ οὕτως ἔχει καὶ ἡ σοφία, πολλοῦ τιμῶμαι τὴν παρὰ σοὶ κατάκλισιν· οἶμαι γάρ με παρὰ σοῦ πολλῆς καὶ καλῆς σοφίας πληρωθήσεσθαι. ἡ μὲν γὰρ ἐμὴ φαύλη τις ἂν εἴη, ἢ καὶ ἀμφισβητήσιμος ὥσπερ ὄναρ οὖσα, ἡ δὲ σὴ λαμπρά τε καὶ πολλὴν ἐπίδοσιν ἔχουσα, ἥ γε παρὰ σοῦ νέου ὄντος οὕτω σφόδρα ἐξέλαμψεν καὶ ἐκφανὴς ἐγένετο πρῴην ἐν μάρτυσι τῶν Ἑλλήνων πλέον ἢ τρισμυρίοις. ὑβριστὴς εἶ, ἔφη, ὦ Σώκρατες, ὁ Ἀγάθων. καὶ ταῦτα μὲν καὶ ὀλίγον ὕστερον διαδικασόμεθα ἐγώ τε καὶ σὺ περὶ τῆς σοφίας, δικαστῇ χρώμενοι τῷ Διονύσῳ· νῦν δὲ πρὸς τὸ δεῖπνον πρῶτα τρέπου.

cannot think what has become of him.

Go and look for him, boy, said Agathon, and bring him in; and do you, Aristodemus, meanwhile take the place by Eryximachus.

The servant then assisted him to wash, and he lay down, and presently another servant came in and reported that our friend Socrates had retired into the portico of the neighbouring house. ‘There he is fixed,’ said he, ‘and when I call to him he will not stir.’

How strange, said Agathon; then you must call him again, and keep calling him.

Let him alone, said my informant; he has a way of stopping anywhere and losing himself without any reason. I believe that he will soon appear; do not therefore disturb him.

Well, if you think so, I will leave him, said Agathon. And then, turning to the servants, he added, ‘Let us have supper without waiting for him. Serve up whatever you please, for there is no one to give you orders; hitherto I have never left you to yourselves. But on this occasion imagine that you are our hosts, and that I and the company are your guests; treat us well, and then we shall commend you.’ After this, supper was served, but still no Socrates; and during the meal Agathon several times expressed a wish to send for him, but Aristodemus objected; and at last when the feast was about half over—for the fit, as usual, was not of long duration—Socrates entered. Agathon, who was reclining alone at the end of the table, begged that he would take the place next to him; that ‘I may touch you,’ he said, ‘and have the benefit of that wise thought which came into your mind in the portico, and is now in your possession; for I am certain that you would not have come away until you had found what you sought.’

How I wish, said Socrates, taking his place as he was desired, that wisdom could be infused by touch, out of the fuller into the emptier man, as water runs through wool out of a fuller cup into an emptier one; if that were so, how greatly should I value the privilege of reclining at your side! For you would have filled me full with a stream of wisdom plenteous and fair; whereas my own is of a very mean and questionable sort, no better than a dream. But yours is bright and full of promise, and was manifested forth in all the splendour of youth the day before yesterday, in the presence of more than thirty thousand Hellenes.

You are mocking, Socrates, said Agathon, and ere long you and I will have to determine who bears off the palm of wisdom—of this Dionysus shall be the judge; but at present you are better occupied with supper.

