Strabo · Geography Γεωγραφικά

Strabo, Geography 9.2.6–14: Boeotian coast: Aulis, Delium and Amphiaraus

Strabo circles the Boeotian coast from Oropus past Delium, sacred to Apollo, where Socrates rescued Xenophon, to Aulis, the Euripus and its tides, and Salganeus. He tells of the temple of Amphiaraus, the chariot at Harma and Adrastus fleeing on Areion, and the birth of Orion at Hyria. Anthedon brings in the fable of Glaucus, who was changed into a sea creature, and the variant readings of Homer for Nisa and Isus.

Sections 9.2.6–14 · 1242 words · click a number to copy its link

ἑξῆς δὲ τὴν περιήγησιν τῆς χώρας ποιητέον ἀρξαμένους ἀπὸ τῆς πρὸς Εὔβοιαν παραλίας τῆς συνεχοῦς τῇ Ἀττικῇ. ἀρχὴ δʼ ὁ Ὠρωπὸς καὶ ὁ ἱερὸς λιμὴν ὃν καλοῦσι Δελφίνιον, καθʼ ὃν ἡ παλαιὰ Ἐρέτρια ἐν τῇ Εὐβοίᾳ, διάπλουν ἔχουσα ἑξήκοντα σταδίων. μετὰ δὲ τὸ Δελφίνιον ὁ Ὠρωπὸς ἐν εἴκοσι σταδίοις· κατὰ δὲ τοῦτόν ἐστιν ἡ νῦν Ἐρέτρια, διάπλους δʼ ἐπʼ αὐτὴν στάδιοι τετταράκοντα.

We are next to make a circuit of the country, beginning at the sea-coast, opposite Euboea, which is continuous with that of Attica.

We begin this circuit from Oropus, and the Sacred Harbour, which is called Delphinium, opposite to which is the ancient Eretria in Euboea, having a passage across of 60 stadia. After Delphinium, at the distance of 20 stadia, is Oropus, and opposite to this is the present Eretria. There is a passage over to it of 40 stadia.

εἶτα Δήλιον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκ Δήλου ἀφιδρυμένον, Ταναγραίων πολίχνιον Αὐλίδος διέχον σταδίους τριάκοντα, ὅπου μάχῃ λειφθέντες Ἀθηναῖοι προτροπάδην ἔφυγον· ἐν δὲ τῇ φυγῇ πεσόντα ἀφʼ ἵππου Ξενοφῶντα ἰδὼν κείμενον τὸν Γρύλλου Σωκράτης ὁ φιλόσοφος στρατεύων πεζὸς τοῦ ἵππου γεγονότος ἐκποδὼν ἀνέλαβε τοῖς ὤμοις αὐτόν, καὶ ἔσωσεν ἐπὶ πολλοὺς σταδίους ἕως ἐπαύσατο ἡ φυγή.

Next is Delium, a place sacred to Apollo, in imitation of that at Delos. It is a small town of the Tanagraeans, at the distance of 30 stadia from Aulis.

To this place the Athenians, after their defeat in battle, fled in disorder. In the flight, Socrates the philosopher (who having lost his horse, was serving on foot) observed Xenophon, the son of Gryllus, upon the ground, fallen from his horse; he raised him upon his shoulders and carried him away in safety, a distance of many stadia, until the rout was at an end.

εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα· εἶθʼ ἡ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων· λιμὴν δʼ ἐστὶ πεντήκοντα πλοίοις, ὥστʼ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι. καὶ ὁ Εὔριπος δʼ ἐστὶ πλησίον ὁ Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα· ἔστι δʼ ἐπʼ αὐτῷ γέφυρα δίπλεθρος, ὡς εἴρηκα· πύργος δʼ ἑκατέρωθεν ἐφέστηκεν ὁ μὲν ἐκ τῆς Χαλκίδος ὁ δʼ ἐκ τῆς Βοιωτίας· διῳκοδόμηται δʼ εἰς αὐτοὺς σῦριγξ. περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθʼ ἡμέραν ἑκάστην καὶ νύκτα· τὴν δʼ αἰτίαν ἐν ἄλλοις σκεπτέον.

