Plato · Apology Ἀπολογία Σωκράτους

Plato, Apology 28b–30e: Duty before death: Achilles, Potidaea and the gadfly

Socrates says that what will convict him is the prejudice and envy of the many, as it has convicted other good men. To the objection that he should be ashamed of a way of life that puts him in danger of death, he answers that a man should only ask whether he acts rightly, as the son of Thetis, who chose to die avenging his friend Patroclus by killing Hector rather than live in disgrace. He recalls how he stood his ground in the army at Potidaea, Amphipolis and Delium, and says that the god has ordered him to examine himself and others, an order he will not desert even if he is acquitted on condition of stopping. He calls himself a gadfly given by the god to the city, like a stinging fly set on a large and sluggish horse.

Sections 28b–30e · 1514 words · click a number to copy its link

ἀλλὰ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς μὲν ἐγὼ οὐκ ἀδικῶ κατὰ τὴν Μελήτου γραφήν, οὐ πολλῆς μοι δοκεῖ εἶναι ἀπολογίας, ἀλλὰ ἱκανὰ καὶ ταῦτα· ὃ δὲ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγον, ὅτι πολλή μοι ἀπέχθεια γέγονεν καὶ πρὸς πολλούς, εὖ ἴστε ὅτι ἀληθές ἐστιν. καὶ τοῦτʼ ἔστιν ὃ ἐμὲ αἱρεῖ, ἐάνπερ αἱρῇ, οὐ Μέλητος οὐδὲ Ἄνυτος ἀλλʼ ἡ τῶν πολλῶν διαβολή τε καὶ φθόνος. ἃ δὴ πολλοὺς καὶ ἄλλους καὶ ἀγαθοὺς ἄνδρας ᾕρηκεν, οἶμαι δὲ καὶ αἱρήσει· οὐδὲν δὲ δεινὸν μὴ ἐν ἐμοὶ στῇ. ἴσως ἂν οὖν εἴποι τις· «εἶτʼ οὐκ αἰσχύνῃ, ὦ Σώκρατες, τοιοῦτον ἐπιτήδευμα ἐπιτηδεύσας ἐξ οὗ κινδυνεύεις νυνὶ ἀποθανεῖν;» ἐγὼ δὲ τούτῳ ἂν δίκαιον λόγον ἀντείποιμι, ὅτι «οὐ καλῶς λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλʼ οὐκ ἐκεῖνο μόνον σκοπεῖν ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει, καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ. φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱός, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησεν παρὰ τὸ αἰσχρόν τι ὑπομεῖναι ὥστε, ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ προθυμουμένῳ Ἕκτορα ἀποκτεῖναι, θεὸς οὖσα, οὑτωσί πως, ὡς ἐγὼ οἶμαι· «ὦ παῖ, εἰ τιμωρήσεις Πατρόκλῳ τῷ ἑταίρῳ τὸν φόνον καὶ Ἕκτορα ἀποκτενεῖς, αὐτὸς ἀποθανῇ—αὐτίκα γάρ τοι,» φησί, «μεθʼ Ἕκτορα πότμος ἑτοῖμος» —ὁ δὲ τοῦτο ἀκούσας τοῦ μὲν θανάτου καὶ τοῦ κινδύνου ὠλιγώρησε, πολὺ δὲ μᾶλλον δείσας τὸ ζῆν κακὸς ὢν καὶ τοῖς φίλοις μὴ τιμωρεῖν, «αὐτίκα,» φησί, «τεθναίην, δίκην ἐπιθεὶς τῷ ἀδικοῦντι, ἵνα μὴ ἐνθάδε μένω καταγέλαστος παρὰ νηυσὶ κορωνίσιν ἄχθος ἀρούρης.» ὴ αὐτὸν οἴει φροντίσαι θανάτου καὶ κινδύνου;»οὕτω γὰρ ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ ἀληθείᾳ· οὗ ἄν τις ἑαυτὸν τάξῃ ἡγησάμενος βέλτιστον εἶναι ἢ ὑπʼ ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ. ἐγὼ οὖν δεινὰ ἂν εἴην εἰργασμένος, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ὅτε μέν με οἱ ἄρχοντες ἔταττον, οὓς ὑμεῖς εἵλεσθε ἄρχειν μου, καὶ ἐν Ποτειδαίᾳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐπὶ Δηλίῳ, τότε μὲν οὗ ἐκεῖνοι ἔταττον ἔμενον ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανεῖν, τοῦ δὲ θεοῦ τάττοντος, ὡς ἐγὼ ᾠήθην τε καὶ ὑπέλαβον, φιλοσοφοῦντά με δεῖν ζῆν καὶ ἐξετάζοντα ἐμαυτὸν καὶ τοὺς ἄλλους, ἐνταῦθα δὲ φοβηθεὶς ἢ θάνατον ἢ ἄλλʼ ὁτιοῦν πρᾶγμα λίποιμι τὴν τάξιν.

