Plato · Phaedrus Φαῖδρος

Plato, Phaedrus 242a–244e: The divine sign, Stesichorus' palinode and the four kinds of madness

Socrates wants to cross the stream and go home, but his divine sign checks him, telling him that he has committed an offence against the gods, for Love is a god or something divine, and cannot be evil. He says that the two speeches have been foolish and impious, and that he must purify himself as Stesichorus did, who lost his sight for speaking ill of Helen and recovered it by writing a recantation. He shows that the earlier speech was by Phaedrus, son of Pythocles of Myrrhinus, and that he will now speak in the name of Stesichorus, son of Euphemus of Himera. He says that the greatest goods come to us through madness given by the gods, which is of four kinds, prophetic, mystic, poetic and erotic.

Sections 242a–244e · 1358 words · click a number to copy its link

ΣΩ. καὶ οὕτω δὴ ὁ μῦθος ὅτι πάσχειν προσήκει αὐτῷ, τοῦτο πείσεται· κἀγὼ τὸν ποταμὸν τοῦτον διαβὰς ἀπέρχομαι πρὶν ὑπὸ σοῦ τι μεῖζον ἀναγκασθῆναι.

ΦΑΙ. μήπω γε, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. ἢ οὐχ ὁρᾷς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται ἡ δὴ καλουμένη σταθερά; ἀλλὰ περιμείναντες καὶ ἅμα περὶ τῶν εἰρημένων διαλεχθέντες, τάχα ἐπειδὰν ἀποψυχῇ ἴμεν.

ΣΩ. θεῖός γʼ εἶ περὶ τοὺς λόγους, ὦ Φαῖδρε, καὶ ἀτεχνῶς θαυμάσιος. οἶμαι γὰρ ἐγὼ τῶν ἐπὶ τοῦ σοῦ βίου γεγονότων λόγων μηδένα πλείους ἢ σὲ πεποιηκέναι γεγενῆσθαι ἤτοι αὐτὸν λέγοντα ἢ ἄλλους ἑνί γέ τῳ τρόπῳ προσαναγκάζοντα —Σιμμίαν Θηβαῖον ἐξαιρῶ λόγου· τῶν δὲ ἄλλων πάμπολυ κρατεῖς—καὶ νῦν αὖ δοκεῖς αἴτιός μοι γεγενῆσθαι λόγῳ τινὶ ῥηθῆναι.

ΦΑΙ. οὐ πόλεμόν γε ἀγγέλλεις. ἀλλὰ πῶς δὴ καὶ τίνι τούτῳ;

ΣΩ. ἡνίκʼ ἔμελλον, ὠγαθέ, τὸν ποταμὸν διαβαίνειν, τὸ δαιμόνιόν τε καὶ τὸ εἰωθὸς σημεῖόν μοι γίγνεσθαι ἐγένετο—ἀεὶ δέ με ἐπίσχει ὃ ἂν μέλλω πράττειν—καί τινα φωνὴν ἔδοξα αὐτόθεν ἀκοῦσαι, ἥ με οὐκ ἐᾷ ἀπιέναι πρὶν ἂν ἀφοσιώσωμαι, ὡς δή τι ἡμαρτηκότα εἰς τὸ θεῖον. εἰμὶ δὴ οὖν μάντις μέν, οὐ πάνυ δὲ σπουδαῖος, ἀλλʼ ὥσπερ οἱ τὰ γράμματα φαῦλοι, ὅσον μὲν ἐμαυτῷ μόνον ἱκανός· σαφῶς οὖν ἤδη μανθάνω τὸ ἁμάρτημα. ὡς δή τοι, ὦ ἑταῖρε, μαντικόν γέ τι καὶ ἡ ψυχή· ἐμὲ γὰρ ἔθραξε μέν τι καὶ πάλαι λέγοντα τὸν λόγον, καί πως ἐδυσωπούμην κατʼ Ἴβυκον, μή τι παρὰ θεοῖς ἀμβλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω· / νῦν δʼ ᾔσθημαι τὸ ἁμάρτημα.

ΦΑΙ. λέγεις δὲ δὴ τί;

ΣΩ. δεινόν, ὦ Φαῖδρε, δεινὸν λόγον αὐτός τε ἐκόμισας ἐμέ τε ἠνάγκασας εἰπεῖν.