Then follows a great harbour, which is called Bathys (or deep harbour): then Aulis, a rocky spot, and a village of the Tanagraeans, with a harbour capable of containing 50 small vessels. So that probably the naval station of the Greeks was in the Great Harbour. Near it is the Chalcidic Euripus, to which, from Suniurn, are 70 stadia. On the Euripus, as I have already said, there is a bridge of two plethra in length; at each end is a tower, one on the side of Chalcis, the other on the side of Boeotia; and a passage (for the water) is constructed between them. With regard to the tide of the Euripus, it is sufficient to say thus much, that according to report, it changes seven times each day and night; the cause must be investigated elsewhere.

πλησίον δʼ ἐστὶν ἐφʼ ὕψους κείμενον χωρίον Σαλγανεύς, ἐπώνυμον τοῦ ταφέντος ἐπʼ αὐτῷ Σαλγανέως ἀνδρὸς Βοιωτίου, καθηγησαμένου τοῖς Πέρσαις εἰσπλέουσιν εἰς τὸν διάπλουν τοῦτον ἐκ τοῦ Μαλιακοῦ κόλπου, ὅν φασιν ἀναιρεθῆναι πρὶν ἢ τῷ Εὐρίπῳ συνάπτειν ὑπὸ τοῦ ναυάρχου Μεγαβάτου νομισθέντα κακοῦργον, ὡς ἐξ ἀπάτης ἐμβαλόντα τὸν στόλον εἰς τυφλὸν τῆς θαλάττης στενωπόν· αἰσθόμενον δὲ τὸν βάρβαρον τὴν περὶ αὐτὸν ἀπάτην μεταγνῶναί τε καὶ ταφῆς ἀξιῶσαι τὸν ἀναιτίως ἀποθανόντα.

Salganeus is a place situated near the Euripus, upon a height. It has its name from Salganeus, a Boeotian, who was buried there. He was guide to the Persians, when they sailed into this passage from the Maliac Gulf. It is said, that he was put to death before they reached the Euripus, by the commander of the fleet, Megabates, as a traitor, for conducting the fleet deceitfully into a narrow opening of the sea, having no outlet. The Barbarian, however, perceived his mistake, and regretting what he had done, thought him worthy of burial, because he had been unjustly put to death.

καὶ ἡ Γραῖα δʼ ἐστὶ τόπος Ὠρωποῦ πλησίον καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου καὶ τὸ Ναρκίσσου τοῦ Ἐρετριέως μνῆμα ὃ καλεῖται Σιγηλοῦ, ἐπειδὴ σιγῶσι παριόντες· τινὲς δὲ τῇ Τανάγρᾳ τὴν αὐτήν φασιν· ἡ Ποιμανδρὶς δʼ ἐστὶν ἡ αὐτὴ τῇ Ταναγρικῇ· καλοῦνται δὲ καὶ Γεφυραῖοι οἱ Ταναγραῖοι. ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρύ δεῦρο τὸ Ἀμφιαράειον.

Near Oropus is a place called Graia, the temple also of Amphiaraus, and the monument of Narcissus the Eretrian, surnamed Sigelus, (the Silent,) because passers-by keep silence. Some say that Graia and Tanagra are the same. The territory of Poemandris, however, is the same as that of Tanagra. The Tanagraens are also called Gephyraeans. The temple of Amphiaraus was transferred by command of an oracle to this place from the Thebaic Cnopia.

