ΑΠΟΛ. δοκῶ μοι περὶ ὧν πυνθάνεσθε οὐκ ἀμελέτητος εἶναι. καὶ γὰρ ἐτύγχανον πρῴην εἰς ἄστυ οἴκοθεν ἀνιὼν Φαληρόθεν· τῶν οὖν γνωρίμων τις ὄπισθεν κατιδών με πόρρωθεν ἐκάλεσε, καὶ παίζων ἅμα τῇ κλήσει, «ὦ Φαληρεύς,» ἔφη, «οὗτος Ἀπολλόδωρος, οὐ περιμένεις;» κἀγὼ ἐπιστὰς περιέμεινα. καὶ ὅς, «Ἀπολλόδωρε,» ἔφη, «καὶ μὴν καὶ ἔναγχός σε ἐζήτουν βουλόμενος διαπυθέσθαι τὴν Ἀγάθωνος συνουσίαν καὶ Σωκράτους καὶ Ἀλκιβιάδου καὶ τῶν ἄλλων τῶν τότε ἐν τῷ συνδείπνῳ παραγενομένων, περὶ τῶν ἐρωτικῶν λόγων τίνες ἦσαν· ἄλλος γάρ τίς μοι διηγεῖτο ἀκηκοὼς Φοίνικος τοῦ Φιλίππου, ἔφη δὲ καὶ σὲ εἰδέναι. ἀλλὰ γὰρ οὐδὲν εἶχε σαφὲς λέγειν. σὺ οὖν μοι διήγησαι· δικαιότατος γὰρ εἶ τοὺς τοῦ ἑταίρου λόγους ἀπαγγέλλειν. πρότερον δέ μοι,» ἦ δʼ ὅς, «εἰπέ, σὺ αὐτὸς παρεγένου τῇ συνουσίᾳ ταύτῃ ἢ οὔ;» κἀγὼ εἶπον ὅτι «παντάπασιν ἔοικέ σοι οὐδὲν διηγεῖσθαι σαφὲς ὁ διηγούμενος, εἰ νεωστὶ ἡγῇ τὴν συνουσίαν γεγονέναι ταύτην ἣν ἐρωτᾷς, ὥστε καὶ ἐμὲ παραγενέσθαι.» «ἐγώ γε δή,» ἔφη. «πόθεν, ἦν δʼ ἐγώ, ὦ Γλαύκων; οὐκ οἶσθʼ ὅτι πολλῶν ἐτῶν Ἀγάθων ἐνθάδε οὐκ ἐπιδεδήμηκεν, ἀφʼ οὗ δʼ ἐγὼ Σωκράτει συνδιατρίβω καὶ ἐπιμελὲς πεποίημαι ἑκάστης ἡμέρας εἰδέναι ὅτι ἂν λέγῃ ἢ πράττῃ, οὐδέπω τρία ἔτη ἐστίν;»
Concerning the things about which you ask to be informed I believe that I am not ill-prepared with an answer. For the day before yesterday I was coming from my own home at Phalerum to the city, and one of my acquaintance, who had caught a sight of me from behind, calling out playfully in the distance, said: Apollodorus, O thou Phalerian man, halt! So I did as I was bid; and then he said, I was looking for you, Apollodorus, only just now, that I might ask you about the speeches in praise of love, which were delivered by Socrates, Alcibiades, and others, at Agathon’s supper. Phoenix, the son of Philip, told another person who told me of them; his narrative was very indistinct, but he said that you knew, and I wish that you would give me an account of them. Who, if not you, should be the reporter of the words of your friend? And first tell me, he said, were you present at this meeting?
Your informant, Glaucon, I said, must have been very indistinct indeed, if you imagine that the occasion was recent; or that I could have been of the party.
Why, yes, he replied, I thought so.
Impossible: I said. Are you ignorant that for many years Agathon has not resided at Athens; and not three have elapsed since I became acquainted with Socrates, and have made it my daily business to know all that he says and does.