Well then, men of Athens, that I am not a wrongdoer according to Meletus’s indictment, seems to me not to need much of a defence, but what has been said is enough. But you may be assured that what I said before is true, that great hatred has arisen against me and in the minds of many persons. And this it is which will cause my condemnation, if it is to cause it, not Meletus or Anytus, but the prejudice and dislike of the many. This has condemned many other good men, and I think will do so; and there is no danger that it will stop with me. But perhaps someone might say: “Are you then not ashamed, Socrates, of having followed such a pursuit, that you are now in danger of being put to death as a result?” But I should make to him a just reply: “You do not speak well, Sir, if you think a man in whom there is even a little merit ought to consider danger of life or death, and not rather regard this only, when he does things, whether the things he does are right or wrong and the acts of a good or a bad man. For according to your argument all the demigods would be bad who died at Troy, including the son of Thetis, who so despised danger, in comparison with enduring any disgrace, that when his mother (and she was a goddess) said to him, as he was eager to slay Hector, something like this, I believe, My son, if you avenge the death of your friend Patroclus and kill Hector, you yourself shall die; / for straightway, after Hector, is death appointed unto you; / he, when he heard this, made light of death and danger, and feared much more to live as a coward and not to avenge his friends, and said, Straightway may I die, after doing vengeance upon the wrongdoer, that I may not stay here, jeered at beside the curved ships, a burden of the earth.. Do you think he considered death and danger?” For thus it is, men of Athens, in truth; wherever a man stations himself, thinking it is best to be there, or is stationed by his commander, there he must, as it seems to me, remain and run his risks, considering neither death nor any other thing more than disgrace. So I should have done a terrible thing, if, when the commanders whom you chose to command me stationed me, both at Potidaea and at Amphipolis and at Delium, I remained where they stationed me, like anybody else, and ran the risk of death, but when the god gave me a station, as I believed and understood, with orders to spend my life in philosophy and in examining myself and others, then I were to desert my post through fear of death or anything else whatsoever.