καὶ ὁ Μυκαλησσὸς δὲ κώμη τῆς Ταναγραϊκῆς· κεῖται δὲ παρʼ ὁδὸν Θηβῶν εἰς Χαλκίδα· ὡς δʼ αὕτως καὶ τὸ Ἅρμα, τῆς Ταναγραϊκῆς κώμη ἔρημος περὶ τὴν Μυκαλησσόν, ἀπὸ τοῦ Ἀμφιαράου ἅρματος λαβοῦσα τοὔνομα, ἑτέρα οὖσα τοῦ Ἅρματος τοῦ κατὰ τὴν Ἀττικήν, ὅ ἐστι περὶ Φυλήν, δῆμον τῆς Ἀττικῆς ὅμορον τῇ Τανάγρᾳ. ἐντεῦθεν δὲ ἡ παροιμία τὴν ἀρχὴν ἔσχεν ἡ λέγουσα ὁπόταν διʼ Ἅρματος ἀστράψῃ, ἀστραπήν τινα σημειουμένων κατὰ χρησμὸν τῶν λεγομένων Πυθαϊστῶν, βλεπόντων ὡς ἐπὶ τὸ Ἅρμα καὶ τότε πεμπόντων τὴν θυσίαν εἰς Δελφοὺς ὅταν ἀστράψαντα ἴδωσιν· ἐτήρουν δʼ ἐπὶ τρεῖς μῆνας, καθʼ ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, ἀπὸ τῆς ἐσχάρας τοῦ ἀστραπαίου Διός· ἔστι δʼ αὕτη ἐν τῷ τείχει μεταξὺ τοῦ Πυθίου καὶ τοῦ Ὀλυμπίου. περὶ δὲ τοῦ Ἅρματος τοῦ Βοιωτιακοῦ οἱ μέν φασιν ἐκπεσόντος ἐκ τοῦ ἅρματος ἐν τῇ μάχῃ τοῦ Ἀμφιαράου κατὰ τὸν τόπον, ὅπου νῦν ἐστὶ τὸ ἱερὸν αὐτοῦ, τὸ ἅρμα ἔρημον ἐνεχθῆναι ἐπὶ τὸν ὁμώνυμον τόπον· οἱ δὲ τοῦ Ἀδράστου συντριβῆναι τὸ ἅρμα φεύγοντός φασιν ἐνταῦθα, τὸν δὲ διὰ τοῦ Ἀρείονος σωθῆναι. Φιλόχορος δʼ ὑπὸ τῶν κωμητῶν σωθῆναί φησιν αὐτόν, καὶ διὰ τοῦτο ἰσοπολιτείαν αὐτοῖς παρὰ τῶν Ἀργείων ὑπάρξαι.

Mycalessus is a village in the Tanagrian district. It lies upon the road from Thebes to Chalcis. It is called in the Boeotian dialect Mycalettus. Harma, also, an uninhabited village in the Tanagrian territory, derives its name from the chariot (ἅρμα) of Amphiaraus, and is a different place from Harma in Attica, near Phyle, a demus of Attica bordering upon Tanagra. There the proverb originated, When it has lightened through Harma, / The Pythaïstae, as they are called, signify, by the order of an oracle, the occurrence of any lightning when they are looking in the direction of Harma, and despatch the sacrifice to Delphi whenever it is observed. They were to keep watch for three months, and for three days and nights in each month, at the altar of Jupiter Astrapius, or Dispenser of lightning. This altar is in the wall, between the Pythium and the Olympium. Respecting the Boeotian Harma, some say, that Amphiaraus fell in battle out of his chariot, [harma,] near the spot where his temple now stands, and that the chariot was drawn empty to the place, which bears the same name [Harma]. Others say, that the chariot of Adrastus, in his flight, was there dashed in pieces, but that lie himself escaped on his horse Areion. According to Philochorus, his life was preserved by the inhabitants of the village; in consequence of which they obtained among the Argives the right of citizenship.

