οἱ δὲ Ἀρκάδες παραυτίκα τε τὴν κατάληψιν ἐπυνθάνοντο τῆς Εἴρας καὶ αὐτίκα τὸν Ἀριστοκράτην ἐκέλευον σφᾶς ἄγειν ὡς ἢ σώσοντας Μεσσηνίους ἢ σὺν αὐτοῖς ἀπολουμένους. ὁ δὲ ἅτε ἐκ τῆς Λακεδαίμονος δεδεγμένος δῶρα, οὔτε ἄγειν ἤθελεν εἰδέναι τε ἔφασκεν οὐδένα ἔτι Μεσσηνίων ὅτῳ καὶ ἀμυνοῦσιν ὄντα ὑπόλοιπον.
τότε δὲ ὡς σαφέστερον ᾐσθάνοντο περιόντας καὶ ἐκλείπειν τὴν Εἶραν βεβιασμένους, αὐτοὶ μὲν περὶ τὸ ὄρος σφᾶς τὸ Λύκαιον ἔμελλον ὑποδέξεσθαι, προετοιμασάμενοι καὶ ἐσθῆτα καὶ σιτία, ἄνδρας δὲ τῶν ἐν τέλει πέμπουσι παραμυθεῖσθαί τε τοὺς Μεσσηνίους καὶ ἡγεμόνας ἅμα τῆς πορείας γενέσθαι. καὶ τοὺς μέν, ὡς ἐς τὸ Λύκαιον ἀνεσώθησαν, ἐξένιζον καὶ τὰ ἄλλα εὐνοϊκῶς περιεῖπον οἱ Ἀρκάδες, κατανέμειν τε ἐς τὰς πόλεις ἤθελον καὶ ἀναδάσασθαι διʼ ἐκείνους τὴν γῆν·
Ἀριστομένει δὲ ὅ τε οἶκτος διαρπαζομένης τῆς Εἴρας καὶ τὸ μῖσος τὸ ἐς τοὺς Λακεδαιμονίους βούλευμα παρίστησι τοιόνδε. πεντακοσίους τῶν Μεσσηνίων, οὓς μάλιστα ἠπίστατο αὑτῶν ἀφειδῶς ἔχοντας, ἀποκρίνας ἀπὸ τοῦ πλήθους, ἤρετο σφᾶς ἐν ἐπηκόῳ τῶν τε ἄλλων Ἀρκάδων καὶ Ἀριστοκράτους, ἅτε ὄντα προδότην οὐκ εἰδώς—ἀνανδρίᾳ γὰρ καὶ ὑπὸ δειλίας φυγεῖν τότε ἤδη τῆς μάχης καὶ οὐ διὰ κακίαν οὐδεμίαν ἐδόξαζεν αὐτόν, ὥστε ἐναντίον καὶ τούτου τοὺς πεντακοσίους ἤρετο—, εἰ τιμωροῦντες τῇ πατρίδι ἀποθνήσκειν σὺν αὑτῷ ἐθελήσουσι.
φαμένων δὲ ἐθέλειν ἀπεγύμνου τὸ πᾶν, ὡς πάντως τῆς ἐπιούσης ἑσπέρας ἐπὶ τὴν Σπάρτην ἄγειν μέλλοι· Λακεδαιμονίων γὰρ τότε δὴ μάλιστα ἐς τὴν Εἶραν ἀπῆσαν οἱ πολλοί, καὶ ἄλλοι τε ἐπεφοίτων φέροντες καὶ ἄγοντες τὰ Μεσσηνίων. “καὶ ἢν μὲν ἑλεῖν τὴν Σπάρτην καὶ κατασχεῖν δυνηθῶμεν” , ἔφασκεν ὁ Ἀριστομένης, “ἔστιν ἡμῖν ἀποδόντας Λακεδαιμονίοις τὰ ἐκείνων κομίσασθαι τὰ οἰκεῖα· ἁμαρτάνοντες δὲ ὁμοῦ ἀποθανούμεθά γε μνήμης καὶ τοῖς ἔπειτα ἄξια ἐργασάμενοι.”
ταῦτα εἰπόντος τῶν Ἀρκάδων ὅσον τριακόσιοι μετέχειν καὶ αὐτοὶ τοῦ τολμήματος ἤθελον. καὶ τότε μὲν ἐπεῖχον τῆς ἐξόδου, τὰ γὰρ ἱερὰ ἐγίνετο αὐτοῖς οὐ κατὰ γνώμην, τῇ δὲ ἐπιούσῃ τό τε ἀπόρρητον ἔγνωσαν σφῶν τοὺς Λακεδαιμονίους προπεπυσμένους καὶ αὐτοὶ δεύτερον ὑπὸ Ἀριστοκράτους προδεδομένοι· τὰ γὰρ τοῦ Ἀριστομένους βουλεύματα αὐτίκα ὁ Ἀριστοκράτης ἐγγράψας βιβλίῳ, καὶ τὸ βιβλίον ἐπιθεὶς τῶν οἰκετῶν ὃν ἠπίστατο ὄντα εὐνούστατον, παρὰ Ἀνάξανδρον ἀπέστελλεν ἐς Σπάρτην.