Socrates

μετὰ ταῦτα, ἔφη, κατακλινέντος τοῦ Σωκράτους καὶ δειπνήσαντος καὶ τῶν ἄλλων, σπονδάς τε σφᾶς ποιήσασθαι, καὶ ᾁσαντας τὸν θεὸν καὶ τἆλλα τὰ νομιζόμενα, τρέπεσθαι πρὸς τὸν πότον· τὸν οὖν Παυσανίαν ἔφη λόγου τοιούτου τινὸς κατάρχειν. εἶεν, ἄνδρες, φάναι, τίνα τρόπον ῥᾷστα πιόμεθα; ἐγὼ μὲν οὖν λέγω ὑμῖν ὅτι τῷ ὄντι πάνυ χαλεπῶς ἔχω ὑπὸ τοῦ χθὲς πότου καὶ δέομαι ἀναψυχῆς τινος—οἶμαι δὲ καὶ ὑμῶν τοὺς πολλούς· παρῆστε γὰρ χθές—σκοπεῖσθε οὖν τίνι τρόπῳ ἂν ὡς ῥᾷστα πίνοιμεν. τὸν οὖν Ἀριστοφάνη εἰπεῖν, τοῦτο μέντοι εὖ λέγεις, ὦ Παυσανία, τὸ παντὶ τρόπῳ παρασκευάσασθαι ῥᾳστώνην τινὰ τῆς πόσεως· καὶ γὰρ αὐτός εἰμι τῶν χθὲς βεβαπτισμένων. ἀκούσαντα οὖν αὐτῶν ἔφη Ἐρυξίμαχον τὸν Ἀκουμενοῦ ἦ καλῶς, φάναι, λέγετε. καὶ ἔτι ἑνὸς δέομαι ὑμῶν ἀκοῦσαι πῶς ἔχει πρὸς τὸ ἐρρῶσθαι πίνειν, Ἀγάθωνος. οὐδαμῶς, φάναι, οὐδʼ αὐτὸς ἔρρωμαι. Ἕρμαιον ἂν εἴη ἡμῖν, ἦ δʼ ὅς, ὡς ἔοικεν, ἐμοί τε καὶ Ἀριστοδήμῳ καὶ Φαίδρῳ καὶ τοῖσδε, εἰ ὑμεῖς οἱ δυνατώτατοι πίνειν νῦν ἀπειρήκατε· ἡμεῖς μὲν γὰρ ἀεὶ ἀδύνατοι. Σωκράτη δʼ ἐξαιρῶ λόγου· ἱκανὸς γὰρ καὶ ἀμφότερα, ὥστʼ ἐξαρκέσει αὐτῷ ὁπότερʼ ἂν ποιῶμεν. ἐπειδὴ οὖν μοι δοκεῖ οὐδεὶς τῶν παρόντων προθύμως ἔχειν πρὸς τὸ πολὺν πίνειν οἶνον, ἴσως ἂν ἐγὼ περὶ τοῦ μεθύσκεσθαι οἷόν ἐστι τἀληθῆ λέγων ἧττον ἂν εἴην ἀηδής. ἐμοὶ γὰρ δὴ τοῦτό γε οἶμαι κατάδηλον γεγονέναι ἐκ τῆς ἰατρικῆς, ὅτι χαλεπὸν τοῖς ἀνθρώποις ἡ μέθη ἐστίν· καὶ οὔτε αὐτὸς ἑκὼν εἶναι πόρρω ἐθελήσαιμι ἂν πιεῖν οὔτε ἄλλῳ συμβουλεύσαιμι, ἄλλως τε καὶ κραιπαλῶντα ἔτι ἐκ τῆς προτεραίας. ἀλλὰ μήν, ἔφη φάναι ὑπολαβόντα Φαῖδρον τὸν Μυρρινούσιον, ἔγωγέ σοι εἴωθα πείθεσθαι ἄλλως τε καὶ ἅττʼ ἂν περὶ ἰατρικῆς λέγῃς· νῦν δʼ, ἂν εὖ βουλεύωνται, καὶ οἱ λοιποί. ταῦτα δὴ ἀκούσαντας συγχωρεῖν πάντας μὴ διὰ μέθης ποιήσασθαι τὴν ἐν τῷ παρόντι συνουσίαν, ἀλλʼ οὕτω πίνοντας πρὸς ἡδονήν. ἐπειδὴ τοίνυν, φάναι τὸν Ἐρυξίμαχον, τοῦτο μὲν δέδοκται, πίνειν ὅσον ἂν ἕκαστος βούληται, ἐπάναγκες δὲ μηδὲν εἶναι, τὸ μετὰ τοῦτο εἰσηγοῦμαι τὴν μὲν ἄρτι εἰσελθοῦσαν αὐλητρίδα χαίρειν ἐᾶν, αὐλοῦσαν ἑαυτῇ ἢ ἂν βούληται ταῖς γυναιξὶ ταῖς ἔνδον, ἡμᾶς δὲ διὰ λόγων ἀλλήλοις συνεῖναι τὸ τήμερον· καὶ διʼ οἵων λόγων, εἰ βούλεσθε, ἐθέλω ὑμῖν εἰσηγήσασθαι.

took his place on the couch, and supped with the rest; and then libations were offered, and after a hymn had been sung to the god, and there had been the usual ceremonies, they were about to commence drinking, when Pausanias said, And now, my friends, how can we drink with least injury to ourselves? I can assure you that I feel severely the effect of yesterday’s potations, and must have time to recover; and I suspect that most of you are in the same predicament, for you were of the party yesterday. Consider then: How can the drinking be made easiest?