ἔστι δὲ τῷ ἐκ Θηβῶν εἰς Ἄργος ἀνιόντι ἐν ἀριστερᾷ ἡ Τάναγρα κ […] ἐν δεξιᾷ κεῖται· καὶ ἡ Ὑρία δὲ τῆς Ταναγραίας νῦν ἐστί, πρότερον δὲ τῆς Θηβαΐδος· ὅπου ὁ Ὑριεὺς μεμύθευται καὶ ἡ τοῦ Ὠρίωνος γένεσις, ἥν φησι Πίνδαρος ἐν τοῖς διθυράμβοις· κεῖται δʼ ἐγγὺς Αὐλίδος. ἔνιοι δὲ τὰς Ὑσιὰς Ὑρίην λέγεσθαί φασι, τῆς Παρασωπίας οὖσαν ὑπὸ τῷ Κιθαιρῶνι πλησίον Ἐρυθρῶν ἐν τῇ μεσογαίᾳ, ἄποικον Ὑριέων, κτίσμα δὲ Νυκτέως τοῦ Ἀντιόπης πατρός. εἰσὶ δὲ καὶ ἐν τῇ Ἀργείᾳ Ὑσίαι κώ, οἱ δʼ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται. τῶν δʼ Ἐρυθρῶν τούτων ἄποικοι αἱ ἐν Ἰωνίᾳ Ἐρυθραί. καὶ ὁ Ἑλεὼν δʼ ἐστὶ κώμη Ταναγρική, ἀπὸ τῶν ἑλῶν ὠνομασμένη.

On going from Thebes to Argos, on the left hand is Tanagra; and [near the road] on the right lies Hyria. Hyria now belongs to the Tanagrian territory, but formerly to the Thebais. Here Hyrieus is fabled to have lived, and here is the scene of the birth of Orion, which Pindar mentions in the dithyrambics. It is situated near Aulis. Some persons say that Hysiae is called Hyria, which belongs to Parasopia, situated below Cithaeron, near Erythrae, in the inland parts; it is a colony of the Hyrienses, and was founded by Nycteus, the father of Antiope. There is also in the Argive territory a village, Hysiae, the inhabitants of which are called Hysiatae. Erythrae in Ionia is a colony of this Erythrae. Heleon, a Tanagrian village, has its name from (Hele) the marshes there.

μετὰ δὲ Σαλγανέα Ἀνθηδὼν πόλις λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτιακῆς παραλίας τῆς πρὸς Εὐβοίᾳ, καθάπερ καὶ ὁ ποιητὴς εἴρηκεν Ἀνθηδόνα τʼ ἐσχατόωσαν. εἰσὶ μέντοι ἔτι προϊόντι μικρὸν πολίχναι δύο τῶν Βοιωτῶν, Λάρυμνά τε, παρʼ ἣν ὁ Κηφισσὸς ἐκδίδωσι, καὶ ἔτι ἐπέκεινα Ἁλαί, ὁμώνυμοι τοῖς Ἀττικοῖς δήμοις. κατὰ δὲ τὴν παραλίαν ταύτην κεῖσθαί φασιν Αἰγὰς τὰς ἐν Εὐβοίᾳ, ἐν αἷς τὸ τοῦ Ποσειδῶνος ἱερὸν τοῦ Αἰγαίου· ἐμνήσθημεν δʼ αὐτοῦ καὶ πρότερον. δίαρμα δʼ ἐστὶν ἀπὸ μὲν τῆς Ἀνθηδόνος εἰς Αἰγὰς ἑκατὸν εἴκοσι στάδιοι, ἀπὸ δὲ τῶν ἄλλων τόπων πολὺ ἐλάττους· κεῖται δʼ ἐπὶ ὄρους ὑψηλοῦ τὸ ἱερόν, ἦν δέ ποτε καὶ πόλις· ἐγγὺς δὲ τῶν καὶ αἱ Ὀρόβιαι. ἐν δὲ τῇ Ἀνθηδονίᾳ Μεσσάπιον ὄρος ἐστὶν ἀπὸ Μεσσάπου, ὃς εἰς τὴν Ἰαπυγίαν ἐλθὼν Μεσσαπίαν τὴν χώραν ἐκάλεσεν. ἐνταῦθα δὲ καὶ τὰ περὶ τὸν Γλαῦκον μυθεύεται τὸν Ἀνθηδόνιον, ὅν φασιν εἰς κῆτος μεταβαλεῖν.