δεινόν τἂν εἴη, καὶ ὡς ἀληθῶς τότʼ ἄν με δικαίως εἰσάγοι τις εἰς δικαστήριον, ὅτι οὐ νομίζω θεοὺς εἶναι ἀπειθῶν τῇ μαντείᾳ καὶ δεδιὼς θάνατον καὶ οἰόμενος σοφὸς εἶναι οὐκ ὤν. τὸ γάρ τοι θάνατον δεδιέναι, ὦ ἄνδρες, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς τὸν θάνατον οὐδʼ εἰ τυγχάνει τῷ ἀνθρώπῳ πάντων μέγιστον ὂν τῶν ἀγαθῶν, δεδίασι δʼ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστι. καίτοι πῶς οὐκ ἀμαθία ἐστὶν αὕτη ἡ ἐπονείδιστος, ἡ τοῦ οἴεσθαι εἰδέναι ἃ οὐκ οἶδεν; ἐγὼ δʼ, ὦ ἄνδρες, τούτῳ καὶ ἐνταῦθα ἴσως διαφέρω τῶν πολλῶν ἀνθρώπων, καὶ εἰ δή τῳ σοφώτερός του φαίην εἶναι, τούτῳ ἄν, ὅτι οὐκ εἰδὼς ἱκανῶς περὶ τῶν ἐν Ἅιδου οὕτω καὶ οἴομαι οὐκ εἰδέναι· τὸ δὲ ἀδικεῖν καὶ ἀπειθεῖν τῷ βελτίονι καὶ θεῷ καὶ ἀνθρώπῳ, ὅτι κακὸν καὶ αἰσχρόν ἐστιν οἶδα. πρὸ οὖν τῶν κακῶν ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει οὐδέποτε φοβήσομαι οὐδὲ φεύξομαι· ὥστε οὐδʼ εἴ με νῦν ὑμεῖς ἀφίετε Ἀνύτῳ ἀπιστήσαντες, ὃς ἔφη ἢ τὴν ἀρχὴν οὐ δεῖν ἐμὲ δεῦρο εἰσελθεῖν ἤ, ἐπειδὴ εἰσῆλθον, οὐχ οἷόν τʼ εἶναι τὸ μὴ ἀποκτεῖναί με, λέγων πρὸς ὑμᾶς ὡς εἰ διαφευξοίμην ἤδη [ἂν] ὑμῶν οἱ ὑεῖς ἐπιτηδεύοντες ἃ Σωκράτης διδάσκει πάντες παντάπασι διαφθαρήσονται, —εἴ μοι πρὸς ταῦτα εἴποιτε· «ὦ Σώκρατες, νῦν μὲν Ἀνύτῳ οὐ πεισόμεθα ἀλλʼ ἀφίεμέν σε, ἐπὶ τούτῳ μέντοι, ἐφʼ ᾧτε μηκέτι ἐν ταύτῃ τῇ ζητήσει διατρίβειν μηδὲ φιλοσοφεῖν· ἐὰν δὲ ἁλῷς ἔτι τοῦτο πράττων, ἀποθανῇ» —εἰ οὖν με, ὅπερ εἶπον, ἐπὶ τούτοις ἀφίοιτε, εἴποιμʼ ἂν ὑμῖν ὅτι «ἐγὼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀσπάζομαι μὲν καὶ φιλῶ, πείσομαι δὲ μᾶλλον τῷ θεῷ ἢ ὑμῖν, καὶ ἕωσπερ ἂν ἐμπνέω καὶ οἷός τε ὦ, οὐ μὴ παύσωμαι φιλοσοφῶν καὶ ὑμῖν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος ὅτῳ ἂν ἀεὶ ἐντυγχάνω ὑμῶν, λέγων οἷάπερ εἴωθα, ὅτι «ὦ ἄριστε ἀνδρῶν, Ἀθηναῖος ὤν, πόλεως τῆς μεγίστης καὶ εὐδοκιμωτάτης εἰς σοφίαν καὶ ἰσχύν, χρημάτων μὲν οὐκ αἰσχύνῃ ἐπιμελούμενος ὅπως σοι ἔσται ὡς πλεῖστα, καὶ δόξης καὶ τιμῆς, φρονήσεως δὲ καὶ ἀληθείας καὶ τῆς ψυχῆς ὅπως ὡς βελτίστη ἔσται οὐκ ἐπιμελῇ οὐδὲ φροντίζεις;»»

It would be a terrible thing, and truly one might then justly hale me into court, on the charge that I do not believe that there are gods, since I disobey the oracle and fear death and think I am wise when I am not. For to fear death, gentlemen, is nothing else than to think one is wise when one is not; for it is thinking one knows what one does not know. For no one knows whether death be not even the greatest of all blessings to man, but they fear it as if they knew that it is the greatest of evils. And is not this the most reprehensible form of ignorance, that of thinking one knows what one does not know? Perhaps, gentlemen, in this matter also I differ from other men in this way, and if I were to say that I am wiser in anything, it would be in this, that not knowing very much about the other world, I do not think I know. But I do know that it is evil and disgraceful to do wrong and to disobey him who is better than I, whether he be god or man. So I shall never fear or avoid those things concerning which I do not know whether they are good or bad rather than those which I know are bad. And therefore, even if you acquit me now and are not convinced by Anytus, who said that either I ought not to have been brought to trial at all, or since was brought to trial, I must certainly be put to death, adding that if I were acquitted your sons would all be utterly ruined by practicing what I teach—if you should say to me in reply to this: “Socrates, this time we will not do as Anytus says, but we will let you go, on this condition, however, that you no longer spend your time in this investigation or in philosophy, and if you are caught doing so again you shall die”; if you should let me go on this condition which I have mentioned, I should say to you, “Men of Athens, I respect and love you, but I shall obey the god rather than you, and while I live and am able to continue, I shall never give up philosophy or stop exhorting you and pointing out the truth to any one of you whom I may meet, saying in my accustomed way: Most excellent man, are you who are a citizen of Athens, the greatest of cities and the most famous for wisdom and power, not ashamed to care for the acquisition of wealth and for reputation and honor, when you neither care nor take thought for wisdom and truth and the perfection of your soul?”

