Plato · Phaedrus Φαῖδρος

Plato, Phaedrus 268a–272e: What the art of rhetoric requires: the soul, its types and the right moment

Socrates says that someone who learned only the preliminaries of rhetoric would be like a man who knew how to make patients vomit or purge but not whom to treat, as with the tragedian who knew only how to write laments, and the man would be called mad. He says that Pericles became the best orator because he learned from Anaxagoras to study nature and the mind, and that, as Hippocrates says for the body, the nature of the soul must be known as a whole. The true orator must know the kinds of soul and the kinds of speeches, and which kind persuades which kind of soul, and the right moment to speak and to be silent. Without all this, he says, the art of rhetoric has not been completed.

Sections 268a–272e · 2239 words · click a number to copy its link

ΣΩ. ἐῶμεν δὴ τά γε σμικρά· ταῦτα δὲ ὑπʼ αὐγὰς μᾶλλον ἴδωμεν, τίνα καὶ πότʼ ἔχει τὴν τῆς τέχνης δύναμιν.

ΦΑΙ. καὶ μάλα ἐρρωμένην, ὦ Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις.

ΣΩ. ἔχει γάρ. ἀλλʼ, ὦ δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί.

ΦΑΙ. δείκνυε μόνον.

ΣΩ. εἰπὲ δή μοι· εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι «ἐγὼ ἐπίσταμαι τοιαῦτʼ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν τʼ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δʼ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα· καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ,» τί ἂν οἴει ἀκούσαντας εἰπεῖν;

ΦΑΙ. τί δʼ ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου;

ΣΩ. εἰ οὖν εἴποι ὅτι «οὐδαμῶς· ἀλλʼ ἀξιῶ τὸν ταῦτα παρʼ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τʼ εἶναι [ποιεῖν] ἃ ἐρωτᾷς;»

ΦΑΙ. εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης.

ΣΩ. τί δʼ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τʼ ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι;

ΦΑΙ. καὶ οὗτοι ἄν, ὦ Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι ἢ τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην.

ΣΩ. ἀλλʼ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλʼ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν· «ὦ μοχθηρέ, μελαγχολᾷς,» ἀλλʼ ἅτε μουσικὸς ὢν πρᾳότερον ὅτι «ὦ ἄριστε, ἀνάγκη μὲν καὶ ταῦτʼ ἐπίστασθαι τὸν μέλλοντα ἁρμονικὸν ἔσεσθαι, οὐδὲν μὴν κωλύει μηδὲ σμικρὸν ἁρμονίας ἐπαΐειν τὸν τὴν σὴν ἕξιν ἔχοντα· τὰ γὰρ πρὸ ἁρμονίας ἀναγκαῖα μαθήματα ἐπίστασαι ἀλλʼ οὐ τὰ ἁρμονικά.»

ΦΑΙ. ὀρθότατά γε.

Socrates. Never mind the little things; let us bring these other things more under the light and see what force of art they have and when.

Phaedrus. They have a very powerful force, at least in large assemblies.

Socrates. They have; but my friend, see if you agree with me in thinking that their warp has gaps in it.

Phaedrus. Go on and show them.

Socrates. Tell me; if anyone should go to your friend Eryximachus or to his father Acumenus and should say “I know how to apply various drugs to people, so as to make them warm or, if I wish, cold, and I can make them vomit, if I like, or can make their bowels move, and all that sort of thing; and because of this knowledge I claim that I am a physician and can make any other man a physician, to whom I impart the knowledge of these things”; what do you think they would say?

Phaedrus. They would ask him, of course, whether he knew also whom he ought to cause to do these things, and when, and how much.

Socrates. If then he should say: “No, not at all; but I think that he who has learned these things from me will be able to do by himself the things you ask about?”

Phaedrus. They would say, I fancy, that the man was crazy and, because he had read something in a book or had stumbled upon some medicines, imagined that he was a physician when he really had no knowledge of the art.