After Salganeus is Anthedon, a city with a harbour, the last on the Boeotian coast towards Euboea, as the poet says, Anthedon at the extremity. / As we proceed a little farther, there are besides two small towns, belonging to the Boeotians, Larymna, near which the Cephissus discharges its waters; and farther above, Halae, of the same name as the Attic demus. Opposite to this coast is situated, it is said, Aegae in Euboea, where is the temple of the Aegaean Neptune, of which we have before spoken. There is a passage across from Anthedon to Aegae of 120 stadia, and from the other places much less than this. The temple is situated upon a lofty hill, where was once a city. Near Aegae was Orobiae. In the Anthedonian territory is the mountain Messapius, which has its name from Messapus, who when he came into Iapygia called it Messapia. Here is laid the scene of the fable respecting the Anthedonian Glaucus, who, it is said, was transformed into a sea-monster.

πλησίον δʼ ἐστὶν Ἀνθηδόνος ἱεροπρεπὴς τόπος τῆς Βοιωτίας, ἴχνη πόλεως ἔχων, ὁ καλούμενος Ἴσος συστέλλοντι τὴν πρώτην συλλαβήν. οἴονται δέ τινες δεῖν γράφειν ἶσόν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν ἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦ Νῖσάν τε ζαθέην. ἡ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν […] ἴη, εἰ μὴ τὴν Νῖσαν οὕτως εἴρηκεν· ἦν γὰρ ὁ […] Μεγαρικῇ. ἐκεῖθεν ἀπῳκισμένη πρόςιρῶνος, ἐκλέλειπται δὲ νῦν. τινὲς δὲ γράφουσι Κρεῦσάν τε ζαθέην, τὴν νῦν Κρέουσαν δεχόμενοι, τὸ τῶν Θεσπιέων ἐπίνειον ἐν τῷ Κρισαίῳ κόλπῳ ἱδρυμένον· ἄλλοι δὲ Φαράς τε ζαθέας. ἔστι δὲ τῆς τετρακωμίας τῆς περὶ Τάναγραν, Ἑλεῶνος Ἅρματος Μυκαλησσοῦ Φαρῶν. γράφουσι δὲ καὶ τοῦτο Νῦσάν τε ζαθέην. κώμη δʼ ἐστὶ τοῦ Ἑλικῶνος ἡ Νῦσα. ἡ μὲν οὖν παραλία τοιαύτη τις ἡ πρὸς Εὔβοιαν.

Near Anthedon is a place called Isus, and esteemed sacred, belonging to Boeotia; it contains remains of a city, and the first syllable of Isus is short. Some persons are of opinion, that the verse ought to be written, ἶσόν τε ζαθέην?ἀνθηδόνα τ̓ ἐσχατόωσαν, The sacred Isus, and the extreme Anthedon, / lengthening the first syllable by poetical licence for the sake of the metre, instead of νῖσάν τε ζαθέην, The sacred Nisa; / for Nisa is not to be found anywhere in Boeotia, as Apollodorus says in his observations on the Catalogue of the Ships; so that Nisa could not stand in this passage, unless by Nisa Homer meant Isus, for there was a city Nisa, in Megaris, from whence Isus was colonized, situated at the base of Cithaeron, but it exists no longer. Some however write κρεῦσιάν τε ζαθέην, The sacred Creusa, / meaning the present Creusa, the arsenal of the Thespieans, situated on the Crisaean Gulf. Others write the passage φαράς τε ζαθέας, The sacred Pharae, / Pharae is one of the four villages, (or Tetracomiae,) near Tanagra, namely, Heleon, Harma, Mycalessus, Pharae. Others again write the passage thus, νῦσάν τρ ζαθέηα The sacred Nysa. / Nysa is a village of Helicon.

Such then is the description of the sea-coast opposite Euboea.

People and places in this passage

English translation by H. C. Hamilton and W. Falconer (1854). Original text: August Meineke (ed.), Strabonis Geographica, 3 vols., Leipzig: Teubner, 1877 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.