ΦΑΙ. πῶς δή;

ΣΩ. εὐήθη καὶ ὑπό τι ἀσεβῆ· οὗ τίς ἂν εἴη δεινότερος;

ΦΑΙ. οὐδείς, εἴ γε σὺ ἀληθῆ λέγεις.

ΣΩ. τί οὖν; τὸν ἔρωτα οὐκ Ἀφροδίτης καὶ θεόν τινα ἡγῇ;

ΦΑΙ. λέγεταί γε δή.

ΣΩ. οὔ τι ὑπό γε Λυσίου, οὐδὲ ὑπὸ τοῦ σοῦ λόγου, ὃς διὰ τοῦ ἐμοῦ στόματος καταφαρμακευθέντος ὑπὸ σοῦ ἐλέχθη.

Socrates. And so my tale shall fare as it may; I shall cross this stream and go away before you put some further compulsion upon me.

Phaedrus. Not yet, Socrates, till the heat is past. Don’t you see that it is already almost noon? Let us stay and talk over what has been said, and then, when it is cooler, we will go away.

Socrates. Phaedrus, you are simply a superhuman wonder as regards discourses! I believe no one of all those who have been born in your lifetime has produced more discourses than you, either by speaking them yourself or compelling others to do so. I except Simmias the Theban; but you are far ahead of all the rest. And now I think you have become the cause of another, spoken by me.

Phaedrus. That is not exactly a declaration of war! But how is this, and what is the discourse?

Socrates. My good friend, when I was about to cross the stream, the spirit and the sign that usually comes to me came—it always holds me back from something I am about to do—and I thought I heard a voice from it which forbade my going away before clearing my conscience, as if I had committed some sin against deity. Now I am a seer, not a very good one, but, as the bad writers say, good enough for my own purposes; so now I understand my error. How prophetic the soul is, my friend! For all along, while I was speaking my discourse, something troubled me, and as Ibycus says, I was distressed lest I be buying honor among men by sinning against the gods. But now I have seen my error.

Phaedrus. What do you mean?

Socrates. Phaedrus, a dreadful speech it was, a dreadful speech, the one you brought with you, and the one you made me speak.

Phaedrus. How so?

Socrates. It was foolish, and somewhat impious. What could be more dreadful than that?

Phaedrus. Nothing, if you are right about it.

Socrates. Well, do you not believe that Love is the son of Aphrodite and is a god?

Phaedrus. So it is said.

Socrates. Yes, but not by Lysias, nor by your speech which was spoken by you through my mouth that you bewitched.

ΣΩ. εἰ δʼ ἔστιν, ὥσπερ οὖν ἔστι, θεὸς ἤ τι θεῖον ὁ Ἔρως, οὐδὲν ἂν κακὸν εἴη, τὼ δὲ λόγω τὼ νυνδὴ περὶ αὐτοῦ εἰπέτην ὡς τοιούτου ὄντος· ταύτῃ τε οὖν ἡμαρτανέτην περὶ τὸν ἔρωτα, ἔτι τε ἡ εὐήθεια αὐτοῖν πάνυ ἀστεία, τὸ μηδὲν ὑγιὲς λέγοντε μηδὲ ἀληθὲς σεμνύνεσθαι ὡς τὶ ὄντε, εἰ ἄρα ἀνθρωπίσκους τινὰς ἐξαπατήσαντε εὐδοκιμήσετον ἐν αὐτοῖς. ἐμοὶ μὲν οὖν, ὦ φίλε, καθήρασθαι ἀνάγκη· ἔστιν δὲ τοῖς ἁμαρτάνουσι περὶ μυθολογίαν καθαρμὸς ἀρχαῖος, ὃν Ὅμηρος μὲν οὐκ ᾔσθετο, Στησίχορος δέ. τῶν γὰρ ὀμμάτων στερηθεὶς διὰ τὴν Ἑλένης κακηγορίαν οὐκ ἠγνόησεν ὥσπερ Ὅμηρος, ἀλλʼ ἅτε μουσικὸς ὢν ἔγνω τὴν αἰτίαν, καὶ ποιεῖ εὐθὺς— οὐκ ἔστʼ ἔτυμος λόγος οὗτος, / οὐδʼ ἔβας ἐν νηυσὶν εὐσέλμοις, / οὐδʼ ἵκεο Πέργαμα Τροίας· / καὶ ποιήσας δὴ πᾶσαν τὴν καλουμένην Παλινῳδίαν παραχρῆμα ἀνέβλεψεν. ἐγὼ οὖν σοφώτερος ἐκείνων γενήσομαι κατʼ αὐτό γε τοῦτο· πρὶν γάρ τι παθεῖν διὰ τὴν τοῦ Ἔρωτος κακηγορίαν πειράσομαι αὐτῷ ἀποδοῦναι τὴν παλινῳδίαν, γυμνῇ τῇ κεφαλῇ καὶ οὐχ ὥσπερ τότε ὑπʼ αἰσχύνης ἐγκεκαλυμμένος.

