XXXIV. Σμύρνα
[Οὕ.]
Θείαντος τοῦ Βήλου καὶ Ὠρειθυίας μιᾶς τῶν νυμφῶν ἐγένετο θυγάτηρ ἐν τῷ ὄρει τῷ Λιβάνῳ Σμύρνα. ταύτην διὰ κάλλος πλεῖστοι καὶ ἐκ πόλεων πλείστων ἐμνήστευον, ἡ δὲ πολλὰ ἐμηχανᾶτο πρὸς ἀπάτην τῶν γονέων καὶ ἀνάθεσιν τοῦ γάμου· δεινὸς γὰρ αὐτὴν ἔρως ἐξέμηνεν ἐπὶ τῷ πατρί.
34. Smyrna
[Ou. — abbreviation in the manuscript, meaning uncertain] [?]
Thias, the son of Belus, and Oreithyia, one of the nymphs, had a daughter on Mount Lebanon, Smyrna. Because of her beauty very many men from very many cities sought her hand, but she devised many tricks to deceive her parents and put off the marriage; for a terrible love for her father had driven her mad.
καὶ κατὰ μὲν ἀρχὰς δι᾽ αἰδῶ κατέκρυπτε τὴν νόσον· ἐπεὶ δὲ τὸ πάθος αὐτὴν προῆγεν, ἐξεῖπε τὸν λόγον πρὸς Ἱππολύτην τὴν τροφόν· ἡ δὲ παραδώσειν αὐτῇ ἄκος τοῦ παραλόγου πάθους ὑποσχομένη λόγον πρὸς τὸν Θείαντα προσέφερεν, ὅτι αὐτῷ κόρη μακαρίων ἀνθρώπων ποθεῖ παραγενέσθαι κρυφαῖος εἰς τὴν κοίτην.
At first, out of shame, she hid her sickness; but when her passion drove her on, she told the secret to her nurse Hippolyte; the nurse promised to provide a remedy for her irrational passion, and brought word to Thias that a girl from a family of wealthy people longed to come secretly to his bed.
ὁ δὲ Θείας — οὐ γὰρ ἐγίνωσκεν οἷα ἐπ᾽ αὐτῷ ἐμηχανᾶτο — κατήνεσε τὸν λόγον. καὶ ὁ μὲν ἐν τῷ οἴκῳ σκοταῖος ἐπὶ τῆς στρωμνῆς ἐξεδέχετο τὴν κόρην, ἡ δὲ τροφὸς κατακρύψασα τῇ ἐσθῆτι τὴν Σμύρναν παρήγαγεν. καὶ πλείονα χρόνον ἐλελήθει πρασσόμενον ἄχαρι καὶ ἄθεσμον ἔργον.
Thias — for he did not know what was being contrived against him — agreed. He waited in the house, in the dark, on his bed for the girl, and the nurse, hiding Smyrna in her clothes, brought her in. For a long time the graceless and unlawful deed went on undetected [?].
καὶ ὡς ἐκύησε μὲν ἡ Σμύρνα, Θείαντα δὲ πόθος ἔλαβεν ἐκμαθεῖν ἥτις ἦν ἡ κύουσα, [καὶ] ὁ μὲν κατέκρυψε πῦρ εἰς τὸν οἶκον, Σμύρνα δ᾽ ὡς ἐξίκετο πρὸς αὐτόν, ἐπάϊστος ἐγένετο προενεχθέντος ἐξαπίνης τοῦ πυρὸς καὶ τὸ βρέφος μὲν ἐξέβαλεν ἐκ τῆς γαστρός, αὐτὴ δ᾽ ἀνασχοῦσα τὰς χεῖρας ηὔξατο μήτε παρὰ ζῶσι μήτ᾽ ἐν νεκροῖς φανῆναι.
