XXXVII. Δωριεῖς
[Οὕ.]
Διομήδης μετὰ τὴν ἅλωσιν Ἰλίου παραγενόμενος εἰς Ἄργος Αἰγιάλειαν μὲν ἐμέμψατο τὴν γυναῖκα τὴν ἑαυτοῦ χάριν ἔργων Ἀφροδίτης, αὐτὸς δ᾽ εἰς Καλυδῶνα τῆς Αἰτωλίας ἀφίκετο καὶ ἀνελὼν Ἄγριον καὶ τοὺς παῖδας Οἰνεῖ τῷ προπάτορι τὴν βασιλείαν ἀποδίδωσιν.
37. The Dorians
[Ou. — abbreviation in the manuscript, meaning uncertain] [?]
When Diomedes came to Argos after the capture of Ilium, he found fault with his wife Aegialeia because of the works of Aphrodite [?]; he himself went to Calydon in Aetolia, killed Agrius and his sons and gave the kingdom back to Oeneus, his grandfather.
αὖτις δὲ πλέων εἰς Ἄργος ὑπὸ χειμῶνος εἰς τὸν Ἰόνιον ἐκφέρεται πόντον. ἐπεὶ δὲ παραγενόμενον αὐτὸν ἔγνω Δαύνιος ὁ βασιλεὺς ὁ τῶν Δαυνίων, ἐδεήθη τὸν πόλεμον αὐτῷ συμπολεμῆσαι πρὸς Μεσσαπίους ἐπὶ μέρει γῆς καὶ γάμῳ θυγατρὸς τῆς ἑαυτοῦ.
Sailing back again to Argos, he was carried by a storm into the Ionian Sea. When Daunius, king of the Daunians, learned that he had arrived, he asked him to join him in his war against the Messapians, in return for a share of the land and marriage with his own daughter.
καὶ Διομήδης ὑποδέχεται τὸν λόγον. ἐπεὶ δὲ παραταξάμενος ἐτρέψατο τοὺς Μεσσαπίους καὶ ἔλαβε τὴν γῆν, ταύτην μὲν Δωριεῦσιν ἔνειμε τοῖς σὺν αὐτῷ· δύο δὲ παῖδας ἐκ τῆς θυγατρὸς ἔσχε τῆς Δαυνίου, Διομήδη καὶ Ἀμφίνομον.
Diomedes accepted the proposal. When he had drawn up his army, routed the Messapians and taken the land, he divided it among the Dorians who were with him; and by the daughter of Daunius he had two sons, Diomedes and Amphinomus.
τελευτήσαντα δ᾽ αὐτὸν κατὰ γῆρας ἐν Δαυνίοις ἐκτέρισαν οἱ Δωριεῖς ἐν τῇ νήσῳ καὶ ὠνόμασαν αὐτὴν Διομήδειαν, αὐτοὶ δ᾽ ἐγεώργουν ἣν ἐδέξαντο παρὰ τοῦ βασιλέως γῆν καὶ αὐτοῖς ἐξέφερε πλεῖστον καρπὸν κατ᾽ ἐμπειρίαν γεωργικῶν ἔργων.
When he died of old age among the Daunians, the Dorians buried him on the island and named it Diomedeia; and they themselves farmed the land they had received from the king, and it bore them very abundant crops because of their skill in farming.
Δαυνίου δ᾽ ἀποθανόντος ἐπεβούλευσαν Ἰλλυριοὶ βάρβαροι κατὰ φθόνον αὐτῶν τῆς γῆς καὶ ἀνεῖλον ἐν τῇ νήσῳ πάντας ἔντομα θύοντας ἐπιφανέντες οἱ Ἰλλυριοὶ τοὺς Δωριεῖς· Διὸς δὲ βουλῇ τὰ σώματα μὲν ἠφανίσθη τῶν Ἑλλήνων, αἱ ψυχαὶ δὲ μετέβαλον εἰς ὄρνιθας.
After Daunius died, the Illyrian barbarians, out of envy of their land, plotted against them; the Illyrians came upon the Dorians on the island while they were offering sacrifices of slaughtered victims and killed them all. By the will of Zeus the bodies of the Greeks vanished, and their souls were changed into birds.
καὶ ἔτι νῦν Ἑλληνικὴ μὲν ἐπὰν καθορμίζηται ναῦς, φοιτῶσι πρὸς αὐτοὺς οἱ ὄρνιθες, Ἰλλυρικὴν δὲ φεύγουσι ναῦν καὶ ἀφανίζονται πάντες ἐκ τῆς νήσου.
And still now, whenever a Greek ship puts in, the birds come to the sailors, but they flee from an Illyrian ship and all disappear from the island.
XXXVIII. Λύκος
[Ἱστορεῖ Νίκανδρος ἑτεροιουμένων α΄.]
