Plato · Phaedrus Φαῖδρος

Plato, Phaedrus 235a–237e: Socrates answers Lysias and prepares to speak with his head covered

Socrates says that the speech seemed to him to say the same thing over and over, as if Lysias were showing off, and that he could make a better one, from what he has heard from the lovely Sappho or the wise Anacreon, or perhaps from prose writers. Phaedrus swears an oath by the plane tree that he will never read Socrates another speech of Lysias or any other writer unless Socrates speaks in its presence. Socrates gives in, and decides to speak with his head covered so that he can go through the speech quickly without being put out of countenance by looking at Phaedrus. He calls on the tuneful Muses, whether they are named for their song or for the musical race of the Ligyans, and begins by saying that a speech must first agree on what love is.

Sections 235a–237e · 1402 words · click a number to copy its link

ΣΩ. τί δέ; καὶ ταύτῃ δεῖ ὑπʼ ἐμοῦ τε καὶ σοῦ τὸν λόγον ἐπαινεθῆναι, ὡς τὰ δέοντα εἰρηκότος τοῦ ποιητοῦ, ἀλλʼ οὐκ ἐκείνῃ μόνον, ὅτι σαφῆ καὶ στρογγύλα, καὶ ἀκριβῶς ἕκαστα τῶν ὀνομάτων ἀποτετόρνευται; εἰ γὰρ δεῖ, συγχωρητέον χάριν σήν, ἐπεὶ ἐμέ γε ἔλαθεν ὑπὸ τῆς ἐμῆς οὐδενίας· τῷ γὰρ ῥητορικῷ αὐτοῦ μόνῳ τὸν νοῦν προσεῖχον, τοῦτο δὲ οὐδʼ ἂν αὐτὸν ᾤμην Λυσίαν οἴεσθαι ἱκανὸν εἶναι. καὶ οὖν μοι ἔδοξεν, ὦ Φαῖδρε, εἰ μή τι σὺ ἄλλο λέγεις, δὶς καὶ τρὶς τὰ αὐτὰ εἰρηκέναι, ὡς οὐ πάνυ εὐπορῶν τοῦ πολλὰ λέγειν περὶ τοῦ αὐτοῦ, ἢ ἴσως οὐδὲν αὐτῷ μέλον τοῦ τοιούτου· καὶ ἐφαίνετο δή μοι νεανιεύεσθαι ἐπιδεικνύμενος ὡς οἷός τε ὢν ταὐτὰ ἑτέρως τε καὶ ἑτέρως λέγων ἀμφοτέρως εἰπεῖν ἄριστα.

ΦΑΙ. οὐδὲν λέγεις, ὦ Σώκρατες· αὐτὸ γὰρ τοῦτο καὶ μάλιστα ὁ λόγος ἔχει. τῶν γὰρ ἐνόντων ἀξίως ῥηθῆναι ἐν τῷ πράγματι οὐδὲν παραλέλοιπεν, ὥστε παρὰ τὰ ἐκείνῳ εἰρημένα μηδένʼ ἄν ποτε δύνασθαι εἰπεῖν ἄλλα πλείω καὶ πλείονος ἄξια.

ΣΩ. τοῦτο ἐγώ σοι οὐκέτι οἷός τʼ ἔσομαι πιθέσθαι· παλαιοὶ γὰρ καὶ σοφοὶ ἄνδρες τε καὶ γυναῖκες περὶ αὐτῶν εἰρηκότες καὶ γεγραφότες ἐξελέγξουσί με, ἐάν σοι χαριζόμενος συγχωρῶ.

ΦΑΙ. τίνες οὗτοι; καὶ ποῦ σὺ βελτίω τούτων ἀκήκοας;

ΣΩ. νῦν μὲν οὕτως οὐκ ἔχω εἰπεῖν· δῆλον δὲ ὅτι τινῶν ἀκήκοα, ἤ που Σαπφοῦς τῆς καλῆς ἢ Ἀνακρέοντος τοῦ σοφοῦ ἢ καὶ συγγραφέων τινῶν. πόθεν δὴ τεκμαιρόμενος λέγω; πλῆρές πως, ὦ δαιμόνιε, τὸ στῆθος ἔχων αἰσθάνομαι παρὰ ταῦτα ἂν ἔχειν εἰπεῖν ἕτερα μὴ χείρω. ὅτι μὲν οὖν παρά γε ἐμαυτοῦ οὐδὲν αὐτῶν ἐννενόηκα, εὖ οἶδα, συνειδὼς ἐμαυτῷ ἀμαθίαν· λείπεται δὴ οἶμαι ἐξ ἀλλοτρίων ποθὲν ναμάτων διὰ τῆς ἀκοῆς πεπληρῶσθαί με δίκην ἀγγείου. ὑπὸ δὲ νωθείας αὖ καὶ αὐτὸ τοῦτο ἐπιλέλησμαι, ὅπως τε καὶ ὧντινων ἤκουσα.