When Smyrna had conceived, Thias was seized with a desire to find out who the woman with child was; [and] he hid a light in the house, and when Smyrna came to him, she was discovered as the light was suddenly brought out; she cast the baby out of her womb, and, raising her hands, prayed that she might be seen neither among the living nor among the dead.
καὶ αὐτὴν ὁ Ζεὺς μεταβαλὼν ἐποίησε δένδρον καὶ ἐκάλεσεν ὁμώνυμον αὐτῇ σμύρναν. τοῦτο λέγεται κατ᾽ ἔτος ἕκαστον δακρύειν τὸν ἀπὸ τοῦ ξύλου καρπόν. καὶ Θείας μὲν ὁ πατὴρ τῆς Σμύρνης διὰ ἔργον ἀθέμιστον ἑαυτὸν ἀνεῖλε, τὸ δὲ βρέφος Διὸς βουλῇ τρεφόμενον ὠνόμασαν Ἄδωνιν καὶ αὐτὸν Ἀφροδίτη πλεῖστον ἠγάπησε διὰ τὸ κάλλος.
Zeus changed her and made her a tree, and called it by her name, smyrna (myrrh). This tree is said to weep every year the fruit that comes from its wood. Thias, Smyrna's father, killed himself because of the unlawful deed; and the child, reared by the will of Zeus, they named Adonis, and Aphrodite loved him exceedingly because of his beauty.
XXXV. Βουκόλοι
[Ἱστορεῖ Μενεκράτης ⟨ὁ⟩ Ξάνθιος Λυκιακοῖς καὶ Νίκανδρος.]
Λητὼ ἐπεὶ ἔτεκεν Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐν Ἀστερίᾳ τῇ νήσῳ, ἀφίκετο εἰς Λυκίαν ἐπιφερομένη τοὺς παῖδας ἐπὶ τὰ λουτρὰ τοῦ Ξάνθου· καὶ ἐπεὶ τάχιστα ἐγένετο ἐν τῇ γῇ ταύτῃ, ἐνέτυχε πρῶτα Μελίτῃ κρήνῃ καὶ προεθυμεῖτο πρὶν ἐπὶ τὸν Ξάνθον ἐλθεῖν ἐνταυθοῖ τοὺς παῖδας ἀπολοῦσαι.
35. The Herdsmen
[Menecrates ⟨of⟩ Xanthus tells this story in the Lyciaca, and Nicander.]
When Leto had given birth to Apollo and Artemis on the island of Asteria, she came to Lycia, bringing her children to the baths of the Xanthus; and as soon as she was in that land, she first came upon the spring Melite and was eager to wash her children there before going on to the Xanthus.
ἐπεὶ δ᾽ αὐτὴν ἐξήλασαν ἄνδρες βουκόλοι, ὅπως ἂν αὐτοῖς οἱ βόες ἐκ τῆς κρήνης πίωσιν, ἀπαλλάττεται καταλιποῦσα τὴν Μελίτην ἡ Λητώ, λύκοι δὲ συναντόμενοι καὶ σήναντες ὑφηγήσαντο τῆς ὁδοῦ καὶ ἀπήγαγον ἄχρι πρὸς τὸν ποταμὸν αὐτὴν τὸν Ξάνθον.
But when some herdsmen drove her away, so that their cattle could drink from the spring, Leto left Melite and went away; and wolves met her, wagged their tails at her, led the way and brought her to the river Xanthus.
ἡ δὲ πιοῦσα τοῦ ὕδατος καὶ ἀπολούσασα τοὺς παῖδας τὸν μὲν Ξάνθον ἱερὸν ἀπέδειξεν Ἀπόλλωνος, τὴν δὲ γῆν Τρεμιλίδα λεγομένην Λυκίαν μετωνόμασεν ἀπὸ τῶν καθηγησαμένων λύκων.
She drank of the water, washed her children, and declared the Xanthus sacred to Apollo; and the land, which had been called Tremilis, she renamed Lycia after the wolves (lykoi) that had guided her.
