Plato · Phaedrus Φαῖδρος

Plato, Phaedrus 254a–256e: The charioteer and the two horses; the lover and the beloved

Socrates describes how, when the charioteer sees the beloved, the good horse is restrained by shame but the bad horse drags the whole team toward him. After many such struggles the bad horse is humbled and follows the charioteer, and the beloved, who has been told by others that it is shameful to yield to a lover, now accepts him and returns his love. If the pair keep to the ordered life of philosophy, they reach the greatest prize, and are winged and light at the end, but if they take to the honour-loving life, they gain wings later. He says that the friendship of the lover is better than the kindness of the non-lover, which is of mortal and miserly prudence.

Sections 254a–256e · 1407 words · click a number to copy its link

ΣΩ. ὅταν δʼ οὖν ὁ ἡνίοχος ἰδὼν τὸ ἐρωτικὸν ὄμμα, πᾶσαν αἰσθήσει διαθερμήνας τὴν ψυχήν, γαργαλισμοῦ τε καὶ πόθου κέντρων ὑποπλησθῇ, ὁ μὲν εὐπειθὴς τῷ ἡνιόχῳ τῶν ἵππων, ἀεί τε καὶ τότε αἰδοῖ βιαζόμενος, ἑαυτὸν κατέχει μὴ ἐπιπηδᾶν τῷ ἐρωμένῳ· ὁ δὲ οὔτε κέντρων ἡνιοχικῶν οὔτε μάστιγος ἔτι ἐντρέπεται, σκιρτῶν δὲ βίᾳ φέρεται, καὶ πάντα πράγματα παρέχων τῷ σύζυγί τε καὶ ἡνιόχῳ ἀναγκάζει ἰέναι τε πρὸς τὰ παιδικὰ καὶ μνείαν ποιεῖσθαι τῆς τῶν ἀφροδισίων χάριτος. τὼ δὲ κατʼ ἀρχὰς μὲν ἀντιτείνετον ἀγανακτοῦντε, ὡς δεινὰ καὶ παράνομα ἀναγκαζομένω· τελευτῶντε δέ, ὅταν μηδὲν ᾖ πέρας κακοῦ, πορεύεσθον ἀγομένω, εἴξαντε καὶ ὁμολογήσαντε ποιήσειν τὸ κελευόμενον. καὶ πρὸς αὐτῷ τʼ ἐγένοντο καὶ εἶδον τὴν ὄψιν τὴν τῶν παιδικῶν ἀστράπτουσαν. ἰδόντος δὲ τοῦ ἡνιόχου ἡ μνήμη πρὸς τὴν τοῦ κάλλους φύσιν ἠνέχθη, καὶ πάλιν εἶδεν αὐτὴν μετὰ σωφροσύνης ἐν ἁγνῷ βάθρῳ βεβῶσαν· ἰδοῦσα δὲ ἔδεισέ τε καὶ σεφθεῖσα ἀνέπεσεν ὑπτία, καὶ ἅμα ἠναγκάσθη εἰς τοὐπίσω ἑλκύσαι τὰς ἡνίας οὕτω σφόδρα, ὥστʼ ἐπὶ τὰ ἰσχία ἄμφω καθίσαι τὼ ἵππω, τὸν μὲν ἑκόντα διὰ τὸ μὴ ἀντιτείνειν, τὸν δὲ ὑβριστὴν μάλʼ ἄκοντα. ἀπελθόντε δὲ ἀπωτέρω, ὁ μὲν ὑπʼ αἰσχύνης τε καὶ θάμβους ἱδρῶτι πᾶσαν ἔβρεξε τὴν ψυχήν, ὁ δὲ λήξας τῆς ὀδύνης, ἣν ὑπὸ τοῦ χαλινοῦ τε ἔσχεν καὶ τοῦ πτώματος, μόγις ἐξαναπνεύσας ἐλοιδόρησεν ὀργῇ, πολλὰ κακίζων τόν τε ἡνίοχον καὶ τὸν ὁμόζυγα ὡς δειλίᾳ τε καὶ ἀνανδρίᾳ λιπόντε τὴν τάξιν καὶ ὁμολογίαν· καὶ πάλιν οὐκ ἐθέλοντας προσιέναι ἀναγκάζων μόγις συνεχώρησεν δεομένων εἰς αὖθις ὑπερβαλέσθαι. ἐλθόντος δὲ τοῦ συντεθέντος χρόνου [οὗ] ἀμνημονεῖν προσποιουμένω ἀναμιμνῄσκων, βιαζόμενος, χρεμετίζων, ἕλκων ἠνάγκασεν αὖ προσελθεῖν τοῖς παιδικοῖς ἐπὶ τοὺς αὐτοὺς λόγους, καὶ ἐπειδὴ ἐγγὺς ἦσαν, ἐγκύψας καὶ ἐκτείνας τὴν κέρκον, ἐνδακὼν τὸν χαλινόν, μετʼ ἀναιδείας ἕλκει· ὁ δʼ ἡνίοχος ἔτι μᾶλλον ταὐτὸν πάθος παθών, ὥσπερ ἀπὸ ὕσπληγος ἀναπεσών, ἔτι μᾶλλον τοῦ ὑβριστοῦ ἵππου ἐκ τῶν ὀδόντων βίᾳ ὀπίσω σπάσας τὸν χαλινόν, τήν τε κακηγόρον γλῶτταν καὶ τὰς γνάθους καθῄμαξεν καὶ τὰ σκέλη τε καὶ τὰ ἰσχία πρὸς τὴν γῆν ἐρείσας ὀδύναις ἔδωκεν.