Socrates. And what if someone should go to Sophocles or Euripides and should say that he knew how to make very long speeches about a small matter, and very short ones about a great affair, and pitiful utterances, if he wished, and again terrible and threatening ones, and all that sort of thing, and that he thought by imparting those things he could teach the art of writing tragedies?

Phaedrus. They also, I fancy, Socrates, would laugh at him, if he imagined that tragedy was anything else than the proper combination of these details in such a way that they harmonize with each other and with the whole composition.

Socrates. But they would not, I suppose, rebuke him harshly, but they would behave as a musician would, if he met a man who thought he understood harmony because he could strike the highest and lowest notes. He would not say roughly, “You wretch, you are mad,” but being a musician, he would say in gentler tones, “My friend, he who is to be a harmonist must know these things you mention, but nothing prevents one who is at your stage of knowledge from being quite ignorant of harmony. You know the necessary preliminaries of harmony, but not harmony itself.”

Phaedrus. Quite correct.

ΣΩ. οὐκοῦν καὶ ὁ Σοφοκλῆς τόν σφισιν ἐπιδεικνύμενον τὰ πρὸ τραγῳδίας ἂν φαίη ἀλλʼ οὐ τὰ τραγικά, καὶ ὁ Ἀκουμενὸς τὰ πρὸ ἰατρικῆς ἀλλʼ οὐ τὰ ἰατρικά.

ΦΑΙ. παντάπασι μὲν οὖν.

ΣΩ. τί δὲ τὸν μελίγηρυν Ἄδραστον οἰόμεθα ἢ καὶ Περικλέα, εἰ ἀκούσειαν ὧν νυνδὴ ἡμεῖς διῇμεν τῶν παγκάλων τεχνημάτων—βραχυλογιῶν τε καὶ εἰκονολογιῶν καὶ ὅσα ἄλλα διελθόντες ὑπʼ αὐγὰς ἔφαμεν εἶναι σκεπτέα—πότερον χαλεπῶς ἂν αὐτούς, ὥσπερ ἐγώ τε καὶ σύ, ὑπʼ ἀγροικίας ῥῆμά τι εἰπεῖν ἀπαίδευτον εἰς τοὺς ταῦτα γεγραφότας τε καὶ διδάσκοντας ὡς ῥητορικὴν τέχνην, ἢ ἅτε ἡμῶν ὄντας σοφωτέρους κἂν νῷν ἐπιπλῆξαι εἰπόντας· «ὦ Φαῖδρέ τε καὶ Σώκρατες, οὐ χρὴ χαλεπαίνειν ἀλλὰ συγγιγνώσκειν, εἴ τινες μὴ ἐπιστάμενοι διαλέγεσθαι ἀδύνατοι ἐγένοντο ὁρίσασθαι τί ποτʼ ἔστιν ῥητορική, ἐκ δὲ τούτου τοῦ πάθους τὰ πρὸ τῆς τέχνης ἀναγκαῖα μαθήματα ἔχοντες ῥητορικὴν ᾠήθησαν ηὑρηκέναι, καὶ ταῦτα δὴ διδάσκοντες ἄλλους ἡγοῦνταί σφισιν τελέως ῥητορικὴν δεδιδάχθαι, τὸ δὲ ἕκαστα τούτων πιθανῶς λέγειν τε καὶ τὸ ὅλον συνίστασθαι, οὐδὲν ἔργον ὄν, αὐτοὺς δεῖν παρʼ ἑαυτῶν τοὺς μαθητὰς σφῶν πορίζεσθαι ἐν τοῖς λόγοις».