Αἰακῷ τῷ Διὸς καὶ Αἰγίνης τῆς Ἀσωποῦ παῖδες ἐγένοντο Τελαμὼν καὶ Πηλεὺς καὶ τρίτος Φῶκος ἐκ Ψαμάθης τῆς Νηρέως. τοῦτον ἐφίλησε περισσῶς Αἰακός, ὅτι καλὸς κἀγαθὸς ἦν ἀνήρ.
38. The Wolf
[Nicander tells this story in Book 1 of the Heteroeumena.]
Aeacus, the son of Zeus and of Aegina daughter of Asopus, had sons, Telamon and Peleus, and a third, Phocus, by Psamathe the daughter of Nereus. Aeacus loved him exceedingly, because he was a fine and noble man.
Πηλεὺς δὲ καὶ Τελαμὼν φθονήσαντες αὐτῷ κτείνουσι θανάτῳ κρυφαίῳ καὶ διὰ τοῦτ᾽ ἐξελαθέντες ὑπ᾽ Αἰακοῦ τὴν Αἴγιναν ἐξέλιπον, ᾤκησε δὲ Τελαμὼν μὲν Σαλαμῖνα τὴν νῆσον. Πηλεὺς δ᾽ ἐξίκετο πρὸς Εὐρυτίωνα τὸν Ἴρου καὶ ἱκετεύσας καθαίρεται παρ᾽ αὐτῷ τὸν φόνον· καὶ αὖτις Εὐρυτίωνα ἐν κυνηγεσίοις ἄκων ἐπὶ συὸς βολῇ κτείνει·
Peleus and Telamon, jealous of him, killed him secretly, and for this they were driven out by Aeacus and left Aegina; Telamon settled on the island of Salamis, while Peleus went to Eurytion, the son of Irus, as a suppliant and was purified by him of the murder; and then again, while hunting, he unintentionally killed Eurytion with a throw aimed at a boar.
καὶ φυγὼν ἔρχεται παρὰ Ἄκαστον, οὗ ὑπὸ τῆς γυναικὸς πρὸς ἀφροδίσιον ἔργον ⟨διαβληθεὶς⟩ καταλείπεται μόνος ἐν τῷ Πηλίῳ. καὶ πλαζόμενος ἐντυγχάνει Χείρωνι τῷ Κενταύρῳ, ἱκετεύοντα δὲ αὐτὸν ὑποδέχεται ἐκεῖνος εἰς τὸ ἄντρον.
He fled and went to Acastus, and ⟨slandered⟩ by Acastus' wife over a sexual act, he was left alone on Pelion. Wandering there, he came upon Chiron the Centaur, who received him into his cave as a suppliant.
καὶ Πηλεὺς ἀγείρας πολλὰ πρόβατα καὶ βοῦς ἄγει πρὸς τὸν Ἶρον κατὰ ποινὴν τοῦ φόνου. ταύτην οὐχ ὑποδέχεται τὴν ποινὴν ὁ Ἶρος, ἀλλὰ Πηλεὺς ἀπαγαγὼν ἀφίησι κατὰ χρησμὸν θεοῦ.
Peleus gathered many sheep and cattle and brought them to Irus as compensation for the killing. Irus did not accept this compensation, but Peleus drove the animals away and let them go, in accordance with an oracle of the god.
καὶ τὰ πρόβατα νομέων ἔρημα λύκος ἐπελθὼν κατέδει καὶ ὁ λύκος οὗτος κατὰ δαίμονα μεταβαλὼν ἐγένετο πέτρος καὶ ἄχρι πλείστου διέμενε μεταξὺ Λοκρίδος καὶ τῆς Φωκέων γῆς.
A wolf came upon the sheep, left without herdsmen, and devoured them, and this wolf was changed by the will of a divinity and became a rock, and it long remained between Locris and the land of the Phocians.
XXXIX. Ἀρκεοφῶν
[Ἱστορεῖ Ἑρμησιάναξ Λεοντίου β΄.]
Ἀρκεοφῶν ὁ Μιννυρίδου πόλεως μὲν ἦν Σαλαμῖνος τῆς ἐν Κύπρῳ, γονέων δὲ οὐκ ἐπιφανῶν (ἦσαν γὰρ ἐκ Φοινίκης). χρήμασι δὲ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ πλεῖστον ὑπερήνεγκεν. οὗτος ἰδὼν τὴν θυγατέρα τὴν Νικοκρέοντος τοῦ Σαλαμινίων βασιλέως ἠράσθη.
39. Arceophon
[Hermesianax tells this story in Book 2 of the Leontion.]