Socrates. Now when the charioteer beholds the love-inspiring vision, and his whole soul is warmed by the sight, and is full of the tickling and prickings of yearning, the horse that is obedient to the charioteer, constrained then as always by modesty, controls himself and does not leap upon the beloved; but the other no longer heeds the pricks or the whip of the charioteer, but springs wildly forward, causing all possible trouble to his mate and to the charioteer, and forcing them to approach the beloved and propose the joys of love. And they at first pull back indignantly and will not be forced to do terrible and unlawful deeds; but finally, as the trouble has no end, they go forward with him, yielding and agreeing to do his bidding. And they come to the beloved and behold his radiant face. And as the charioteer looks upon him, his memory is borne back to the true nature of beauty, and he sees it standing with modesty upon a pedestal of chastity, and when he sees this he is afraid and falls backward in reverence, and in falling he is forced to pull the reins so violently backward as to bring both horses upon their haunches, the one quite willing, since he does not oppose him, but the unruly beast very unwilling. And as they go away, one horse in his shame and wonder wets all the soul with sweat, but the other, as soon as he is recovered from the pain of the bit and the fail, before he has fairly taken breath, breaks forth into angry reproaches, bitterly reviling his mate and the charioteer for their cowardice and lack of manhood in deserting their post and breaking their agreement; and again, in spite of their unwillingness, he urges them forward and hardly yields to their prayer that he postpone the matter to another time. Then when the time comes which they have agreed upon, they pretend that they have forgotten it, but he reminds them; struggling, and neighing, and pulling he forces them again with the same purpose to approach the beloved one, and when they are near him, he lowers his head, raises his tail, takes the bit in his teeth, and pulls shamelessly. The effect upon the charioteer is the same as before, but more pronounced; he falls back like a racer from the starting-rope, pulls the bit backward even more violently than before from the teeth of the unruly horse, covers his scurrilous tongue and jaws with blood, and forces his legs and haunches to the ground, causing him much pain.