ΑΠΟΛ. «πρὸ τοῦ δὲ περιτρέχων ὅπῃ τύχοιμι καὶ οἰόμενος τὶ ποιεῖν ἀθλιώτερος ἦ ὁτουοῦν, οὐχ ἧττον ἢ σὺ νυνί, οἰόμενος δεῖν πάντα μᾶλλον πράττειν ἢ φιλοσοφεῖν.» καὶ ὅς, «μὴ σκῶπτʼ,» ἔφη, «ἀλλʼ εἰπέ μοι πότε ἐγένετο ἡ συνουσία αὕτη.» κἀγὼ εἶπον ὅτι «παίδων ὄντων ἡμῶν ἔτι, ὅτε τῇ πρώτῃ τραγῳδίᾳ ἐνίκησεν Ἀγάθων, τῇ ὑστεραίᾳ ἢ ᾗ τὰ ἐπινίκια ἔθυεν αὐτός τε καὶ οἱ χορευταί.» «πάνυ,» ἔφη, «ἄρα πάλαι, ὡς ἔοικεν. ἀλλὰ τίς σοι διηγεῖτο; ἢ αὐτὸς Σωκράτης;» «οὐ μὰ τὸν Δία,» ἦν δʼ ἐγώ, «ἀλλʼ ὅσπερ Φοίνικι. Ἀριστόδημος ἦν τις, Κυδαθηναιεύς, σμικρός, ἀνυπόδητος ἀεί· παρεγεγόνει δʼ ἐν τῇ συνουσίᾳ, Σωκράτους ἐραστὴς ὢν ἐν τοῖς μάλιστα τῶν τότε, ὡς ἐμοὶ δοκεῖ. οὐ μέντοι ἀλλὰ καὶ Σωκράτη γε ἔνια ἤδη ἀνηρόμην ὧν ἐκείνου ἤκουσα, καί μοι ὡμολόγει καθάπερ ἐκεῖνος διηγεῖτο.» «τί οὖν,» ἔφη, «οὐ διηγήσω μοι; πάντως δὲ ἡ ὁδὸς ἡ εἰς ἄστυ ἐπιτηδεία πορευομένοις καὶ λέγειν καὶ ἀκούειν.» οὕτω δὴ ἰόντες ἅμα τοὺς λόγους περὶ αὐτῶν ἐποιούμεθα, ὥστε, ὅπερ ἀρχόμενος εἶπον, οὐκ ἀμελετήτως ἔχω. εἰ οὖν δεῖ καὶ ὑμῖν διηγήσασθαι, ταῦτα χρὴ ποιεῖν. καὶ γὰρ ἔγωγε καὶ ἄλλως, ὅταν μέν τινας περὶ φιλοσοφίας λόγους ἢ αὐτὸς ποιῶμαι ἢ ἄλλων ἀκούω, χωρὶς τοῦ οἴεσθαι ὠφελεῖσθαι ὑπερφυῶς ὡς χαίρω· ὅταν δὲ ἄλλους τινάς, ἄλλως τε καὶ τοὺς ὑμετέρους τοὺς τῶν πλουσίων καὶ χρηματιστικῶν, αὐτός τε ἄχθομαι ὑμᾶς τε τοὺς ἑταίρους ἐλεῶ, ὅτι οἴεσθε τὶ ποιεῖν οὐδὲν ποιοῦντες. καὶ ἴσως αὖ ὑμεῖς ἐμὲ ἡγεῖσθε κακοδαίμονα εἶναι, καὶ οἴομαι ὑμᾶς ἀληθῆ οἴεσθαι· ἐγὼ μέντοι ὑμᾶς οὐκ οἴομαι ἀλλʼ εὖ οἶδα.
ΕΤΑΙ. ἀεὶ ὅμοιος εἶ, ὦ Ἀπολλόδωρε· ἀεὶ γὰρ σαυτόν τε κακηγορεῖς καὶ τοὺς ἄλλους, καὶ δοκεῖς μοι ἀτεχνῶς πάντας ἀθλίους ἡγεῖσθαι πλὴν Σωκράτους, ἀπὸ σαυτοῦ ἀρξάμενος. καὶ ὁπόθεν ποτὲ ταύτην τὴν ἐπωνυμίαν ἔλαβες τὸ μαλακὸς καλεῖσθαι, οὐκ οἶδα ἔγωγε· ἐν μὲν γὰρ τοῖς λόγοις ἀεὶ τοιοῦτος εἶ, σαυτῷ τε καὶ τοῖς ἄλλοις ἀγριαίνεις πλὴν Σωκράτους.
ΑΠΟΛ. ὦ φίλτατε, καὶ δῆλόν γε δὴ ὅτι οὕτω διανοούμενος καὶ περὶ ἐμαυτοῦ καὶ περὶ ὑμῶν μαίνομαι καὶ παραπαίω;
ΕΤΑΙ. οὐκ ἄξιον περὶ τούτων, Ἀπολλόδωρε, νῦν ἐρίζειν· ἀλλʼ ὅπερ ἐδεόμεθά σου, μὴ ἄλλως ποιήσῃς, ἀλλὰ διήγησαι τίνες ἦσαν οἱ λόγοι.
ΑΠΟΛ. ἦσαν τοίνυν ἐκεῖνοι τοιοίδε τινές—μᾶλλον δʼ ἐξ ἀρχῆς ὑμῖν ὡς ἐκεῖνος διηγεῖτο καὶ ἐγὼ πειράσομαι διηγήσασθαι.