«καὶ ἐάν τις ὑμῶν ἀμφισβητήσῃ καὶ φῇ ἐπιμελεῖσθαι, οὐκ εὐθὺς ἀφήσω αὐτὸν οὐδʼ ἄπειμι, ἀλλʼ ἐρήσομαι αὐτὸν καὶ ἐξετάσω καὶ ἐλέγξω, καὶ ἐάν μοι μὴ δοκῇ κεκτῆσθαι ἀρετήν, φάναι δέ, ὀνειδιῶ ὅτι τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποιεῖται, τὰ δὲ φαυλότερα περὶ πλείονος. ταῦτα καὶ νεωτέρῳ καὶ πρεσβυτέρῳ ὅτῳ ἂν ἐντυγχάνω ποιήσω, καὶ ξένῳ καὶ ἀστῷ, μᾶλλον δὲ τοῖς ἀστοῖς, ὅσῳ μου ἐγγυτέρω ἐστὲ γένει. ταῦτα γὰρ κελεύει ὁ θεός, εὖ ἴστε, καὶ ἐγὼ οἴομαι οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν. οὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πείθων ὑμῶν καὶ νεωτέρους καὶ πρεσβυτέρους μήτε σωμάτων ἐπιμελεῖσθαι μήτε χρημάτων πρότερον μηδὲ οὕτω σφόδρα ὡς τῆς ψυχῆς ὅπως ὡς ἀρίστη ἔσται, λέγων ὅτι «οὐκ ἐκ χρημάτων ἀρετὴ γίγνεται, ἀλλʼ ἐξ ἀρετῆς χρήματα καὶ τὰ ἄλλα ἀγαθὰ τοῖς ἀνθρώποις ἅπαντα καὶ ἰδίᾳ καὶ δημοσίᾳ.» εἰ μὲν οὖν ταῦτα λέγων διαφθείρω τοὺς νέους, ταῦτʼ ἂν εἴη βλαβερά· εἰ δέ τίς μέ φησιν ἄλλα λέγειν ἢ ταῦτα, οὐδὲν λέγει. πρὸς ταῦτα,» φαίην ἄν, «ὦ ἄνδρες Ἀθηναῖοι, ἢ πείθεσθε Ἀνύτῳ ἢ μή, καὶ ἢ ἀφίετέ με ἢ μή, ὡς ἐμοῦ οὐκ ἂν ποιήσαντος ἄλλα, οὐδʼ εἰ μέλλω πολλάκις τεθνάναι.»μὴ θορυβεῖτε, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλʼ ἐμμείνατέ μοι οἷς ἐδεήθην ὑμῶν, μὴ θορυβεῖν ἐφʼ οἷς ἂν λέγω ἀλλʼ ἀκούειν· καὶ γάρ, ὡς ἐγὼ οἶμαι, ὀνήσεσθε ἀκούοντες. μέλλω γὰρ οὖν ἄττα ὑμῖν ἐρεῖν καὶ ἄλλα ἐφʼ οἷς ἴσως βοήσεσθε· ἀλλὰ μηδαμῶς ποιεῖτε τοῦτο. εὖ γὰρ ἴστε, ἐάν με ἀποκτείνητε τοιοῦτον ὄντα οἷον ἐγὼ λέγω, οὐκ ἐμὲ μείζω βλάψετε ἢ ὑμᾶς αὐτούς· ἐμὲ μὲν γὰρ οὐδὲν ἂν βλάψειεν οὔτε Μέλητος οὔτε Ἄνυτος—οὐδὲ γὰρ ἂν δύναιτο—οὐ γὰρ οἴομαι θεμιτὸν εἶναι ἀμείνονι ἀνδρὶ ὑπὸ χείρονος βλάπτεσθαι. ἀποκτείνειε μεντἂν ἴσως ἢ ἐξελάσειεν ἢ ἀτιμώσειεν· ἀλλὰ ταῦτα οὗτος μὲν ἴσως οἴεται καὶ ἄλλος τίς που μεγάλα κακά, ἐγὼ δʼ οὐκ οἴομαι, ἀλλὰ πολὺ μᾶλλον ποιεῖν ἃ οὑτοσὶ νῦν ποιεῖ, ἄνδρα ἀδίκως ἐπιχειρεῖν ἀποκτεινύναι. νῦν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πολλοῦ δέω ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀπολογεῖσθαι, ὥς τις ἂν οἴοιτο, ἀλλὰ ὑπὲρ ὑμῶν, μή τι ἐξαμάρτητε περὶ τὴν τοῦ θεοῦ δόσιν ὑμῖν ἐμοῦ καταψηφισάμενοι. ἐὰν γάρ με ἀποκτείνητε, οὐ ῥᾳδίως ἄλλον τοιοῦτον εὑρήσετε, ἀτεχνῶς—εἰ καὶ γελοιότερον εἰπεῖν—προσκείμενον τῇ πόλει ὑπὸ τοῦ θεοῦ ὥσπερ ἵππῳ μεγάλῳ μὲν καὶ γενναίῳ, ὑπὸ μεγέθους δὲ νωθεστέρῳ καὶ δεομένῳ ἐγείρεσθαι ὑπὸ μύωπός τινος, οἷον δή μοι δοκεῖ ὁ θεὸς ἐμὲ τῇ πόλει προστεθηκέναι τοιοῦτόν τινα, ὃς ὑμᾶς ἐγείρων καὶ πείθων καὶ ὀνειδίζων ἕνα ἕκαστον οὐδὲν παύομαι τὴν ἡμέραν ὅλην πανταχοῦ προσκαθίζων.