ἐπὶ δὲ τὴν κρήνην αὖτις ἐξίκετο δίκην ἐπιβαλοῦσα τοῖς ἀπελάσασιν αὐτὴν βουκόλοις· καὶ οἱ μὲν ἀπέλουον τότε παρὰ τὴν κρήνην τοὺς βοῦς, Λητὼ δὲ μεταβαλοῦσα πάντας ἐποίησε βατράχους καὶ λίθῳ τραχεῖ τύπτουσα τὰ νῶτα καὶ τοὺς ὥμους κατέβαλε πάντας εἰς τὴν κρήνην καὶ βίον ἔδωκεν αὐτοῖς καθ᾽ ὕδατος· οἱ δ᾽ ἄχρι νῦν παρὰ ποταμοὺς βοῶσι καὶ λίμνας.
She returned to the spring to punish the herdsmen who had driven her away; they were then washing their cattle at the spring, and Leto changed them all and made them frogs; she struck them on the back and shoulders with a rough stone, threw them all into the spring and gave them a life in the water; and to this day they croak by rivers and lakes.
XXXVI. Πανδάρεος
[Οὕ.]
Ἡνίκα Ῥέα φοβουμένη Κρόνον κατέκρυψεν ἐν τῷ κευθμῶνι τῆς Κρήτης τὸν Δία, τότε αὐτὸν ἐξέθρεψεν αἴξ [νύμφη] μαστὸν ὀρέγουσα. τὴν αἶγα δὲ Ῥέας βουλῇ κύων χρύσεος ἐφύλαττεν.
36. Pandareus
[Ou. — abbreviation in the manuscript, meaning uncertain] [?]
When Rhea, in fear of Cronus, hid Zeus in the cave in Crete, a goat [nymph] nursed him, offering him her teat. By Rhea's will a golden dog guarded the goat.
ἐπεὶ δὲ Ζεὺς Τιτῆνας ἐξελάσας τὸν Κρόνον ἀφείλετο τῆς ἀρχῆς, ἐποίησε τὴν μὲν αἶγα μεταβαλὼν ἀθάνατον· καὶ αὐτῆς ἔτι νῦν εἴδωλόν ἐστιν ἐν τοῖς ἄστροις· τὸν δὲ κύνα τὸν χρύσεον ἀπέδειξε φυλάττειν τὸ ἱερὸν ἐν Κρήτῃ. τοῦτον Πανδάρεος ὁ Μέροπος κλέψας ᾤχετο φέρων εἰς Σίπυλον καὶ αὐτὸν παρεδέξατο φυλάττειν παρὰ τοῦ Πανδαρέου Τάνταλος ὁ Διὸς καὶ Πλουτοῦς.
When Zeus had driven out the Titans and taken the rule from Cronus, he changed the goat and made her immortal; and her likeness is still among the stars; the golden dog he appointed to guard the sanctuary in Crete. Pandareus, the son of Merops, stole it and took it away to Sipylus, and Tantalus, the son of Zeus and Pluto, received it from Pandareus to guard.
ἐπεὶ δὲ μετὰ χρόνον Πανδάρεος ἐλθὼν εἰς Σίπυλον ἀπήτει τὸν κύνα, Τάνταλος ὤμοσε μὴ λαβεῖν. Ζεὺς δὲ Πανδάρεον μὲν ἀντὶ τῆς κλοπῆς ἐποίησεν ὅθιπερ εἱστήκει πέτρον, Τάνταλον δὲ ἐπεὶ τὸν ὅρκον ἐψεύσατο, κατέβαλε καὶ περὶ αὐτὸν ὑπὲρ κεφαλῆς τὸν Σίπυλον.
When, some time later, Pandareus came to Sipylus and asked for the dog back, Tantalus swore that he had not received it. Zeus, for the theft, turned Pandareus into a rock where he stood, and Tantalus, because he had sworn falsely, he cast down, and set Sipylus around him, over his head [?].