ΣΩ. τὴν γὰρ αὔξην καὶ τὸ εὐθύ τε καὶ τὸ ἐλευθέριον ἡ ἐκ νέων δουλεία ἀφῄρηται, ἀναγκάζουσα πράττειν σκολιά, μεγάλους κινδύνους καὶ φόβους ἔτι ἁπαλαῖς ψυχαῖς ἐπιβάλλουσα, οὓς οὐ δυνάμενοι μετὰ τοῦ δικαίου καὶ ἀληθοῦς ὑποφέρειν, εὐθὺς ἐπὶ τὸ ψεῦδός τε καὶ τὸ ἀλλήλους ἀνταδικεῖν τρεπόμενοι πολλὰ κάμπτονται καὶ συγκλῶνται, ὥσθʼ ὑγιὲς οὐδὲν ἔχοντες τῆς διανοίας εἰς ἄνδρας ἐκ μειρακίων τελευτῶσι, δεινοί τε καὶ σοφοὶ γεγονότες, ὡς οἴονται. καὶ οὗτοι μὲν δὴ τοιοῦτοι, ὦ Θεόδωρε· τοὺς δὲ τοῦ ἡμετέρου χοροῦ πότερον βούλει διελθόντες ἢ ἐάσαντες πάλιν ἐπὶ τὸν λόγον τρεπώμεθα, ἵνα μὴ καί, ὃ νυνδὴ ἐλέγομεν, λίαν πολὺ τῇ ἐλευθερίᾳ καὶ μεταλήψει τῶν λόγων καταχρώμεθα;
ΘΕΟ. μηδαμῶς, ὦ Σώκρατες, ἀλλὰ διελθόντες. πάνυ γὰρ εὖ τοῦτο εἴρηκας, ὅτι οὐχ ἡμεῖς οἱ ἐν τῷ τοιῷδε χορεύοντες τῶν λόγων ὑπηρέται, ἀλλʼ οἱ λόγοι ἡμέτεροι ὥσπερ οἰκέται, καὶ ἕκαστος αὐτῶν περιμένει ἀποτελεσθῆναι ὅταν ἡμῖν δοκῇ· οὔτε γὰρ δικαστὴς οὔτε θεατὴς ὥσπερ ποιηταῖς ἐπιτιμήσων τε καὶ ἄρξων ἐπιστατεῖ παρʼ ἡμῖν.
ΣΩ. λέγωμεν δή, ὡς ἔοικεν, ἐπεὶ σοί γε δοκεῖ, περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον· νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι· σπουδαὶ δὲ ἑταιριῶν ἐπʼ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες. καὶ ταῦτα πάντʼ οὐδʼ ὅτι οὐκ οἶδεν, οἶδεν· οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα πανταχῇ πέτεται κατὰ Πίνδαρον «τᾶς τε γᾶς ὑπένερθε» καὶ τὰ ἐπίπεδα γεωμετροῦσα, «οὐρανοῦ θʼ ὕπερ» ἀστρονομοῦσα, καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν ἐγγὺς οὐδὲν αὑτὴν συγκαθιεῖσα.
SOC. For they have been deprived of growth and straightforwardness and independence by the slavery they have endured from their youth up, for this forces them to do crooked acts by putting a great burden of fears and dangers upon their souls while these are still tender; and since they cannot bear this burden with uprightness and truth, they turn forthwith to deceit and to requiting wrong with wrong, so that they become greatly bent and stunted. Consequently they pass from youth to manhood with no soundness of mind in them, but they think they have become clever and wise. So much for them, Theodorus. Shall we describe those who belong to our band, or shall we let that go and return to the argument, in order to avoid abuse of that freedom and variety of discourse, of which we were speaking just now?
THEO. By all means, Socrates, describe them; for I like your saying that we who belong to this band are not the servants of our arguments, but the arguments are, as it were, our servants, and each of them must await our pleasure to be finished; for we have neither judge, nor, as the poets have, any spectator set over us to censure and rule us.
SOC. Very well, that is quite appropriate, since it is your wish; and let us speak of the leaders; for why should anyone talk about the inferior philosophers? The leaders, in the first place, from their youth up, remain ignorant of the way to the agora, do not even know where the court-room is, or the senate-house, or any other public place of assembly; as for laws and decrees, they neither hear the debates upon them nor see them when they are published; and the strivings of political clubs after public offices, and meetings, and banquets, and revellings with chorus girls—it never occurs to them even in their dreams to indulge in such things. And whether anyone in the city is of high or low birth, or what evil has been inherited by anyone from his ancestors, male or female, are matters to which they pay no more attention than to the number of pints in the sea, as the saying is. And all these things the philosopher does not even know that he does not know; for he does not keep aloof from them for the sake of gaining reputation, but really it is only his body that has its place and home in the city; his mind, considering all these things petty and of no account, disdains them and is borne in all directions, as Pindar says, “both below the earth,” and measuring the surface of the earth, and “above the sky,” studying the stars, and investigating the universal nature of every thing that is, each in its entirety, never lowering itself to anything close at hand.