ΦΑΙ. ἀλλὰ μήν, ὦ Σώκρατες, κινδυνεύει γε τοιοῦτόν τι εἶναι τὸ τῆς τέχνης ἣν οὗτοι οἱ ἄνδρες ὡς ῥητορικὴν διδάσκουσίν τε καὶ γράφουσιν, καὶ ἔμοιγε δοκεῖς ἀληθῆ εἰρηκέναι· ἀλλὰ δὴ τὴν τοῦ τῷ ὄντι ῥητορικοῦ τε καὶ πιθανοῦ τέχνην πῶς καὶ πόθεν ἄν τις δύναιτο πορίσασθαι;

ΣΩ. τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε ἀγωνιστὴν τέλεον γενέσθαι, εἰκός—ἴσως δὲ καὶ ἀναγκαῖον—ἔχειν ὥσπερ τἆλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην, ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσῃ. ὅσον δὲ αὐτοῦ τέχνη, οὐχ ᾗ Λυσίας τε καὶ Θρασύμαχος πορεύεται δοκεῖ μοι φαίνεσθαι ἡ μέθοδος.

ΦΑΙ. ἀλλὰ πῇ δή;

ΣΩ. κινδυνεύει, ὦ ἄριστε, εἰκότως ὁ Περικλῆς πάντων τελεώτατος εἰς τὴν ῥητορικὴν γενέσθαι.

ΦΑΙ. τί δή;

Socrates. So Sophocles would say that the man exhibited the preliminaries of tragedy, not tragedy itself, and Acumenus that he knew the preliminaries of medicine, not medicine itself.

Phaedrus. Exactly so.

Socrates. Well then, if the mellifluous Adrastus or Pericles heard of the excellent accomplishments which we just enumerated, brachylogies and figurative speech and all the other things we said we must bring to the light and examine, do we suppose they would, like you and me, be so ill-bred as to speak discourteously of those who have written and taught these things as the art of rhetoric? Would they not, since they are wiser than we, censure us also and say, “Phaedrus and Socrates, we ought not to be angry, but lenient, if certain persons who are ignorant of dialectics have been unable to define the nature of rhetoric and on this account have thought, when they possessed the knowledge that is a necessary preliminary to rhetoric, that they had discovered rhetoric, and believe that by teaching these preliminaries to others they have taught them rhetoric completely, and that the persuasive use of these details and the composition of the whole discourse is a small matter which their pupils must supply of themselves in their writings or speeches.”

Phaedrus. Well, Socrates, it does seem as if that which those men teach and write about as the art of rhetoric were such as you describe. I think you are right. But how and from whom is the truly rhetorical and persuasive art to be acquired?

Socrates. Whether one can acquire it, so as to become a perfect orator, Phaedrus, is probably, and perhaps must be, dependent on conditions, like everything else. If you are naturally rhetorical, you will become a notable orator, when to your natural endowments you have added knowledge and practice; at whatever point you are deficient in these, you will be incomplete. But so far as the art is concerned, I do not think the quest of it lies along the path of Lysias and Thrasymachus.

Phaedrus. Where then?

Socrates. I suppose, my friend, Pericles is the most perfect orator in existence.

Phaedrus. Well?

ΣΩ. πᾶσαι ὅσαι μεγάλαι τῶν τεχνῶν προσδέονται ἀδολεσχίας καὶ μετεωρολογίας φύσεως πέρι· τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργὸν ἔοικεν ἐντεῦθέν ποθεν εἰσιέναι. ὃ καὶ Περικλῆς πρὸς τῷ εὐφυὴς εἶναι ἐκτήσατο· προσπεσὼν γὰρ οἶμαι τοιούτῳ ὄντι Ἀναξαγόρᾳ, μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ.

ΦΑΙ. πῶς τοῦτο λέγεις;

ΣΩ. ὁ αὐτός που τρόπος τέχνης ἰατρικῆς ὅσπερ καὶ ῥητορικῆς.