ΦΑΙ. ἀλλʼ, ὦ γενναιότατε, κάλλιστα εἴρηκας. σὺ γὰρ ἐμοὶ ὧντινων μὲν καὶ ὅπως ἤκουσας μηδʼ ἂν κελεύω εἴπῃς, τοῦτο δὲ αὐτὸ ὃ λέγεις ποίησον· τῶν ἐν τῷ βιβλίῳ βελτίω τε καὶ μὴ ἐλάττω ἕτερα ὑπέσχησαι εἰπεῖν τούτων ἀπεχόμενος, καί σοι ἐγώ, ὥσπερ οἱ ἐννέα ἄρχοντες, ὑπισχνοῦμαι χρυσῆν εἰκόνα ἰσομέτρητον εἰς Δελφοὺς ἀναθήσειν, οὐ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σήν.

Socrates. What? Are you and I to praise the discourse because the author has said what he ought, and not merely because all the expressions are clear and well rounded and finely turned? For if that is expected, I must grant it for your sake, since, because of my stupidity, I did not notice it. I was attending only to the rhetorical manner, and I thought even Lysias himself would not think that satisfactory. It seemed to me, Phaedrus, unless you disagree, that he said the same thing two or three times, as if he did not find it easy to say many things about one subject, or perhaps he did not care about such a detail; and he appeared to me in youthful fashion to be exhibiting his ability to say the same thing in two different ways and in both ways excellently.

Phaedrus. Nonsense, Socrates! Why that is the especial merit of the discourse. He has omitted none of the points that belong to the subject, so that nobody could ever speak about it more exhaustively or worthily than he has done.

Socrates. There I must cease to agree with you; for the wise men and women of old, who have spoken and written about these matters, will rise up to confute me, if, to please you, I assent.

Phaedrus. Who are they? and where have you heard anything better than this?

Socrates. I cannot say, just at this moment; but I certainly must have heard something, either from the lovely Sappho or the wise Anacreon, or perhaps from some prose writers. What ground have I for saying so? Why, my dear friend, I feel that my own bosom is full, and that I could make another speech, different from this and quite as good. Now I am conscious of my own ignorance, and I know very well that I have never invented these things myself, so the only alternative is that I have been filled through the ears, like a pitcher, from the well springs of another; but, again because of my stupidity, I have forgotten how and from whom I heard it.

Phaedrus. Most noble Socrates, that is splendid! Don’t tell, even if I beg you, how or from whom you heard it; only do as you say; promise to make another speech better than that in the book and no shorter and quite different. Then I promise, like the nine archons, to set up at Delphi a statue as large as life, not only of myself, but of you also.

ΣΩ. φίλτατος εἶ καὶ ὡς ἀληθῶς χρυσοῦς, ὦ Φαῖδρε, εἴ με οἴει λέγειν ὡς Λυσίας τοῦ παντὸς ἡμάρτηκεν, καὶ οἷόν τε δὴ παρὰ πάντα ταῦτα ἄλλα εἰπεῖν· τοῦτο δὲ οἶμαι οὐδʼ ἂν τὸν φαυλότατον παθεῖν συγγραφέα. αὐτίκα περὶ οὗ ὁ λόγος, τίνα οἴει λέγοντα ὡς χρὴ μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι χαρίζεσθαι, παρέντα τοῦ μὲν τὸ φρόνιμον ἐγκωμιάζειν, τοῦ δὲ τὸ ἄφρον ψέγειν, ἀναγκαῖα γοῦν ὄντα, εἶτʼ ἄλλʼ ἄττα ἕξειν λέγειν; ἀλλʼ οἶμαι τὰ μὲν τοιαῦτα ἐατέα καὶ συγγνωστέα λέγοντι· καὶ τῶν μὲν τοιούτων οὐ τὴν εὕρεσιν ἀλλὰ τὴν διάθεσιν ἐπαινετέον, τῶν δὲ μὴ ἀναγκαίων τε καὶ χαλεπῶν εὑρεῖν πρὸς τῇ διαθέσει καὶ τὴν εὕρεσιν.