ΣΩ. ὅταν δὲ ταὐτὸν πολλάκις πάσχων ὁ πονηρὸς τῆς ὕβρεως λήξῃ, ταπεινωθεὶς ἕπεται ἤδη τῇ τοῦ ἡνιόχου προνοίᾳ, καὶ ὅταν ἴδῃ τὸν καλόν, φόβῳ διόλλυται· ὥστε συμβαίνει τότʼ ἤδη τὴν τοῦ ἐραστοῦ ψυχὴν τοῖς παιδικοῖς αἰδουμένην τε καὶ δεδιυῖαν ἕπεσθαι. ἅτε οὖν πᾶσαν θεραπείαν ὡς ἰσόθεος θεραπευόμενος οὐχ ὑπὸ σχηματιζομένου τοῦ ἐρῶντος ἀλλʼ ἀληθῶς τοῦτο πεπονθότος, καὶ αὐτὸς ὢν φύσει φίλος τῷ θεραπεύοντι, ἐὰν ἄρα καὶ ἐν τῷ πρόσθεν ὑπὸ συμφοιτητῶν ἤ τινων ἄλλων διαβεβλημένος ᾖ, λεγόντων ὡς αἰσχρὸν ἐρῶντι πλησιάζειν, καὶ διὰ τοῦτο ἀπωθῇ τὸν ἐρῶντα, προϊόντος δὲ ἤδη τοῦ χρόνου ἥ τε ἡλικία καὶ τὸ χρεὼν ἤγαγεν εἰς τὸ προσέσθαι αὐτὸν εἰς ὁμιλίαν· οὐ γὰρ δήποτε εἵμαρται κακὸν κακῷ φίλον οὐδʼ ἀγαθὸν μὴ φίλον ἀγαθῷ εἶναι. προσεμένου δὲ καὶ λόγον καὶ ὁμιλίαν δεξαμένου, ἐγγύθεν ἡ εὔνοια γιγνομένη τοῦ ἐρῶντος ἐκπλήττει τὸν ἐρώμενον διαισθανόμενον ὅτι οὐδʼ οἱ σύμπαντες ἄλλοι φίλοι τε καὶ οἰκεῖοι μοῖραν φιλίας οὐδεμίαν παρέχονται πρὸς τὸν ἔνθεον φίλον. ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἄλλαις ὁμιλίαις, τότʼ ἤδη ἡ τοῦ ῥεύματος ἐκείνου πηγή, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστήν, ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δʼ ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἷον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν ὅθεν ὡρμήθη φέρεται, οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰόν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον καὶ ἀναπτερῶσαν, τὰς διόδους τῶν πτερῶν ἄρδει τε καὶ ὥρμησε πτεροφυεῖν τε καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν. ἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ· καὶ οὔθʼ ὅτι πέπονθεν οἶδεν οὐδʼ ἔχει φράσαι, ἀλλʼ οἷον ἀπʼ ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν οὐκ ἔχει, ὥσπερ δὲ ἐν κατόπτρῳ ἐν τῷ ἐρῶντι ἑαυτὸν ὁρῶν λέληθεν. καὶ ὅταν μὲν ἐκεῖνος παρῇ, λήγει κατὰ ταὐτὰ ἐκείνῳ τῆς ὀδύνης, ὅταν δὲ ἀπῇ, κατὰ ταὐτὰ αὖ ποθεῖ καὶ ποθεῖται, εἴδωλον ἔρωτος ἀντέρωτα ἔχων· καλεῖ δὲ αὐτὸν καὶ οἴεται οὐκ ἔρωτα ἀλλὰ φιλίαν εἶναι. ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μέν, ἀσθενεστέρως δέ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι· καὶ δή, οἷον εἰκός, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα.

Socrates. Now when the bad horse has gone through the same experience many times and has ceased from his unruliness, he is humbled and follows henceforth the wisdom of the charioteer, and when he sees the beautiful one, he is overwhelmed with fear; and so from that time on the soul of the lover follows the beloved in reverence and awe. Now the beloved, since he receives all service from his lover, as if he were a god, and since the lover is not feigning, but is really in love, and since the beloved himself is by nature friendly to him who serves him, although he may at some earlier time have been prejudiced by his schoolfellows or others, who said that it was a disgrace to yield to a lover, and may for that reason have repulsed his lover, yet, as time goes on, his youth and destiny cause him to admit him to his society. For it is the law of fate that evil can never be a friend to evil and that good must always be friend to good. And when the lover is thus admitted, and the privilege of conversation and intimacy has been granted him, his good will, as it shows itself in close intimacy, astonishes the beloved, who discovers that the friendship of all his other friends and relatives is as nothing when compared with that of his inspired lover. And as this intimacy continues and the lover comes near and touches the beloved in the gymnasia and in their general intercourse, then the fountain of that stream which Zeus, when he was in love with Ganymede, called “desire” flows copiously upon the lover; and some of it flows into him, and some, when he is filled, overflows outside; and just as the wind or an echo rebounds from smooth, hard surfaces and returns whence it came, so the stream of beauty passes back into the beautiful one through the eyes, the natural inlet to the soul, where it reanimates the passages of the feathers, waters them and makes the feathers begin to grow, filling the soul of the loved one with love. So he is in love, but he knows not with whom; he does not understand his own condition and cannot explain it; like one who has caught a disease of the eyes from another, he can give no reason for it; he sees himself in his lover as in a mirror, but is not conscious of the fact. And in the lover’s presence, like him he ceases from his pain, and in his absence, like him he is filled with yearning such as he inspires, and love’s image, requited love, dwells within him; but he calls it, and believes it to be, not love, but friendship. Like the lover, though less strongly, he desires to see his friend, to touch him, kiss him, and lie down by him; and naturally these things are soon brought about.