“And if any of you argues the point, and says he does care, I shall not let him go at once, nor shall I go away, but I shall question and examine and cross-examine him, and if I find that he does not possess virtue, but says he does, I shall rebuke him for scorning the things that are of most importance and caring more for what is of less worth. This I shall do to whomever I meet, young and old, foreigner and citizen, but most to the citizens, inasmuch as you are more nearly related to me. For know that the god commands me to do this, and I believe that no greater good ever came to pass in the city than my service to the god. For I go about doing nothing else than urging you, young and old, not to care for your persons or your property more than for the perfection of your souls, or even so much; and I tell you that virtue does not come from money, but from virtue comes money and all other good things to man, both to the individual and to the state. If by saying these things I corrupt the youth, these things must be injurious; but if anyone asserts that I say other things than these, he says what is untrue. Therefore I say to you, men of Athens, either do as Anytus tells you, or not, and either acquit me, or not, knowing that I shall not change my conduct even if I am to die many times over.” Do not make a disturbance, men of Athens; continue to do what I asked of you, not to interrupt my speech by disturbances, but to hear me; and I believe you will profit by hearing. Now I am going to say some things to you at which you will perhaps cry out; but do not do so by any means. For know that if you kill me, I being such a man as I say I am, you will not injure me so much as yourselves; for neither Meletus nor Anytus could injure me; that would be impossible, for I believe it is not God’s will that a better man be injured by a worse. He might, however, perhaps kill me or banish me or disfranchise me; and perhaps he thinks he would thus inflict great injuries upon me, and others may think so, but I do not; I think he does himself a much greater injury by doing what he is doing now—killing a man unjustly. And so, men of Athens, I am now making my defence not for my own sake, as one might imagine, but far more for yours, that you may not by condemning me err in your treatment of the gift the God gave you. For if you put me to death, you will not easily find another, who, to use a rather absurd figure, attaches himself to the city as a gadfly to a horse, which, though large and well bred, is sluggish on account of his size and needs to be aroused by stinging. I think the god fastened me upon the city in some such capacity, and I go about arousing, and urging and reproaching each one of you, constantly alighting upon you everywhere the whole day long.

People and places in this passage

English translation by Harold North Fowler (1914). Original text: Harold North Fowler (trans.), Plato I: Euthyphro, Apology, Crito, Phaedo, Phaedrus, Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1914; Greek text: John Burnet, Platonis Opera, Oxford Classical Texts (as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.