ΦΑΙ. τουτωνί, ὦ Σώκρατες, οὐκ ἔστιν ἅττʼ ἂν ἐμοὶ εἶπες ἡδίω.

ΣΩ. καὶ γάρ, ὠγαθὲ Φαῖδρε, ἐννοεῖς ὡς ἀναιδῶς εἴρησθον τὼ λόγω, οὗτός τε καὶ ὁ ἐκ τοῦ βιβλίου ῥηθείς. εἰ γὰρ ἀκούων τις τύχοι ἡμῶν γεννάδας καὶ πρᾷος τὸ ἦθος, ἑτέρου δὲ τοιούτου ἐρῶν ἢ καὶ πρότερόν ποτε ἐρασθείς, λεγόντων ὡς διὰ σμικρὰ μεγάλας ἔχθρας οἱ ἐρασταὶ ἀναιροῦνται καὶ ἔχουσι πρὸς τὰ παιδικὰ φθονερῶς τε καὶ βλαβερῶς, πῶς οὐκ ἂν οἴει αὐτὸν ἡγεῖσθαι ἀκούειν ἐν ναύταις που τεθραμμένων καὶ οὐδένα ἐλεύθερον ἔρωτα ἑωρακότων, πολλοῦ δʼ ἂν δεῖν ἡμῖν ὁμολογεῖν ἃ ψέγομεν τὸν ἔρωτα;

ΦΑΙ. ἴσως νὴ Δίʼ, ὦ Σώκρατες.

ΣΩ. τοῦτόν γε τοίνυν ἔγωγε αἰσχυνόμενος, καὶ αὐτὸν τὸν ἔρωτα δεδιώς, ἐπιθυμῶ ποτίμῳ λόγῳ οἷον ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι· συμβουλεύω δὲ καὶ Λυσίᾳ ὅτι τάχιστα γράψαι ὡς χρὴ ἐραστῇ μᾶλλον ἢ μὴ ἐρῶντι ἐκ τῶν ὁμοίων χαρίζεσθαι.

ΦΑΙ. ἀλλʼ εὖ ἴσθι ὅτι ἕξει τοῦθʼ οὕτω· σοῦ γὰρ εἰπόντος τὸν τοῦ ἐραστοῦ ἔπαινον, πᾶσα ἀνάγκη Λυσίαν ὑπʼ ἐμοῦ ἀναγκασθῆναι γράψαι αὖ περὶ τοῦ αὐτοῦ λόγον.

ΣΩ. τοῦτο μὲν πιστεύω, ἕωσπερ ἂν ᾖς ὃς εἶ.

ΦΑΙ. λέγε τοίνυν θαρρῶν.

ΣΩ. ποῦ δή μοι ὁ παῖς πρὸς ὃν ἔλεγον; ἵνα καὶ τοῦτο ἀκούσῃ, καὶ μὴ ἀνήκοος ὢν φθάσῃ χαρισάμενος τῷ μὴ ἐρῶντι.

ΦΑΙ. οὗτος παρά σοι μάλα πλησίον ἀεὶ πάρεστιν, ὅταν σὺ βούλῃ.