There was a time when I was running about the world, fancying myself to be well employed, but I was really a most wretched being, no better than you are now. I thought that I ought to do anything rather than be a philosopher.
Well, he said, jesting apart, tell me when the meeting occurred.
In our boyhood, I replied, when Agathon won the prize with his first tragedy, on the day after that on which he and his chorus offered the sacrifice of victory.
Then it must have been a long while ago, he said; and who told you—did Socrates?
No indeed, I replied, but the same person who told Phoenix;—he was a little fellow, who never wore any shoes, Aristodemus, of the deme of Cydathenaeum. He had been at Agathon’s feast; and I think that in those days there was no one who was a more devoted admirer of Socrates. Moreover, I have asked Socrates about the truth of some parts of his narrative, and he confirmed them. Then, said Glaucon, let us have the tale over again; is not the road to Athens just made for conversation? And so we walked, and talked of the discourses on love; and therefore, as I said at first, I am not ill-prepared to comply with your request, and will have another rehearsal of them if you like. For to speak or to hear others speak of philosophy always gives me the greatest pleasure, to say nothing of the profit. But when I hear another strain, especially that of you rich men and traders, such conversation displeases me; and I pity you who are my companions, because you think that you are doing something when in reality you are doing nothing. And I dare say that you pity me in return, whom you regard as an unhappy creature, and very probably you are right. But I certainly know of you what you only think of me—there is the difference.
Companion. I see, Apollodorus, that you are just the same—always speaking evil of yourself, and of others; and I do believe that you pity all mankind, with the exception of Socrates, yourself first of all, true in this to your old name, which, however deserved, I know not how you acquired, of Apollodorus the madman; for you are always raging against yourself and everybody but Socrates.
Apollodorus. Yes, friend, and the reason why I am said to be mad, and out of my wits, is just because I have these notions of myself and you; no other evidence is required.
Companion. No more of that, Apollodorus; but let me renew my request that you would repeat the conversation.
Apollodorus. Well, the tale of love was on this wise:—But
ἔφη γάρ οἱ Σωκράτη ἐντυχεῖν λελουμένον τε καὶ τὰς βλαύτας ὑποδεδεμένον, ἃ ἐκεῖνος ὀλιγάκις ἐποίει· καὶ ἐρέσθαι αὐτὸν ὅποι ἴοι οὕτω καλὸς γεγενημένος. καὶ τὸν εἰπεῖν ὅτι ἐπὶ δεῖπνον εἰς Ἀγάθωνος. χθὲς γὰρ αὐτὸν διέφυγον τοῖς ἐπινικίοις, φοβηθεὶς τὸν ὄχλον· ὡμολόγησα δʼ εἰς τήμερον παρέσεσθαι. ταῦτα δὴ ἐκαλλωπισάμην, ἵνα καλὸς παρὰ καλὸν ἴω. ἀλλὰ σύ, ἦ δʼ ὅς, πῶς ἔχεις πρὸς τὸ ἐθέλειν ἂν ἰέναι ἄκλητος ἐπὶ δεῖπνον; κἀγώ, ἔφη, εἶπον ὅτι οὕτως ὅπως ἂν σὺ κελεύῃς. ἕπου τοίνυν, ἔφη, ἵνα καὶ τὴν παροιμίαν διαφθείρωμεν μεταβαλόντες, ὡς ἄρα καὶ Ἀγάθωνʼ ἐπὶ δαῖτας ἴασιν αὐτόματοι ἀγαθοί. Ὅμηρος μὲν γὰρ κινδυνεύει οὐ μόνον διαφθεῖραι ἀλλὰ καὶ ὑβρίσαι εἰς ταύτην τὴν παροιμίαν· ποιήσας γὰρ τὸν Ἀγαμέμνονα διαφερόντως ἀγαθὸν ἄνδρα τὰ πολεμικά, τὸν δὲ Μενέλεων μαλθακὸν αἰχμητήν , θυσίαν ποιουμένου καὶ ἑστιῶντος τοῦ Ἀγαμέμνονος ἄκλητον ἐποίησεν ἐλθόντα τὸν Μενέλεων ἐπὶ τὴν θοίνην, χείρω ὄντα ἐπὶ τὴν τοῦ ἀμείνονος. ταῦτʼ ἀκούσας εἰπεῖν ἔφη ἴσως μέντοι κινδυνεύσω καὶ ἐγὼ οὐχ ὡς σὺ λέγεις, ὦ Σώκρατες, ἀλλὰ καθʼ Ὅμηρον φαῦλος ὢν ἐπὶ σοφοῦ ἀνδρὸς ἰέναι θοίνην ἄκλητος. ὅρα οὖν ἄγων