Arceophon, the son of Minnyrides, was from the city of Salamis in Cyprus, of undistinguished parents (for they came from Phoenicia). But in wealth and other good fortune he was far above others. He saw the daughter of Nicocreon, king of the Salaminians, and fell in love with her.
γένος δ᾽ ἦν τὸ Νικοκρέοντος ἀπὸ Τεύκρου τοῦ ξυνελόντος Ἴλιον Ἀγαμέμνονι, παρ᾽ ὃ καὶ μᾶλλον ὁ Ἀρκεοφῶν ἐφίετο τοῦ γάμου τῆς παιδός, καὶ ὑπέσχετο πλεῖστα παρὰ τοὺς ἄλλους μνηστῆρας ἀποίσειν ἕδνα. Νικοκρέων δ᾽ οὐχ ὑποδέχεται τὸν γάμον κατ᾽ αἰσχύνην γένους τοῦ Ἀρκεοφῶντος, ὅτι αὐτῷ πατέρες ἦσαν Φοίνικες.
Nicocreon's family descended from Teucer, who had taken Ilium together with Agamemnon; for this reason Arceophon was all the more eager to marry the girl, and he promised to bring the most bridal gifts of all the suitors. But Nicocreon did not accept the marriage, out of shame at Arceophon's family, because his ancestors were Phoenicians.
Ἀρκεοφῶντι δ᾽ ἀποτυγχανομένῳ πρὸς τὸν γάμον πολὺ χαλεπώτερος ἦν ὁ ἔρως καὶ νυκτὸς ἐπὶ τὰ οἰκία τῆς Ἀρσινόης ἐφοίτα καὶ διενυκτέρευσε μετὰ τῶν ἡλικιωτῶν. ἐπεὶ δὲ αὐτῷ πρὸς τὸ ἔργον οὐδὲν ἐτυγχάνετο, πείθει τροφὸν αὐτῆς καὶ πλεῖστα δῶρα πέμψας ἐπειράθη τῆς παιδός, εἴ πως αὐτῇ δύναιτο κρύφα μιχθῆναι τῶν γονέων.
Since Arceophon failed to win the marriage, his love grew much harder to bear, and at night he would go to the house of Arsinoe and spend the whole night there with the young men of his age. When he achieved nothing by this, he won over her nurse, sent very many gifts and tried the girl, to see whether somehow he could lie with her secretly from her parents.
ἡ δὲ παῖς, ἐπεὶ τὸν λόγον ἡ τροφὸς αὐτῇ προσήνεγκε, κατεμήνυσε πρὸς τοὺς γονέας· οἱ δὲ γλῶσσαν ἄκραν καὶ ῥῖνα καὶ δακτύλους ἀποτεμόντες τῆς τροφοῦ καὶ λωβησάμενοι ἀνοίκτρως ἐξήλασαν ἐκ τῶν οἰκίων. καὶ πρὸς τὸ ἔργον ἐνεμέσησεν ἡ θεός.
But the girl, when the nurse brought her the proposal, reported it to her parents; they cut off the tip of the nurse's tongue, her nose and her fingers, mutilated her pitilessly and drove her out of the house. And the goddess was indignant at this deed.
Ἀρκεοφῶν μὲν οὖν καθ᾽ ὑπερβολὴν πάθους καὶ ἀπορίαν τὴν πρὸς τὸν γάμον ἑκὼν ἀποθνήσκει κατὰ τροφῆς ἔνδειαν· οἱ ⟨δὲ⟩ πολῖται τὸν θάνατον οἰκτείραντες ἐπένθησαν, ἡμέρᾳ δὲ τρίτῃ τὸ σῶμα προήνεγκαν εἰς ἐμφανὲς οἱ προσήκοντες.
Arceophon, from the excess of his suffering and his helplessness about the marriage, died of his own will by starving himself; ⟨and⟩ the citizens, pitying his death, mourned for him, and on the third day his relatives brought out the body into the open.
καὶ οἱ μὲν ἔμελλον κηδεύσειν, Ἀρσινόη δὲ πρὸς ὕβριν ἐπεθύμησεν ἐκ τῶν οἴκων ἐκκύψασα τὸ σῶμα τὸ τοῦ Ἀρκεοφῶντος κατακαιόμενον ἰδεῖν. καὶ ἡ μὲν ἐθεᾶτο, μισήσασα δὲ τὸ ἦθος Ἀφροδίτη μετέβαλεν αὐτὴν καὶ ἐποίησεν ἐξ ἀνθρώπου λίθον καὶ τοὺς πόδας ἐρρίζωσεν ἐπὶ τὴν γῆν.
They were about to bury it, and Arsinoe, insolently, wished to peep out from the house and see Arceophon's body burning. As she was looking, Aphrodite, hating her character, changed her and made her a stone instead of a human being, and rooted her feet to the ground.