ΦΑΙ. συγχωρῶ ὃ λέγεις· μετρίως γάρ μοι δοκεῖς εἰρηκέναι. ποιήσω οὖν καὶ ἐγὼ οὕτως· τὸ μὲν τὸν ἐρῶντα τοῦ μὴ ἐρῶντος μᾶλλον νοσεῖν δώσω σοι ὑποτίθεσθαι, τῶν δὲ λοιπῶν ἕτερα πλείω καὶ πλείονος ἄξια εἰπὼν τῶνδε [Λυσίου] παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ στάθητι.

ΣΩ. ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην ἐρεσχηλῶν σε, καὶ οἴει δή με ὡς ἀληθῶς ἐπιχειρήσειν εἰπεῖν παρὰ τὴν ἐκείνου σοφίαν ἕτερόν τι ποικιλώτερον;

ΦΑΙ. περὶ μὲν τούτου, ὦ φίλε, εἰς τὰς ὁμοίας λαβὰς ἐλήλυθας. ῥητέον μὲν γάρ σοι παντὸς μᾶλλον οὕτως ὅπως οἷός τε εἶ, ἵνα μὴ τὸ τῶν κωμῳδῶν φορτικὸν πρᾶγμα ἀναγκαζώμεθα ποιεῖν ἀνταποδιδόντες ἀλλήλοις [εὐλαβήθητι], καὶ μὴ βούλου με ἀναγκάσαι λέγειν ἐκεῖνο τὸ «εἰ ἐγώ, ὦ Σώκρατες, Σωκράτην ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι,» καὶ ὅτι «ἐπεθύμει μὲν λέγειν, ἐθρύπτετο δέ·» ἀλλὰ διανοήθητι ὅτι ἐντεῦθεν οὐκ ἄπιμεν πρὶν ἂν σὺ εἴπῃς ἃ ἔφησθα ἐν τῷ στήθει ἔχειν. ἐσμὲν δὲ μόνω ἐν ἐρημίᾳ, ἰσχυρότερος δʼ ἐγὼ καὶ νεώτερος, ἐκ δὲ ἁπάντων τούτων «σύνες ὅ τοι λέγω,» καὶ μηδαμῶς πρὸς βίαν βουληθῇς μᾶλλον ἢ ἑκὼν λέγειν.

ΣΩ. ἀλλʼ, ὦ μακάριε Φαῖδρε, γελοῖος ἔσομαι παρʼ ἀγαθὸν ποιητὴν ἰδιώτης αὐτοσχεδιάζων περὶ τῶν αὐτῶν.

ΦΑΙ. οἶσθʼ ὡς ἔχει; παῦσαι πρός με καλλωπιζόμενος· σχεδὸν γὰρ ἔχω ὃ εἰπὼν ἀναγκάσω σε λέγειν.

ΣΩ. μηδαμῶς τοίνυν εἴπῃς.

ΦΑΙ. οὔκ, ἀλλὰ καὶ δὴ λέγω· ὁ δέ μοι λόγος ὅρκος ἔσται. ὄμνυμι γάρ σοι—τίνα μέντοι, τίνα θεῶν; ἢ βούλει τὴν πλάτανον ταυτηνί; —ἦ μήν, ἐάν μοι μὴ εἴπῃς τὸν λόγον ἐναντίον αὐτῆς ταύτης, μηδέποτέ σοι ἕτερον λόγον μηδένα μηδενὸς μήτε ἐπιδείξειν μήτε ἐξαγγελεῖν.

ΣΩ. βαβαῖ, ὦ μιαρέ, ὡς εὖ ἀνηῦρες τὴν ἀνάγκην ἀνδρὶ φιλολόγῳ ποιεῖν ὃ ἂν κελεύῃς.