ΦΑΙ. πῶς δή;

ΣΩ. ἐν ἀμφοτέραις δεῖ διελέσθαι φύσιν, σώματος μὲν ἐν τῇ ἑτέρᾳ, ψυχῆς δὲ ἐν τῇ ἑτέρᾳ, εἰ μέλλεις, μὴ τριβῇ μόνον καὶ ἐμπειρίᾳ ἀλλὰ τέχνῃ, τῷ μὲν φάρμακα καὶ τροφὴν προσφέρων ὑγίειαν καὶ ῥώμην ἐμποιήσειν, τῇ δὲ λόγους τε καὶ ἐπιτηδεύσεις νομίμους πειθὼ ἣν ἂν βούλῃ καὶ ἀρετὴν παραδώσειν.

ΦΑΙ. τὸ γοῦν εἰκός, ὦ Σώκρατες, οὕτως.

ΣΩ. ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως;

ΦΑΙ. εἰ μὲν Ἱπποκράτει γε τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πιθέσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης.

ΣΩ. καλῶς γάρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντα σκοπεῖν εἰ συμφωνεῖ.

ΦΑΙ. φημί.

ΣΩ. τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος. ἆρʼ οὐχ ὧδε δεῖ διανοεῖσθαι περὶ ὁτουοῦν φύσεως· πρῶτον μέν, ἁπλοῦν ἢ πολυειδές ἐστιν οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλον δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾶν ἔχον ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ, ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφʼ ἑνός, τοῦτʼ ἰδεῖν ἐφʼ ἑκάστου, τῷ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τῷ τί παθεῖν ὑπὸ τοῦ;

ΦΑΙ. κινδυνεύει, ὦ Σώκρατες.

ΣΩ. ἡ γοῦν ἄνευ τούτων μέθοδος ἐοίκοι ἂν ὥσπερ τυφλοῦ πορείᾳ. ἀλλʼ οὐ μὴν ἀπεικαστέον τόν γε τέχνῃ μετιόντα ὁτιοῦν τυφλῷ οὐδὲ κωφῷ, ἀλλὰ δῆλον ὡς, ἄν τῴ τις τέχνῃ λόγους διδῷ, τὴν οὐσίαν δείξει ἀκριβῶς τῆς φύσεως τούτου πρὸς ὃ τοὺς λόγους προσοίσει· ἔσται δέ που ψυχὴ τοῦτο.

ΦΑΙ. τί μήν;

Socrates. All great arts demand discussion and high speculation about nature; for this loftiness of mind and effectiveness in all directions seem somehow to come from such pursuits. This was in Pericles added to his great natural abilities; for it was, I think, his falling in with Anaxagoras, who was just such a man, that filled him with high thoughts and taught him the nature of mind and of lack of mind, subjects about which Anaxagoras used chiefly to discourse, and from these speculations he drew and applied to the art of speaking what is of use to it.

Phaedrus. What do you mean by that?

Socrates. The method of the art of healing is much the same as that of rhetoric.

Phaedrus. How so?

Socrates. In both cases you must analyze a nature, in one that of the body and in the other that of the soul, if you are to proceed in a scientific manner, not merely by practice and routine, to impart health and strength to the body by prescribing medicine and diet, or by proper discourses and training to give to the soul the desired belief and virtue.

Phaedrus. That, Socrates, is probably true.

Socrates. Now do you think one can acquire any appreciable knowledge of the nature of the soul without knowing the nature of the whole man?

Phaedrus. If Hippocrates the Asclepiad is to be trusted, one cannot know the nature of the body, either, except in that way.

Socrates. He is right, my friend; however, we ought not to be content with the authority of Hippocrates, but to see also if our reason agrees with him on examination.

Phaedrus. I assent.

Socrates. Then see what Hippocrates and true reason say about nature. In considering the nature of anything, must we not consider first, whether that in respect to which we wish to be learned ourselves and to make others learned is simple or multiform, and then, if it is simple, enquire what power of acting it possesses, or of being acted upon, and by what, and if it has many forms, number them, and then see in the case of each form, as we did in the case of the simple nature, what its action is and how it is acted upon and by what?