ΘΕΟ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
ΣΩ. ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δʼ ἔμπροσθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν. ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι. τῷ γὰρ ὄντι τὸν τοιοῦτον ὁ μὲν πλησίον καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅτι πράττει, ἀλλʼ ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν ἤ τι ἄλλο θρέμμα· τί δέ ποτʼ ἐστὶν ἄνθρωπος καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει διάφορον τῶν ἄλλων ποιεῖν ἢ πάσχειν, ζητεῖ τε καὶ πράγματʼ ἔχει διερευνώμενος. μανθάνεις γάρ που, ὦ Θεόδωρε· ἢ οὔ;
ΘΕΟ. ἔγωγε· καὶ ἀληθῆ λέγεις.
ΣΩ. τοιγάρτοι, ὦ φίλε, ἰδίᾳ τε συγγιγνόμενος ὁ τοιοῦτος ἑκάστῳ καὶ δημοσίᾳ, ὅπερ ἀρχόμενος ἔλεγον, ὅταν ἐν δικαστηρίῳ ἤ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας, καὶ ἡ ἀσχημοσύνη δεινή, δόξαν ἀβελτερίας παρεχομένη· ἔν τε γὰρ ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτʼ οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι· ἀπορῶν οὖν γελοῖος φαίνεται. ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις οὐ προσποιήτως ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι. τύραννόν τε γὰρ ἢ βασιλέα ἐγκωμιαζόμενον, ἕνα τῶν νομέων, οἷον συβώτην ἢ ποιμένα ἤ τινα βουκόλον, ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλλοντα· δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπιβουλότερον ποιμαίνειν τε καὶ βδάλλειν νομίζει αὐτούς, ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον. γῆς δὲ ὅταν μυρία πλέθρα ἢ ἔτι πλείω ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθει κέκτηται, πάνσμικρα δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν.
THEO. What do you mean by this, Socrates?
SOC. Why, take the case of Thales, Theodorus. While he was studying the stars and looking upwards, he fell into a pit, and a neat, witty Thracian servant girl jeered at him, they say, because he was so eager to know the things in the sky that he could not see what was there before him at his very feet. The same jest applies to all who pass their lives in philosophy. For really such a man pays no attention to his next door neighbor; he is not only ignorant of what he is doing, but he hardly knows whether he is a human being or some other kind of a creature; but what a human being is and what is proper for such a nature to do or bear different from any other, this he inquires and exerts himself to find out. Do you understand, Theodorus, or not?
THEO. Yes, I do; you are right.
SOC. Hence it is, my friend, such a man, both in private, when he meets with individuals, and in public, as I said in the beginning, when he is obliged to speak in court or elsewhere about the things at his feet and before his eyes, is a laughing-stock not only to Thracian girls but to the multitude in general, for he falls into pits and all sorts of perplexities through inexperience, and his awkwardness is terrible, making him seem a fool; for when it comes to abusing people he has no personal abuse to offer against anyone, because he knows no evil of any man, never having cared for such things; so his perplexity makes him appear ridiculous; and as to laudatory speeches and the boastings of others, it becomes manifest that he is laughing at them—not pretending to laugh, but really laughing—and so he is thought to be a fool. When he hears a panegyric of a despot or a king he fancies he is listening to the praises of some herdsman—a swineherd, a shepherd, or a neatherd, for instance—who gets much milk from his beasts; but he thinks that the ruler tends and milks a more perverse and treacherous creature than the herdsmen, and that he must grow coarse and uncivilized, no less than they, for he has no leisure and lives surrounded by a wall, as the herdsmen live in their mountain pens. And when he hears that someone is amazingly rich, because he owns ten thousand acres of land or more, to him, accustomed as he is to think of the whole earth, this seems very little.