ΦΑΙ. τί δῆτα ἔχων στρέφῃ;

ΣΩ. οὐδὲν ἔτι, ἐπειδὴ σύ γε ταῦτα ὀμώμοκας. πῶς γὰρ ἂν οἷός τʼ εἴην τοιαύτης θοίνης ἀπέχεσθαι;

Socrates. You are a darling and truly golden, Phaedrus, if you think I mean that Lysias has failed in every respect and that I can compose a discourse containing nothing that he has said. That, I fancy, could not happen even to the worst writer. For example, to take the subject of his speech, who do you suppose, in arguing that the non-lover ought to be more favored than the lover, could omit praise of the non-lover’s calm sense and blame of the lover’s unreason, which are inevitable arguments, and then say something else instead? No, such arguments, I think, must be allowed and excused; and in these the arrangement, not the invention, is to be praised; but in the case of arguments which are not inevitable and are hard to discover, the invention deserves praise as well as the arrangement.

Phaedrus. I concede your point, for I think what you say is reasonable, So I will make this concession: I will allow you to begin with the premise that the lover is more distraught than the non-lover; and if you speak on the remaining points more copiously and better than Lysias, without saying the same things, your statue of beaten metal shall stand at Olympia beside the offering of the Cypselids.

Socrates. Have you taken my jest in earnest, Phaedrus, because, to tease you, I laid hands on your beloved, and do you really suppose I am going to try to surpass the rhetoric of Lysias and make a speech more ingenious than his?

Phaedrus. Now, my friend, you have given me a fair hold; for you certainly must speak as best you can, lest we be compelled to resort to the comic “you’re another”; be careful and do not force me to say “O Socrates, if I don’t know Socrates, I have forgotten myself,” and “he yearned to speak, but feigned coyness.” Just make up your mind that we are not going away from here until you speak out what you said you had in your breast. We are alone in a solitary spot, and I am stronger and younger than you; so, under these circumstances, take my meaning, and speak voluntarily, rather than under compulsion.

Socrates. But, my dear Phaedrus, I shall make myself ridiculous if I, a mere amateur, try without preparation to speak on the same subject in competition with a master of his art.

Phaedrus. Now listen to me. Stop trying to fool me; for I can say something which will force you to speak.

Socrates. Then pray don’t say it.

Phaedrus. Yes, but I will. And my saying shall be an oath. I swear to you by— by what god? By this plane tree? I take my solemn oath that unless you produce the discourse in the very presence of this plane tree, I will never read you another or tell you of another.

Socrates. Oh! Oh! You wretch! How well you found out how to make a lover of discourse do your will!

Phaedrus. Then why do you try to get out of it?

Socrates. I won’t any more, since you have taken this oath; for how could I give up such pleasures?

ΦΑΙ. λέγε δή.

ΣΩ. οἶσθʼ οὖν ὡς ποιήσω;

ΦΑΙ. τοῦ πέρι;

ΣΩ. ἐγκαλυψάμενος ἐρῶ, ἵνʼ ὅτι τάχιστα διαδράμω τὸν λόγον καὶ μὴ βλέπων πρὸς σὲ ὑπʼ αἰσχύνης διαπορῶμαι.

ΦΑΙ. λέγε μόνον, τὰ δʼ ἄλλα ὅπως βούλει ποίει.