Phaedrus. Very likely, Socrates.

Socrates. At any rate, any other mode of procedure would be like the progress of a blind man. Yet surely he who pursues any study scientifically ought not to be comparable to a blind or a deaf man, but evidently the man whose rhetorical teaching is a real art will explain accurately the nature of that to which his words are to be addressed, and that is the soul, is it not?

Phaedrus. Of course.

ΣΩ. οὐκοῦν ἡ ἅμιλλα αὐτῷ τέταται πρὸς τοῦτο πᾶσα· πειθὼ γὰρ ἐν τούτῳ ποιεῖν ἐπιχειρεῖ. ἦ γάρ;

ΦΑΙ. ναί.

ΣΩ. δῆλον ἄρα ὅτι ὁ Θρασύμαχός τε καὶ ὃς ἂν ἄλλος σπουδῇ τέχνην ῥητορικὴν διδῷ, πρῶτον πάσῃ ἀκριβείᾳ γράψει τε καὶ ποιήσει ψυχὴν ἰδεῖν, πότερον ἓν καὶ ὅμοιον πέφυκεν ἢ κατὰ σώματος μορφὴν πολυειδές· τοῦτο γάρ φαμεν φύσιν εἶναι δεικνύναι.

ΦΑΙ. παντάπασι μὲν οὖν.

ΣΩ. δεύτερον δέ γε, ὅτῳ τί ποιεῖν ἢ παθεῖν ὑπὸ τοῦ πέφυκεν.

ΦΑΙ. τί μήν;

ΣΩ. τρίτον δὲ δὴ διαταξάμενος τὰ λόγων τε καὶ ψυχῆς γένη καὶ τὰ τούτων παθήματα δίεισι πάσας αἰτίας, προσαρμόττων ἕκαστον ἑκάστῳ καὶ διδάσκων οἵα οὖσα ὑφʼ οἵων λόγων διʼ ἣν αἰτίαν ἐξ ἀνάγκης ἡ μὲν πείθεται, ἡ δὲ ἀπειθεῖ.

ΦΑΙ. κάλλιστα γοῦν ἄν, ὡς ἔοικʼ, ἔχοι οὕτως.

ΣΩ. οὔτοι μὲν οὖν, ὦ φίλε, ἄλλως ἐνδεικνύμενον ἢ λεγόμενον τέχνῃ ποτὲ λεχθήσεται ἢ γραφήσεται οὔτε τι ἄλλο οὔτε τοῦτο. ἀλλʼ οἱ νῦν γράφοντες, ὧν σὺ ἀκήκοας, τέχνας λόγων πανοῦργοί εἰσιν καὶ ἀποκρύπτονται, εἰδότες ψυχῆς πέρι παγκάλως· πρὶν ἂν οὖν τὸν τρόπον τοῦτον λέγωσί τε καὶ γράφωσι, μὴ πειθώμεθα αὐτοῖς τέχνῃ γράφειν.

ΦΑΙ. τίνα τοῦτον;

ΣΩ. αὐτὰ μὲν τὰ ῥήματα εἰπεῖν οὐκ εὐπετές· ὡς δὲ δεῖ γράφειν, εἰ μέλλει τεχνικῶς ἔχειν καθʼ ὅσον ἐνδέχεται, λέγειν ἐθέλω.

ΦΑΙ. λέγε δή.

ΣΩ. ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει. ἔστιν οὖν τόσα καὶ τόσα, καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται· τούτων δὲ δὴ οὕτω διῃρημένων, λόγων αὖ τόσα καὶ τόσα ἔστιν εἴδη, τοιόνδε ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν ἐς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς· δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα, ὀξέως τῇ αἰσθήσει δύνασθαι ἐπακολουθεῖν, ἢ μηδὲν εἶναί πω πλέον αὐτῷ ὧν τότε ἤκουεν λόγων συνών.