ΣΩ. τὰ δὲ δὴ γένη ὑμνούντων, ὡς γενναῖός τις ἑπτὰ πάππους πλουσίους ἔχων ἀποφῆναι, παντάπασιν ἀμβλὺ καὶ ἐπὶ σμικρὸν ὁρώντων ἡγεῖται τὸν ἔπαινον, ὑπὸ ἀπαιδευσίας οὐ δυναμένων εἰς τὸ πᾶν ἀεὶ βλέπειν οὐδὲ λογίζεσθαι ὅτι πάππων καὶ προγόνων μυριάδες ἑκάστῳ γεγόνασιν ἀναρίθμητοι, ἐν αἷς πλούσιοι καὶ πτωχοὶ καὶ βασιλῆς καὶ δοῦλοι βάρβαροί τε καὶ Ἕλληνες πολλάκις μυρίοι γεγόνασιν ὁτῳοῦν· ἀλλʼ ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ καταφαίνεται τῆς σμικρολογίας, ὅτι δὲ ὁ ἀπʼ Ἀμφιτρύωνος εἰς τὸ ἄνω πεντεκαιεικοστὸς τοιοῦτος ἦν οἵα συνέβαινεν αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπʼ αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητα ἀνοήτου ψυχῆς ἀπαλλάττειν. ἐν ἅπασι δὴ τούτοις ὁ τοιοῦτος ὑπὸ τῶν πολλῶν καταγελᾶται, τὰ μὲν ὑπερηφάνως ἔχων, ὡς δοκεῖ, τὰ δʼ ἐν ποσὶν ἀγνοῶν τε καὶ ἐν ἑκάστοις ἀπορῶν.
ΘΕΟ. παντάπασι τὰ γιγνόμενα λέγεις, ὦ Σώκρατες.
ΣΩ. ὅταν δέ γέ τινα αὐτός, ὦ φίλε, ἑλκύσῃ ἄνω, καὶ ἐθελήσῃ τις αὐτῷ ἐκβῆναι ἐκ τοῦ «τί ἐγὼ σὲ ἀδικῶ ἢ σὺ ἐμέ»; εἰς σκέψιν αὐτῆς δικαιοσύνης τε καὶ ἀδικίας, τί τε ἑκάτερον αὐτοῖν καὶ τί τῶν πάντων ἢ ἀλλήλων διαφέρετον, ἢ ἐκ τοῦ «εἰ βασιλεὺς εὐδαίμων,» «κεκτημένος τʼ αὖ χρυσίον,» βασιλείας πέρι καὶ ἀνθρωπίνης ὅλως εὐδαιμονίας καὶ ἀθλιότητος ἐπὶ σκέψιν, ποίω τέ τινε ἐστὸν καὶ τίνα τρόπον ἀνθρώπου φύσει προσήκει τὸ μὲν κτήσασθαι αὐτοῖν, τὸ δὲ ἀποφυγεῖν—περὶ τούτων ἁπάντων ὅταν αὖ δέῃ λόγον διδόναι τὸν σμικρὸν ἐκεῖνον τὴν ψυχὴν καὶ δριμὺν καὶ δικανικόν, πάλιν αὖ τὰ ἀντίστροφα ἀποδίδωσιν· εἰλιγγιῶν τε ἀπὸ ὑψηλοῦ κρεμασθεὶς καὶ βλέπων μετέωρος ἄνωθεν ὑπὸ ἀηθείας ἀδημονῶν τε καὶ ἀπορῶν καὶ βατταρίζων γέλωτα Θρᾴτταις μὲν οὐ παρέχει οὐδʼ ἄλλῳ ἀπαιδεύτῳ οὐδενί, οὐ γὰρ αἰσθάνονται, τοῖς δʼ ἐναντίως ἢ ὡς ἀνδραπόδοις τραφεῖσι πᾶσιν. οὗτος δὴ ἑκατέρου τρόπος, ὦ Θεόδωρε, ὁ μὲν τῷ ὄντι ἐν ἐλευθερίᾳ τε καὶ σχολῇ τεθραμμένου, ὃν δὴ φιλόσοφον καλεῖς, ᾧ ἀνεμέσητον εὐήθει δοκεῖν καὶ οὐδενὶ εἶναι ὅταν εἰς δουλικὰ ἐμπέσῃ διακονήματα, οἷον στρωματόδεσμον μὴ ἐπισταμένου συσκευάσασθαι μηδὲ ὄψον ἡδῦναι ἢ θῶπας λόγους· ὁ δʼ αὖ τὰ μὲν τοιαῦτα πάντα δυναμένου τορῶς τε καὶ ὀξέως διακονεῖν, ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια ἐλευθερίως οὐδέ γʼ ἁρμονίαν λόγων λαβόντος ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνδρῶν εὐδαιμόνων βίον [ἀληθῆ].
SO. And when people sing the praises of lineage and say someone is of noble birth, because he can show seven wealthy ancestors, he thinks that such praises betray an altogether dull and narrow vision on the part of those who utter them; because of lack of education they cannot keep their eyes fixed upon the whole and are unable to calculate that every man has had countless thousands of ancestors and progenitors, among whom have been in any instance rich and poor, kings and slaves, barbarians and Greeks. And when people pride themselves on a list of twenty-five ancestors and trace their pedigree back to Heracles, the son of Amphitryon, the pettiness of their ideas seems absurd to him; he laughs at them because they cannot free their silly minds of vanity by calculating that Amphitryon’s twenty-fifth ancestor was such as fortune happened to make him, and the fiftieth for that matter. In all these cases the philosopher is derided by the common herd, partly because he seems to be contemptuous, partly because he is ignorant of common things and is always in perplexity.