ΣΩ. ἄγετε δή, ὦ Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι, εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετʼ ἐπωνυμίαν, «ξύμ μοι λάβεσθε» τοῦ μύθου, ὅν με ἀναγκάζει ὁ βέλτιστος οὑτοσὶ λέγειν, ἵνʼ ὁ ἑταῖρος αὐτοῦ, καὶ πρότερον δοκῶν τούτῳ σοφὸς εἶναι, νῦν ἔτι μᾶλλον δόξῃ. ἦν οὕτω δὴ παῖς, μᾶλλον δὲ μειρακίσκος, μάλα καλός· τούτῳ δὲ ἦσαν ἐρασταὶ πάνυ πολλοί. εἷς δέ τις αὐτῶν αἱμύλος ἦν, ὃς οὐδενὸς ἧττον ἐρῶν ἐπεπείκει τὸν παῖδα ὡς οὐκ ἐρῴη. καί ποτε αὐτὸν αἰτῶν ἔπειθεν τοῦτʼ αὐτό, ὡς μὴ ἐρῶντι πρὸ τοῦ ἐρῶντος δέοι χαρίζεσθαι, ἔλεγέν τε ὧδε— περὶ παντός, ὦ παῖ, μία ἀρχὴ τοῖς μέλλουσι καλῶς βουλεύσεσθαι· εἰδέναι δεῖ περὶ οὗ ἂν ᾖ ἡ βουλή, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη. τοὺς δὲ πολλοὺς λέληθεν ὅτι οὐκ ἴσασι τὴν οὐσίαν ἑκάστου. ὡς οὖν εἰδότες οὐ διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν· οὔτε γὰρ ἑαυτοῖς οὔτε ἀλλήλοις ὁμολογοῦσιν. ἐγὼ οὖν καὶ σὺ μὴ πάθωμεν ὃ ἄλλοις ἐπιτιμῶμεν, ἀλλʼ ἐπειδὴ σοὶ καὶ ἐμοὶ ὁ λόγος πρόκειται πότερα ἐρῶντι ἢ μὴ μᾶλλον εἰς φιλίαν ἰτέον, περὶ ἔρωτος οἷόν τʼ ἔστι καὶ ἣν ἔχει δύναμιν, ὁμολογίᾳ θέμενοι ὅρον, εἰς τοῦτο ἀποβλέποντες καὶ ἀναφέροντες τὴν σκέψιν ποιώμεθα εἴτε ὠφελίαν εἴτε βλάβην παρέχει. ὅτι μὲν οὖν δὴ ἐπιθυμία τις ὁ ἔρως, ἅπαντι δῆλον· ὅτι δʼ αὖ καὶ μὴ ἐρῶντες ἐπιθυμοῦσι τῶν καλῶν, ἴσμεν. τῷ δὴ τὸν ἐρῶντά τε καὶ μὴ κρινοῦμεν; δεῖ αὖ νοῆσαι ὅτι ἡμῶν ἐν ἑκάστῳ δύο τινέ ἐστον ἰδέα ἄρχοντε καὶ ἄγοντε, οἷν ἑπόμεθα ᾗ ἂν ἄγητον, ἡ μὲν ἔμφυτος οὖσα ἐπιθυμία ἡδονῶν, ἄλλη δὲ ἐπίκτητος δόξα, ἐφιεμένη τοῦ ἀρίστου. τούτω δὲ ἐν ἡμῖν τοτὲ μὲν ὁμονοεῖτον, ἔστι δὲ ὅτε στασιάζετον· καὶ τοτὲ μὲν ἡ ἑτέρα, ἄλλοτε δὲ ἡ ἑτέρα κρατεῖ.

Phaedrus. Speak then.

Socrates. Do you know what I’m going to do?

Phaedrus. About what?

Socrates. I’m going to keep my head wrapped up while I talk, that I may get through my discourse as quickly as possible and that I may not look at you and become embarrassed.

Phaedrus. Only speak, and in other matters suit yourself.

Socrates. Come then, O tuneful Muses, whether ye receive this name from the quality of your song or from the musical race of the Ligyans, grant me your aid in the tale this most excellent man compels me to relate, that his friend whom he has hitherto considered wise, may seem to him wiser still. Now there was once upon a time a boy, or rather a stripling, of great beauty: and he had many lovers. And among these was one of peculiar craftiness, who was as much in love with the boy as anyone, but had made him believe that he was not in love; and once in wooing him, he tried to persuade him of this very thing, that favors ought to be granted rather to the non-lover than to the lover; and his words were as follows:— There is only one way, dear boy, for those to begin who are to take counsel wisely about anything. One must know what the counsel is about, or it is sure to be utterly futile, but most people are ignorant of the fact that they do not know the nature of things. So, supposing that they do know it, they come to no agreement in the beginning of their enquiry, and as they go on they reach the natural result,—they agree neither with themselves nor with each other. Now you and I must not fall into the error which we condemn in others, but, since we are to discuss the question, whether the lover or the non-lover is to be preferred let us first agree on a definition of love, its nature and its power, and then, keeping this definition in view and making constant reference to it, let us enquire whether love brings advantage or harm. Now everyone sees that love is a desire; and we know too that non-lovers also desire the beautiful. How then are we to distinguish the lover from the non-lover? We must observe that in each one of us there are two ruling and leading principles, which we follow whithersoever they lead; one is the innate desire for pleasures, the other an acquired opinion which strives for the best. These two sometimes agree within us and are sometimes in strife; and sometimes one, and sometimes the other has the greater power.

People and places in this passage

English translation by Harold North Fowler (1914). Original text: Harold North Fowler (trans.), Plato I: Euthyphro, Apology, Crito, Phaedo, Phaedrus, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1914; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.