Socrates. If Love is, as indeed he is, a god or something divine, he can be nothing evil; but the two speeches just now said that he was evil. So then they sinned against Love; but their foolishness was really very funny besides, for while they were saying nothing sound or true, they put on airs as though they amounted to something, if they could cheat some mere manikins and gain honor among them. Now I, my friend, must purify myself; and for those who have sinned in matters of mythology there is an ancient purification, unknown to Homer, but known to Stesichorus. For when he was stricken with blindness for speaking ill of Helen, he was not, like Homer, ignorant of the reason, but since he was educated, he knew it and straightway he writes the poem: That saying is not true; thou didst not go within the well-oared ships, nor didst thou come to the walls of Troy and when he had written all the poem, which is called the recantation, he saw again at once. Now I will be wiser than they in just this point: before suffering any punishment for speaking ill of Love, I will try to atone by my recantation, with my head bare this time, not, as before, covered through shame.

Phaedrus. This indeed, Socrates, is the most delightful thing you could say.

Socrates. Just consider, my good Phaedrus, how shameless the two speeches were, both this of mine and the one you read out of the book. For if any man of noble and gentle nature, one who was himself in love with another of the same sort, or who had ever been loved by such a one, had happened to hear us saying that lovers take up violent enmity because of small matters and are jealously disposed and harmful to the beloved, don’t you think he would imagine he was listening to people brought up among low sailors, who had never seen a generous love? Would he not refuse utterly to assent to our censure of Love?

Phaedrus. I declare, Socrates, perhaps he would.

Socrates. I therefore, because I am ashamed at the thought of this man and am afraid of Love himself, wish to wash out the brine from my ears with the water of a sweet discourse. And I advise Lysias also to write as soon as he can, that other things being equal, the lover should be favored rather than the non-lover.

Phaedrus. Be assured that he will do so: for when you have spoken the praise of the lover, Lysias must of course be compelled by me to write another discourse on the same subject.

Socrates. I believe you, so long as you are what you are.

Phaedrus. Speak then without fear.

Socrates. Where is the youth to whom I was speaking? He must hear this also, lest if he do not hear it, he accept a non-lover before we can stop him.

Phaedrus. Here he is, always close at hand whenever you want him.

ΣΩ. οὑτωσὶ τοίνυν, ὦ παῖ καλέ, ἐννόησον, ὡς ὁ μὲν πρότερος ἦν λόγος Φαίδρου τοῦ Πυθοκλέους, Μυρρινουσίου ἀνδρός· ὃν δὲ μέλλω λέγειν, Στησιχόρου τοῦ Εὐφήμου, Ἱμεραίου. λεκτέος δὲ ὧδε, ὅτι οὐκ ἔστʼ ἔτυμος λόγος ὃς ἂν παρόντος ἐραστοῦ τῷ μὴ ἐρῶντι μᾶλλον φῇ δεῖν χαρίζεσθαι, διότι δὴ ὁ μὲν μαίνεται, ὁ δὲ σωφρονεῖ. εἰ μὲν γὰρ ἦν ἁπλοῦν τὸ μανίαν κακὸν εἶναι, καλῶς ἂν ἐλέγετο· νῦν δὲ τὰ μέγιστα τῶν ἀγαθῶν ἡμῖν γίγνεται διὰ μανίας, θείᾳ μέντοι δόσει διδομένης. ἥ τε γὰρ δὴ ἐν Δελφοῖς προφῆτις αἵ τʼ ἐν Δωδώνῃ ἱέρειαι μανεῖσαι μὲν πολλὰ δὴ καὶ καλὰ ἰδίᾳ τε καὶ δημοσίᾳ τὴν Ἑλλάδα ἠργάσαντο, σωφρονοῦσαι δὲ βραχέα ἢ οὐδέν· καὶ ἐὰν δὴ λέγωμεν Σίβυλλάν τε καὶ ἄλλους, ὅσοι μαντικῇ χρώμενοι ἐνθέῳ πολλὰ δὴ πολλοῖς προλέγοντες εἰς τὸ μέλλον ὤρθωσαν, μηκύνοιμεν ἂν δῆλα παντὶ λέγοντες. τόδε μὴν ἄξιον ἐπιμαρτύρασθαι, ὅτι καὶ τῶν παλαιῶν οἱ τὰ ὀνόματα τιθέμενοι οὐκ αἰσχρὸν ἡγοῦντο οὐδὲ ὄνειδος μανίαν· οὐ γὰρ ἂν τῇ καλλίστῃ τέχνῃ, ᾗ τὸ μέλλον κρίνεται, αὐτὸ τοῦτο τοὔνομα ἐμπλέκοντες μανικὴν ἐκάλεσαν. ἀλλʼ ὡς καλοῦ ὄντος, ὅταν θείᾳ μοίρᾳ γίγνηται, οὕτω νομίσαντες ἔθεντο, οἱ δὲ νῦν ἀπειροκάλως τὸ ταῦ ἐπεμβάλλοντες μαντικὴν ἐκάλεσαν. ἐπεὶ καὶ τήν γε τῶν ἐμφρόνων, ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτʼ ἐκ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει νοῦν τε καὶ ἱστορίαν, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τῷ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν· ὅσῳ δὴ οὖν τελεώτερον καὶ ἐντιμότερον μαντικὴ οἰωνιστικῆς, τό τε ὄνομα τοῦ ὀνόματος ἔργον τʼ ἔργου, τόσῳ κάλλιον μαρτυροῦσιν οἱ παλαιοὶ μανίαν σωφροσύνης τὴν ἐκ θεοῦ τῆς παρʼ ἀνθρώπων γιγνομένης. ἀλλὰ μὴν νόσων γε καὶ πόνων τῶν μεγίστων, ἃ δὴ παλαιῶν ἐκ μηνιμάτων ποθὲν ἔν τισι τῶν γενῶν ἡ μανία ἐγγενομένη καὶ προφητεύσασα, οἷς ἔδει ἀπαλλαγὴν ηὕρετο, καταφυγοῦσα πρὸς θεῶν εὐχάς τε καὶ λατρείας, ὅθεν δὴ καθαρμῶν τε καὶ τελετῶν τυχοῦσα ἐξάντη ἐποίησε τὸν [ἑαυτῆς] ἔχοντα πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον, λύσιν τῷ ὀρθῶς μανέντι τε καὶ κατασχομένῳ τῶν παρόντων κακῶν εὑρομένη.