Socrates. Then this is the goal of all his effort; he tries to produce conviction in the soul. Is not that so?

Phaedrus. Yes.

Socrates. So it is clear that Thrasymachus, or anyone else who seriously teaches the art of rhetoric, will first describe the soul with perfect accuracy and make us see whether it is one and all alike, or, like the body, of multiform aspect; for this is what we call explaining its nature.

Phaedrus. Certainly.

Socrates. And secondly he will say what its action is and toward what it is directed, or how it is acted upon and by what.

Phaedrus. To be sure.

Socrates. Thirdly, he will classify the speeches and the souls and will adapt each to the other, showing the causes of the effects produced and why one kind of soul is necessarily persuaded by certain classes of speeches, and another is not.

Phaedrus. That would, I think, be excellent.

Socrates. By no other method of exposition or speech will this, or anything else, ever be written or spoken with real art. But those whom you have heard, who write treatises on the art of speech nowadays, are deceivers and conceal the nature of the soul, though they know it very well. Until they write and speak by this method we cannot believe that they write by the rules of art.

Phaedrus. What is this method?

Socrates. It is not easy to tell the exact expressions to be used; but I will tell how one must write, if one is to do it, so far as possible, in a truly artistic way.

Phaedrus. Speak then.

Socrates. Since it is the function of speech to lead souls by persuasion, he who is to be a rhetorician must know the various forms of soul. Now they are so and so many and of such and such kinds, wherefore men also are of different kinds: these we must classify. Then there are also various classes of speeches, to one of which every speech belongs. So men of a certain sort are easily persuaded by speeches of a certain sort for a certain reason to actions or beliefs of a certain sort, and men of another sort cannot be so persuaded. The student of rhetoric must, accordingly, acquire a proper knowledge of these classes and then be able to follow them accurately with his senses when he sees them in the practical affairs of life; otherwise he can never have any profit from the lectures he may have heard.

ΣΩ. ὅταν δὲ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφʼ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά οἱ, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, ταῦτα δʼ ἤδη πάντα ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη μάθῃ λόγων, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δʼ οὔ· ἀλλʼ ὅτι ἂν αὐτῶν τις ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ. «τί δὴ οὖν; φήσει ἴσως ὁ συγγραφεύς, ὦ Φαῖδρέ τε καὶ Σώκρατες, δοκεῖ οὕτως; μὴ ἄλλως πως ἀποδεκτέον λεγομένης λόγων τέχνης;»

ΦΑΙ. ἀδύνατόν που, ὦ Σώκρατες, ἄλλως· καίτοι οὐ σμικρόν γε φαίνεται ἔργον.

ΣΩ. ἀληθῆ λέγεις. τούτου τοι ἕνεκα χρὴ πάντας τοὺς λόγους ἄνω καὶ κάτω μεταστρέφοντα ἐπισκοπεῖν εἴ τίς πῃ ῥᾴων καὶ βραχυτέρα φαίνεται ἐπʼ αὐτὴν ὁδός, ἵνα μὴ μάτην πολλὴν ἀπίῃ καὶ τραχεῖαν, ἐξὸν ὀλίγην τε καὶ λείαν. ἀλλʼ εἴ τινά πῃ βοήθειαν ἔχεις ἐπακηκοὼς Λυσίου ἤ τινος ἄλλου, πειρῶ λέγειν ἀναμιμνῃσκόμενος.

ΦΑΙ. ἕνεκα μὲν πείρας ἔχοιμʼ ἄν, ἀλλʼ οὔτι νῦν γʼ οὕτως ἔχω.

ΣΩ. βούλει οὖν ἐγώ τινʼ εἴπω λόγον ὃν τῶν περὶ ταῦτά τινων ἀκήκοα;

ΦΑΙ. τί μήν;

ΣΩ. λέγεται γοῦν, ὦ Φαῖδρε, δίκαιον εἶναι καὶ τὸ τοῦ λύκου εἰπεῖν.