I entirely agree, said Aristophanes, that we should, by all means, avoid hard drinking, for I was myself one of those who were yesterday drowned in drink.

I think that you are right, said Eryximachus, the son of Acumenus; but I should still like to hear one other person speak: Is Agathon able to drink hard?

I am not equal to it, said Agathon.

Then, said Eryximachus, the weak heads like myself, Aristodemus, Phaedrus, and others who never can drink, are fortunate in finding that the stronger ones are not in a drinking mood. (I do not include Socrates, who is able either to drink or to abstain, and will not mind, whichever we do.) Well, as of none of the company seem disposed to drink much, I may be forgiven for saying, as a physician, that drinking deep is a bad practice, which I never follow, if I can help, and certainly do not recommend to another, least of all to any one who still feels the effects of yesterday’s carouse.

I always do what you advise, and especially what you prescribe as a physician, rejoined Phaedrus the Myrrhinusian, and the rest of the company, if they are wise, will do the same.

It was agreed that drinking was not to be the order of the day, but that they were all to drink only so much as they pleased.

Then, said Eryximachus, as you are all agreed that drinking is to be voluntary, and that there is to be no compulsion, I move, in the next place, that the flute-girl, who has just made her appearance, be told to go away and play to herself, or, if she likes, to the women who are within. To-day let us have conversation instead; and, if you will

φάναι δὴ πάντας καὶ βούλεσθαι καὶ κελεύειν αὐτὸν εἰσηγεῖσθαι. εἰπεῖν οὖν τὸν Ἐρυξίμαχον ὅτι ἡ μέν μοι ἀρχὴ τοῦ λόγου ἐστὶ κατὰ τὴν Εὐριπίδου Μελανίππην· οὐ γὰρ ἐμὸς ὁ μῦθος, ἀλλὰ Φαίδρου τοῦδε, ὃν μέλλω λέγειν. Φαῖδρος γὰρ ἑκάστοτε πρός με ἀγανακτῶν λέγει οὐ δεινόν, φησίν, ὦ Ἐρυξίμαχε, ἄλλοις μέν τισι θεῶν ὕμνους καὶ παίωνας εἶναι ὑπὸ τῶν ποιητῶν πεποιημένους, τῷ δὲ Ἔρωτι, τηλικούτῳ ὄντι καὶ τοσούτῳ θεῷ, μηδὲ ἕνα πώποτε τοσούτων γεγονότων ποιητῶν πεποιηκέναι μηδὲν ἐγκώμιον; εἰ δὲ βούλει αὖ σκέψασθαι τοὺς χρηστοὺς σοφιστάς, Ἡρακλέους μὲν καὶ ἄλλων ἐπαίνους καταλογάδην συγγράφειν, ὥσπερ ὁ βέλτιστος Πρόδικος—καὶ τοῦτο μὲν ἧττον καὶ θαυμαστόν, ἀλλʼ ἔγωγε ἤδη τινὶ ἐνέτυχον βιβλίῳ ἀνδρὸς σοφοῦ, ἐν ᾧ ἐνῆσαν ἅλες ἔπαινον θαυμάσιον ἔχοντες πρὸς ὠφελίαν, καὶ ἄλλα τοιαῦτα συχνὰ ἴδοις ἂν ἐγκεκωμιασμένα—τὸ οὖν τοιούτων μὲν πέρι πολλὴν σπουδὴν ποιήσασθαι, ἔρωτα δὲ μηδένα πω ἀνθρώπων τετολμηκέναι εἰς ταυτηνὶ τὴν ἡμέραν ἀξίως ὑμνῆσαι· ἀλλʼ οὕτως ἠμέληται τοσοῦτος θεός. ταῦτα δή μοι δοκεῖ εὖ λέγειν Φαῖδρος. ἐγὼ οὖν ἐπιθυμῶ ἅμα μὲν τούτῳ ἔρανον εἰσενεγκεῖν καὶ χαρίσασθαι, ἅμα δʼ ἐν τῷ παρόντι πρέπον μοι δοκεῖ εἶναι ἡμῖν τοῖς παροῦσι κοσμῆσαι τὸν θεόν. εἰ οὖν συνδοκεῖ καὶ ὑμῖν, γένοιτʼ ἂν ἡμῖν ἐν λόγοις ἱκανὴ διατριβή· δοκεῖ γάρ μοι χρῆναι ἕκαστον ἡμῶν λόγον εἰπεῖν ἔπαινον Ἔρωτος ἐπὶ δεξιὰ ὡς ἂν δύνηται κάλλιστον, ἄρχειν δὲ Φαῖδρον πρῶτον, ἐπειδὴ καὶ πρῶτος κατάκειται καὶ ἔστιν ἅμα πατὴρ τοῦ λόγου. οὐδείς σοι, ὦ Ἐρυξίμαχε, φάναι τὸν Σωκράτη, ἐναντία ψηφιεῖται. οὔτε γὰρ ἄν που ἐγὼ ἀποφήσαιμι, ὃς οὐδέν φημι ἄλλο ἐπίστασθαι ἢ τὰ ἐρωτικά, οὔτε που Ἀγάθων καὶ Παυσανίας, οὐδὲ μὴν Ἀριστοφάνης, ᾧ περὶ Διόνυσον καὶ Ἀφροδίτην πᾶσα ἡ διατριβή, οὐδὲ ἄλλος οὐδεὶς τουτωνὶ ὧν ἐγὼ ὁρῶ. καίτοι οὐκ ἐξ ἴσου γίγνεται ἡμῖν τοῖς ὑστάτοις κατακειμένοις· ἀλλʼ ἐὰν οἱ πρόσθεν ἱκανῶς καὶ καλῶς εἴπωσιν, ἐξαρκέσει ἡμῖν. ἀλλὰ τύχῃ ἀγαθῇ καταρχέτω Φαῖδρος καὶ ἐγκωμιαζέτω τὸν ἔρωτα. ταῦτα δὴ καὶ οἱ ἄλλοι πάντες ἄρα συνέφασάν τε καὶ ἐκέλευον ἅπερ ὁ Σωκράτης. πάντων μὲν οὖν ἃ ἕκαστος εἶπεν, οὔτε πάνυ ὁ Ἀριστόδημος ἐμέμνητο οὔτʼ αὖ ἐγὼ ἃ ἐκεῖνος ἔλεγε πάντα· ἃ δὲ μάλιστα καὶ ὧν ἔδοξέ μοι ἀξιομνημόνευτον, τούτων ὑμῖν ἐρῶ ἑκάστου τὸν λόγον.