Socrates. Understand then, fair youth, that the former discourse was by Phaedrus, the son of Pythocles (Eager for Fame) of Myrrhinus (Myrrhtown); but this which I shall speak is by Stesichorus, son of Euphemus (Man of pious Speech) of Himera (Town of Desire). And I must say that this saying is not true, which teaches that when a lover is at hand the non-lover should be more favored, because the lover is insane, and the other sane. For if it were a simple fact that insanity is an evil, the saying would be true; but in reality the greatest of blessings come to us through madness, when it is sent as a gift of the gods. For the prophetess at Delphi and the priestesses at Dodona when they have been mad have conferred many splendid benefits upon Greece both in private and in public affairs, but few or none when they have been in their right minds; and if we should speak of the Sibyl and all the others who by prophetic inspiration have foretold many things to many persons and thereby made them fortunate afterwards, anyone can see that we should speak a long time. And it is worth while to adduce also the fact that those men of old who invented names thought that madness was neither shameful nor disgraceful; otherwise they would not have connected the very word mania with the noblest of arts, that which foretells the future, by calling it the manic art. No, they gave this name thinking that mania, when it comes by gift of the gods, is a noble thing, but nowadays people call prophecy the mantic art, tastelessly inserting a T in the word. So also, when they gave a name to the investigation of the future which rational persons conduct through observation of birds and by other signs, since they furnish mind (nous) and information (historia) to human thought (oiesis) from the intellect (dianoia) they called it the oionoistic (oionoistike) art, which modern folk now call oionistic making it more high-sounding by introducing the long O. The ancients, then testify that in proportion as prophecy (mantike) is superior to augury, both in name and in fact, in the same proportion madness, which comes from god, is superior to sanity, which is of human origin. Moreover, when diseases and the greatest troubles have been visited upon certain families through some ancient guilt, madness has entered in and by oracular power has found a way of release for those in need, taking refuge in prayers and the service of the gods, and so, by purifications and sacred rites, he who has this madness is made safe for the present and the after time, and for him who is rightly possessed of madness a release from present ills is found.

People and places in this passage

English translation by Harold North Fowler (1914). Original text: Harold North Fowler (trans.), Plato I: Euthyphro, Apology, Crito, Phaedo, Phaedrus, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1914; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.