ΦΑΙ. καὶ σύ γε οὕτω ποίει.

ΣΩ. φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδʼ ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους· παντάπασι γάρ, ὃ καὶ κατʼ ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἢ ἀγαθῶν πέρι πραγμάτων, ἢ καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων ἢ τροφῇ, τὸν μέλλοντα ἱκανῶς ῥητορικὸν ἔσεσθαι. τὸ παράπαν γὰρ οὐδὲν ἐν τοῖς δικαστηρίοις τούτων ἀληθείας μέλειν οὐδενί, ἀλλὰ τοῦ πιθανοῦ· τοῦτο δʼ εἶναι τὸ εἰκός, ᾧ δεῖν προσέχειν τὸν μέλλοντα τέχνῃ ἐρεῖν. οὐδὲ γὰρ αὐτὰ τὰ πραχθέντα δεῖν λέγειν ἐνίοτε, ἐὰν μὴ εἰκότως ᾖ πεπραγμένα, ἀλλὰ τὰ εἰκότα, ἔν τε κατηγορίᾳ καὶ ἀπολογίᾳ, καὶ πάντως λέγοντα τὸ δὴ εἰκὸς διωκτέον εἶναι, πολλὰ εἰπόντα χαίρειν τῷ ἀληθεῖ· τοῦτο γὰρ διὰ παντὸς τοῦ λόγου γιγνόμενον τὴν ἅπασαν τέχνην πορίζειν.

Socrates. But when he has learned to tell what sort of man is influenced by what sort of speech, and is able, if he comes upon such a man, to recognize him and to convince himself that this is the man and this now actually before him is the nature spoken of in a certain lecture, to which he must now make a practical application of a certain kind of speech in a certain way to persuade his hearer to a certain action or belief—when he has acquired all this, and has added thereto a knowledge of the times for speaking and for keeping silence, and has also distinguished the favorable occasions for brief speech or pitiful speech or intensity and all the classes of speech which he has learned, then, and not till then, will his art be fully and completely finished; and if anyone who omits any of these points in his speaking or writing claims to speak by the rules of art, the one who disbelieves him is the better man. “Now then,” perhaps the writer of our treatise will say, “Phaedrus and Socrates, do you agree to all this? Or must the art of speech be described in some other way?”

Phaedrus. No other way is possible, Socrates. But it seems a great task to attain to it.

Socrates. Very true. Therefore you must examine all that has been said from every point of view, to see if no shorter and easier road to the art appears, that one may not take a long and rough road, when there is a short and smooth one. If you have heard from Lysias or anyone else anything that can help us, try to remember it and tell it.

Phaedrus. If it depended on trying, I might, but just now I have nothing to say.

Socrates. Then shall I tell something that I have heard some of those say who make these matters their business?

Phaedrus. Pray do.

Socrates. Even the wolf, you know, Phaedrus, has a right to an advocate, as they say.

Phaedrus. Do you be his advocate.

Socrates. Very well. They say that there is no need of treating these matters with such gravity and carrying them back so far to first principles with many words; for, as we said in the beginning of this discussion, he who is to be a competent rhetorician need have nothing at all to do, they say, with truth in considering things which are just or good, or men who are so, whether by nature or by education. For in the courts, they say, nobody cares for truth about these matters, but for that which is convincing; and that is probability, so that he who is to be an artist in speech must fix his attention upon probability. For sometimes one must not even tell what was actually done, if it was not likely to be done, but what was probable, whether in accusation or defence; and in brief, a speaker must always aim at probability, paying no attention to truth; for this method, if pursued throughout the whole speech, provides us with the entire art.

English translation by Harold North Fowler (1914). Original text: Harold North Fowler (trans.), Plato I: Euthyphro, Apology, Crito, Phaedo, Phaedrus, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1914; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.