ἐπανιόντα δὲ τὸν οἰκέτην λοχῶσιν ἄνδρες τῶν Ἀρκάδων διάφοροι καὶ πρότερον τῷ Ἀριστοκράτει, σχόντες δέ τι καὶ ὕποπτον τότε ἐς αὐτόν. λοχήσαντες δὲ τὸν οἰκέτην ἐπανάγουσιν ἐς τοὺς Ἀρκάδας καὶ ἐπεδείκνυον ἐς τὸν δῆμον τὰ ἀντεπεσταλμένα ἐκ Λακεδαίμονος· ἐπέστελλε δὲ ὁ Ἀνάξανδρος, φυγήν τε αὐτῷ τὴν πρότερον ἀπὸ τῆς Μεγάλης τάφρου φάμενος οὐκ ἀνόνητον ἐκ Λακεδαιμονίων γενέσθαι, προσέσεσθαι δέ οἱ χάριν καὶ τῶν ἐν τῷ παρόντι μηνυμάτων.
ὡς δὲ ἀπηγγέλθη ταῦτα ἐς ἅπαντας, αὐτοί τε τὸν Ἀριστοκράτην ἔβαλλον οἱ Ἀρκάδες καὶ τοῖς Μεσσηνίοις διεκελεύοντο· οἱ δὲ ἐς τὸν Ἀριστομένην ἀπέβλεπον. καὶ ὁ μὲν ἐς τὴν γῆν ἀφορῶν ἔκλαιεν· τὸν δὲ Ἀριστοκράτην οἱ Ἀρκάδες καταλιθώσαντες τὸν μὲν τῶν ὅρων ἐκτὸς ἐκβάλλουσιν ἄταφον, στήλην δὲ ἀνέθεσαν ἐς τὸ τέμενος τοῦ Λυκαίου λέγουσαν πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκῳ βασιλῆι, εὗρε δὲ Μεσσήνης σὺν Διὶ τὸν προδότην / ῥηιδίως. χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρʼ ἐπίορκον. / χαῖρε Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν. /
No sooner had the Arcadians heard of the capture of Ira than they desired Aristocrates to lead them, either to save the Messenians or to perish with them. But he, being in the pay of Lacedaemon, refused to lead them, and declared that he knew not of a single Messenian left whom they could help. But when they got more certain intelligence that the Messenians survived and had been compelled to forsake Ira, they made ready food and clothing, and awaited them at Mount Lycaeus. They also sent some of their chief men to comfort the Messenians, and to guide them on the journey. So when the Messenians had come safe to Mount Lycaeus, the Arcadians welcomed them, and treated them kindly, and desired to distribute them among their own cities, and to divide the land afresh for their sakes.
But sorrow for the sack of Ira and hatred of the Lacedaemonians suggested to Aristomenes the following plan. He chose out five hundred Messenians whom he knew to care least for their lives, and asked them whether they were willing to die with him in avenging their country. This question he put to them in the hearing of Aristocrates and of the rest of the Arcadians. For he did not know that Aristocrates was a traitor, but supposed that on the former occasion he had run away from battle, not out of treachery, but out of sheer cowardice and poltroonery. So he put the question to the five hundred in the presence of Aristocrates. When they answered that they were ready to die with him he disclosed his whole plan, how he was resolved at all hazards to lead them against Sparta the following evening. For at the moment most of the Spartans were away at Ira, and others were going about plundering the property of the Messenians. ‘And if,’ said Aristomenes, ‘we can seize and hold Sparta, we may recover our own by giving them back what is theirs; and if we fail, we shall at least die together, and future ages will remember our exploit.’ When he had finished speaking, three hundred of the Arcadians volunteered to share the hazardous enterprise. For the present they deferred their march, because the sacrificial omens were not favourable.
Next day they learned that their secret was already known to the Lacedaemonians, and that they had been a second time betrayed by Aristocrates ; for he had immediately written a letter describing Aristomenes’ plans, and sent it to Anaxander at Sparta by the hands of the slave upon whose fidelity he knew he could best depend. On his return the slave was waylaid by some Arcadians who had been at enmity with Aristocrates before, and who now had their suspicions about him. Having waylaid the slave, they brought him back to the Arcadians, and divulged to the people the answer sent from Lacedaemon. Anaxander wrote that the Lacedaemonians had not allowed Aristocrates to be a loser by his previous flight at the battle of the Great Trench, and that they would be under a fresh obligation to him for his present revelations.
When this was publicly announced, the Arcadians proceeded to stone Aristocrates with their own hands, and exhorted the Messenians to do so also. The Messenians looked to Aristomenes, but he kept his eyes on the ground and wept. So the Arcadians stoned Aristocrates to death, and cast him unburied beyond the boundaries, and they set up a tablet in the precinct of the Lycaean god with this inscription :— Surely time discovered a punishment for a wicked king, And discovered, with the help of Zeus, the betrayer of Messene Easily. Hard it is for a forsworn man to hide from God. Hail, King Zeus! and save Arcadia.