με τί ἀπολογήσῃ, ὡς ἐγὼ μὲν οὐχ ὁμολογήσω ἄκλητος ἥκειν, ἀλλʼ ὑπὸ σοῦ κεκλημένος. «σύν τε δύʼ,» ἔφη, «ἐρχομένω πρὸ ὁδοῦ» βουλευσόμεθα ὅτι ἐροῦμεν. ἀλλʼ ἴωμεν. τοιαῦτʼ ἄττα σφᾶς ἔφη διαλεχθέντας ἰέναι. τὸν οὖν Σωκράτη ἑαυτῷ πως προσέχοντα τὸν νοῦν κατὰ τὴν ὁδὸν πορεύεσθαι ὑπολειπόμενον, καὶ περιμένοντος οὗ κελεύειν προϊέναι εἰς τὸ πρόσθεν. ἐπειδὴ δὲ γενέσθαι ἐπὶ τῇ οἰκίᾳ τῇ Ἀγάθωνος, ἀνεῳγμένην καταλαμβάνειν τὴν θύραν, καί τι ἔφη αὐτόθι γελοῖον παθεῖν. οἷ μὲν γὰρ εὐθὺς παῖδά τινα τῶν ἔνδοθεν ἀπαντήσαντα ἄγειν οὗ κατέκειντο οἱ ἄλλοι, καὶ καταλαμβάνειν ἤδη μέλλοντας δειπνεῖν· εὐθὺς δʼ οὖν ὡς ἰδεῖν τὸν Ἀγάθωνα, ὦ, φάναι, Ἀριστόδημε, εἰς καλὸν ἥκεις ὅπως συνδειπνήσῃς· εἰ δʼ ἄλλου τινὸς ἕνεκα ἦλθες, εἰς αὖθις ἀναβαλοῦ, ὡς καὶ χθὲς ζητῶν σε ἵνα καλέσαιμι, οὐχ οἷός τʼ ἦ ἰδεῖν. ἀλλὰ Σωκράτη ἡμῖν πῶς οὐκ ἄγεις; καὶ ἐγώ, ἔφη, μεταστρεφόμενος οὐδαμοῦ ὁρῶ Σωκράτη ἑπόμενον· εἶπον οὖν ὅτι καὶ αὐτὸς μετὰ Σωκράτους ἥκοιμι, κληθεὶς ὑπʼ ἐκείνου δεῦρʼ ἐπὶ δεῖπνον. καλῶς γʼ, ἔφη, ποιῶν σύ· ἀλλὰ ποῦ ἔστιν οὗτος;
perhaps I had better begin at the beginning, and endeavour to give you the exact words of Aristodemus:
He said that he met Socrates fresh from the bath and sandalled; and as the sight of the sandals was unusual, he asked him whither he was going that he had been converted into such a beau:—
To a banquet at Agathon’s, he replied, whose invitation to his sacrifice of victory I refused yesterday, fearing a crowd, but promising that I would come to-day instead; and so I have put on my finery, because he is such a fine man. What say you to going with me unasked?
I will do as you bid me, I replied.
Follow then, he said, and let us demolish the proverb:—
‘To the feasts of inferior men the good unbidden go;’
instead of which our proverb will run:—
‘To the feasts of the good the good unbidden go;’
and this alteration may be supported by the authority of Homer himself, who not only demolishes but literally outrages the proverb. For, after picturing Agamemnon as the most valiant of men, he makes Menelaus, who is but a fainthearted warrior, come unbidden to the banquet of Agamemnon, who is feasting and offering sacrifices, not the better to the worse, but the worse to the better.
I rather fear, Socrates, said Aristodemus, lest this may still be my case; and that, like Menelaus in Homer, I shall be the inferior person, who
‘To the feasts of the wise unbidden goes.’
But I shall say that I was bidden of you, and then you will have to make an excuse.
‘Two going together,’
he replied, in Homeric fashion, one or other of them may invent an excuse by the way.
This was the style of their conversation as they went along. Socrates dropped behind in a fit of abstraction, and desired Aristodemus, who was waiting, to go on before him. When he reached the house of Agathon he found the doors wide open, and a comical thing happened. A servant coming out met him, and led him at once into the banqueting-hall in which the guests were reclining, for the banquet was about to begin. Welcome, Aristodemus, said Agathon, as soon as he appeared—you are just in time to sup with us; if you come on any other matter put it off, and make one of us, as I was looking for you yesterday and meant to have asked you, if I could have found you. But what have you done with Socrates?
I turned round, but Socrates was nowhere to be seen; and I had to explain that he had been with me a moment before, and that I came by his invitation to the supper.
You were quite right in coming, said Agathon; but where is he himself?
He was behind me just now, as I entered, he said, and I