THEO. That all happens just as you say, Socrates.
SOC. But when, my friend, he draws a man upwards and the other is willing to rise with him above the level of “What wrong have I done you or you me?” to the investigation of abstract right and wrong, to inquire what each of them is and wherein they differ from each other and from all other things, or above the level of “Is a king happy?” or, on the other hand, “Has he great wealth?” to the investigation of royalty and of human happiness and wretchedness in general, to see what the nature of each is and in what way man is naturally fitted to gain the one and escape the other— when that man of small and sharp and pettifogging mind is compelled in his turn to give an account of all these things, then the tables are turned; dizzied by the new experience of hanging at such a height, he gazes downward from the air in dismay and perplexity; he stammers and becomes ridiculous, not in the eyes of Thracian girls or other uneducated persons, for they have no perception of it, but in those of all men who have been brought up as free men, not as slaves. Such is the character of each of the two classes, Theodorus, of the man who has truly been brought up in freedom and leisure, whom you call a philosopher—who may without censure appear foolish and good for nothing when he is involved in menial services, if, for instance, he does not know how to pack up his bedding, much less to put the proper sweetening into a sauce or a fawning speech—and of the other, who can perform all such services smartly and quickly, but does not know how to wear his cloak as a freeman should, properly draped, still less to acquire the true harmony of speech and hymn aright the praises of the true life of gods and blessed men.
ΘΕΟ. εἰ πάντας, ὦ Σώκρατες, πείθοις ἃ λέγεις ὥσπερ ἐμέ, πλείων ἂν εἰρήνη καὶ κακὰ ἐλάττω κατʼ ἀνθρώπους εἴη.
ΣΩ. ἀλλʼ οὔτʼ ἀπολέσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε— ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη—οὔτʼ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέσθαι. ἀλλὰ γάρ, ὦ ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτηδευτέον, τὸ δʼ οὔ, ἵνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ εἶναι· ταῦτα μὲν γάρ ἐστιν ὁ λεγόμενος γραῶν ὕθλος, ὡς ἐμοὶ φαίνεται· τὸ δὲ ἀληθὲς ὧδε λέγωμεν. θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλʼ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. περὶ τοῦτο καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδενία τε καὶ ἀνανδρία. ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής· αἱ δʼ ἄλλαι δεινότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι. τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστʼ ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι· ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλʼ ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους. λεκτέον οὖν τἀληθές, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται· ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ὃ δεῖ ἥκιστα ἀγνοεῖν. οὐ γάρ ἐστιν ἣν δοκοῦσιν, πληγαί τε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν.
ΘΕΟ. τίνα δὴ λέγεις;
THEO. If, Socrates, you could persuade all men of the truth of what you say as you do me, there would be more peace and fewer evils among mankind.
SOC. But it is impossible that evils should be done away with, Theodorus, for there must always be something opposed to the good; and they cannot have their place among the gods, but must inevitably hover about mortal nature and this earth. Therefore we ought to try to escape from earth to the dwelling of the gods as quickly as we can; and to escape is to become like God, so far as this is possible; and to become like God is to become righteous and holy and wise. But, indeed, my good friend, it is not at all easy to persuade people that the reason generally advanced for the pursuit of virtue and the avoidance of vice—namely, in order that a man may not seem bad and may seem good—is not the reason why the one should be practiced and the other not; that, I think, is merely old wives’ chatter, as the saying is. Let us give the true reason. God is in no wise and in no manner unrighteous, but utterly and perfectly righteous, and there is nothing so like him as that one of us who in turn becomes most nearly perfect in righteousness. It is herein that the true cleverness of a man is found and also his worthlessness and cowardice; for the knowledge of this is wisdom or true virtue, and ignorance of it is folly or manifest wickedness; and all the other kinds of seeming cleverness and wisdom are paltry when they appear in public affairs and vulgar in the arts. Therefore by far the best thing for the unrighteous man and the man whose words or deeds are impious is not to grant that he is clever through knavery; for such men glory in that reproach, and think it means that they are not triflers, useless burdens upon the earth, but such as men should be who are to live safely in a state. So we must tell them the truth—that just because they do not think they are such as they are, they are so all the more truly; for they do not know the penalty of unrighteousness, which is the thing they most ought to know. For it is not what they think it is—scourgings and death, which they sometimes escape entirely when they have done wrong—but a penalty which it is impossible to escape.
THEO. What penalty do you mean?