allow me, I will tell you what sort of conversation. This proposal having been accepted, Eryximachus proceeded as follows:—

I will begin, he said, after the manner of Melanippe in Euripides,

‘Not mine the word’

which I am about to speak, but that of Phaedrus. For often he says to me in an indignant tone:—‘What a strange thing it is, Eryximachus, that, whereas other gods have poems and hymns made in their honour, the great and glorious god, Love, has no encomiast among all the poets who are so many. There are the worthy sophists too—the excellent Prodicus for example, who have descanted in prose on the virtues of Heracles and other heroes; and, what is still more extraordinary, I have met with a philosophical work in which the utility of salt has been made the theme of an eloquent discourse; and many other like things have had a like honour bestowed upon them. And only to think that there should have been an eager interest created about them, and yet that to this day no one has ever dared worthily to hymn Love’s praises! So entirely has this great deity been neglected.’ Now in this Phaedrus seems to me to be quite right, and therefore I want to offer him a contribution; also I think that at the present moment we who are here assembled cannot do better than honour the god Love. If you agree with me, there will be no lack of conversation; for I mean to propose that each of us in turn, going from left to right, shall make a speech in honour of Love. Let him give us the best which he can; and Phaedrus, because he is sitting first on the left hand, and because he is the father of the thought, shall begin.

No one will vote against you, Eryximachus, said Socrates. How can I oppose your motion, who profess to understand nothing but matters of love; nor, I presume, will Agathon and Pausanias; and there can be no doubt of Aristophanes, whose whole concern is with Dionysus and Aphrodite; nor will any one disagree of those whom I see around me. The proposal, as I am aware, may seem rather hard upon us whose place is last; but we shall be contented if we hear some good speeches first. Let Phaedrus begin the praise of Love, and good luck to him. All the company expressed their assent, and desired him to do as Socrates bade him.

People and places in this passage

English translation by Benjamin Jowett (1892). Original text: Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus); English: Benjamin Jowett (trans.), The Dialogues of Plato, 3rd edition, Oxford: Clarendon Press, 1892.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

Symposium 175a–177e: Socrates arrives late at Agathon's…