ΣΩ. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅτι λέγῃ πρὸς τὸν ἡνίοχον, καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρʼ εὔνουν ἀσπαζόμενος, ὅταν τε συγκατακέωνται, οἷός ἐστι μὴ ἂν ἀπαρνηθῆναι τὸ αὑτοῦ μέρος χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυχεῖν· ὁ δὲ ὁμόζυξ αὖ μετὰ τοῦ ἡνιόχου πρὸς ταῦτα μετʼ αἰδοῦς καὶ λόγου ἀντιτείνει. ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην τε δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας ἀγαγόντα, μακάριον μὲν καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς αὑτῶν καὶ κόσμιοι ὄντες, δουλωσάμενοι μὲν ᾧ κακία ψυχῆς ἐνεγίγνετο, ἐλευθερώσαντες δὲ ᾧ ἀρετή· τελευτήσαντες δὲ δὴ ὑπόπτεροι καὶ ἐλαφροὶ γεγονότες τῶν τριῶν παλαισμάτων τῶν ὡς ἀληθῶς Ὀλυμπιακῶν ἓν νενικήκασιν, οὗ μεῖζον ἀγαθὸν οὔτε σωφροσύνη ἀνθρωπίνη οὔτε θεία μανία δυνατὴ πορίσαι ἀνθρώπῳ. ἐὰν δὲ δὴ διαίτῃ φορτικωτέρᾳ τε καὶ ἀφιλοσόφῳ, φιλοτίμῳ δὲ χρήσωνται, τάχʼ ἄν που ἐν μέθαις ἤ τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντε εἰς ταὐτόν, τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην τε καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπανίᾳ δέ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράττοντες. φίλω μὲν οὖν καὶ τούτω, ἧττον δὲ ἐκείνων, ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεις τὰς μεγίστας ἡγουμένω ἀλλήλοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν ποτὲ ἐλθεῖν. ἐν δὲ τῇ τελευτῇ ἄπτεροι μέν, ὡρμηκότες δὲ πτεροῦσθαι ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρονται· εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διάγοντας εὐδαιμονεῖν μετʼ ἀλλήλων πορευομένους, καὶ ὁμοπτέρους ἔρωτος χάριν, ὅταν γένωνται, γενέσθαι. ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ θεῖα οὕτω σοι δωρήσεται ἡ παρʼ ἐραστοῦ φιλία· ἡ δὲ ἀπὸ τοῦ μὴ ἐρῶντος οἰκειότης, σωφροσύνῃ θνητῇ κεκραμένη, θνητά τε καὶ φειδωλὰ οἰκονομοῦσα, ἀνελευθερίαν ὑπὸ πλήθους ἐπαινουμένην ὡς ἀρετὴν τῇ φίλῃ ψυχῇ ἐντεκοῦσα, ἐννέα χιλιάδας ἐτῶν περὶ γῆν κυλινδουμένην αὐτὴν καὶ ὑπὸ γῆς ἄνουν παρέξει.

Socrates. Now as they lie together, the unruly horse of the lover has something to say to the charioteer, and demands a little enjoyment in return for his many troubles; and the unruly horse of the beloved says nothing, but teeming with passion and confused emotions he embraces and kisses his lover, caressing him as his best friend; and when they lie together, he would not refuse his lover any favor, if he asked it; but the other horse and the charioteer oppose all this with modesty and reason. If now the better elements of the mind, which lead to a well ordered life and to philosophy, prevail, they live a life of happiness and harmony here on earth, self controlled and orderly, holding in subjection that which causes evil in the soul and giving freedom to that which makes for virtue; and when this life is ended they are light and winged, for they have conquered in one of the three truly Olympic contests. Neither human wisdom nor divine inspiration can confer upon man any greater blessing than this. If however they live a life less noble and without philosophy, but yet ruled by the love of honor, probably, when they have been drinking, or in some other moment of carelessness, the two unruly horses, taking the souls off their guard, will bring them together and seize upon and accomplish that which is by the many accounted blissful; and when this has once been done, they continue the practice, but infrequently, since what they are doing is not approved by the whole mind. So these two pass through life as friends, though not such friends as the others, both at the time of their love and afterwards, believing that they have exchanged the most binding pledges of love, and that they can never break them and fall into enmity. And at last, when they depart from the body, they are not winged, to be sure, but their wings have begun to grow, so that the madness of love brings them no small reward; for it is the law that those who have once begun their upward progress shall never again pass into darkness and the journey under the earth, but shall live a happy life in the light as they journey together, and because of their love shall be alike in their plumage when they receive their wings. These blessings, so great and so divine, the friendship of a lover will confer upon you, dear boy; but the affection of the non-lover, which is alloyed with mortal prudence and follows mortal and parsimonious rules of conduct, will beget in the beloved soul the narrowness which the common folk praise as virtue; it will cause the soul to be a wanderer upon the earth for nine thousand years and a fool below the earth at last.

English translation by Harold North Fowler (1914). Original text: Harold North Fowler (trans.), Plato I: Euthyphro, Apology, Crito, Phaedo, Phaedrus, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1914; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.